← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§15.21-16.38

可能命题中肯定与否定的相互跟随

特米斯提乌斯将可能肯定命题与可能否定命题的相互跟随(质的换位)扩展至全称、特称、个别及等值表述,依据模态命题的肯定形式及可能的本性解释其成因,并消解了关于尚未存在与时间先后的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#3

καὶ οὐ μόνον αὗται συναληθεύουσι (λέγω γὰρ ἡ ‘ἐνδέχεται εἶναι’ τῇ ‘ἐνδέχεται μὴ εἶναι’ ἀπροσδιόριστος οὖσα), ἀλλὰ καὶ ἡ παντὶ ἐνδέχεσθαι τῇ ἐνδέχεσθαι μηδενὶ ἢ μὴ παντί, ὧν ἡ μὲν καθόλου ἀποφατικὴ ἐνδεχομένη ἡ ‘ἐνδέχεται μηδενί’, ἡ δὲ ἐπὶ μέρους ἡ ‘ἐνδέχεται μὴ παντί’. καὶ γὰρ τῇ ἐνδεχομένῃ καταφάσει καθόλου πᾶσαι αἱ ἐνδεχόμεναι ἀποφάσεις συναληθεύονται· καὶ γὰρ ἡ ὡς ἐναντία καὶ ἡ ὡς ἀντίφασις, οὐδετέρα αὐτῶν πρὸς ἀλήθειαν οὔτε ἐναντία οὖσα οὔτε ἀντίφασις·1 οὐδὲ γὰρ ἂν ἅμα ἦσαν ἀληθεῖς. ὅτι δὲ αἱ οὕτως λαμβανόμεναι ἀντακολουθοῦσιν, ἐκ τῆς ἐπαγωγῆς δῆλον. ἀντιστρέφει δὲ καὶ τὸ τινὶ τῷ μὴ τινὶ ἐπὶ τῶν ἐνδεχομένων τοῦ τινὸς ἐπὶ τοῦ αὐτοῦ λαμβανομένου· ἴδιον γὰρ τοῦ ἐνδεχομένου τὸ τὰς ἐπὶ τοῦ αὐτοῦ λεγομένας οὕτως ἅμα ἀληθεῖς εἶναι. ἐπεὶ τό γε [τὸ] τινὶ καὶ τὸ μὴ τινὶ ὅταν ἐπ’ ἄλλου καὶ ἄλλου λαμβάνηται,2 οὐχ αἱ ἐνδεχόμεναι μόνον ἐπὶ μέρους συναληθεύσουσιν, ἀλλὰ δύνανταί ποτε καὶ αἱ ὑπάρχουσαι καὶ ἀναγκαῖαι· καὶ ἔστιν ἴσον τὸ τινὶ ἐνδέχεσθαι καὶ τὸ ἐνδέχεσθαι μὴ τινὶ ἐπὶ τούτων τῷ Σωκράτη λαβεῖν † μέρος εἰπεῖν ἤ τινα τῶν καθέκαστα καὶ ἐπ’ αὐτῶν τὴν κατὰ τὸ ἐνδέχεσθαι ἀντίθεσιν ποιήσασθαι κατὰ τὸν εἰρημένον τρόπον. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων, φημὶ δὲ τῶν ἰσοδυναμουσῶν τῇ ἐνδεχομένῃ· αὗται δ’ εἰσί, καταφάσεις ἡ ‘δυνατὸν εἶναι’, ᾗ ἀντιστρέφει ἡ ‘δυνατὸν μὴ εἶναι’ κατὰ πάντας τοὺς ὁρισμούς, τὸν παντί, μηδενί, μὴ παντί, τινὶ μή, τινί, ἐπὶ τῆς ἐνδεχομένης, ἀποφάσεις δὲ ἥ τε τοῦ ἀναγκαίου μὴ εἶναι, τουτέστιν ἡ ‘οὐκ ἀνάγκη μὴ εἶναι’ (αὕτη γὰρ εἵπετο τῇ ‘ἐνδέχεται [μὲν] εἶναι’), ᾗ ἀκολουθεῖ τε καὶ ἀντιστρέφει ἡ ‘οὐκ ἀνάγκη εἶναι’, καὶ ἡ ‘οὐκ ἀδύνατον εἶναι’ (καὶ γὰρ αὕτη εἵπετο τῇ ‘ἐνδέχεται εἶναι’), πρὸς ἣν ἀντιστρέφει ἡ λέγουσα ‘οὐκ ἀδύνατον μὴ εἶναι’. Ἐπεὶ δ’ ἡμῖν εἴρηται, ὅτι ἀντακολουθοῦσιν αἱ ἐνδεχόμεναι ἀποφατικαὶ ταῖς ἐνδεχομέναις καταφατικαῖς, καὶ τίνες εἰσὶν αὗται, παρεθέμεθα, νῦν καὶ τὴν αἰτίαν ἀποδώσομεν τοῦ ἀντακολουθεῖν αὐτὰς καὶ ἀντιστρέφειν ἀλλήλαις. ἐπεὶ γὰρ τὸ ἐνδέχεσθαι ὑπάρχειν οὐκ ἐξ ἀνάγκης τίθησι τὸ ὑπάρχειν (ἦν γὰρ τὸ ἐνδεχόμενον, ὡς ἐν τῷ λόγῳ αὐτοῦ ἐδηλώθη, ‘οὗ μὴ ὄντος ἀναγκαίου’), τὸ δὲ μὴ ἀναγκαῖον ἐγχωρεῖ καὶ μὴ ὑπάρχειν, εἰκότως τῷ ἐνδέχεσθαι ὑπάρχειν συναληθεύοι τὸ ‘ἐνδέχεται μὴ ὑπάρχειν’· ὁμοίως ἐπὶ πάντων τῶν διορισμῶν. διὰ τὸ αὐτὸ δὲ αἵ τε ἀδιορίστως λεγόμεναι καὶ αἱ διωρισμένως ἐπὶ τοῦ καθόλου ἀντηκολούθουν καταφάσεις τε καὶ ἀποφάσεις ἀλλήλαις καὶ ἐπὶ μέρους τε καὶ καθ’ ἕκαστα ἐπὶ τοῦ αὐτοῦ λεγόμεναι ἀντακολουθοῦσιν. εἰ γὰρ ἐνδέχεται Σωκράτην λούσασθαι σήμερον, ἐνδέχεται καὶ μὴ λούσασθαι, καὶ εἰ ἐνδέχεται πάντας ἀνθρώπους κινεῖσθαι, ἐνδέχεται καὶ μηδένα κινεῖσθαι. εἰσὶ δὲ αἱ τοιαῦται προτάσεις καταφατικαί, οὐκ ἀποφατικαί. ὥσπερ γὰρ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου τὸ τηνικαῦτα μόνον ἐγίνοντο ἀποφατικαὶ αἱ προτάσεις, ὅταν τῷ ‘ἔστιν’ ἡ ἄρνησις συνετάττετο, οὕτω καὶ ἐπὶ τῶν μετὰ τρόπου μόνως 〈τῷ〉 τρόπῳ συνταττομένης τῆς ἀρνήσεως γίνεται ἀπόφασις, ἄλλως δὲ οὐδαμῶς. εἰ τοίνυν ἐπὶ τῆς ‘ἐνδέχεται μὴ εἶναι’ καὶ τῶν τοιούτων ἀκέραιοι εἶναι φαίνονται, δηλονότι καταφατικαί εἰσι τῷ σχήματι, ὡς πολλάκις εἴρηται. Ἐζήτησαν, εἰ τὸ ἐνδεχόμενον τοιοῦτόν ἐστιν, ὁποῖον ὡρίσθη, μήτε ἀναγκαῖον μήτε ὑπάρχον, πῶς ἔτι ταῖς καταφατικαῖς ἐνδεχομέναις αἱ ἀποφατικαὶ ἐνδεχόμεναι ἀντιστρέφουσι φυλασσομένου τοῦ κατὰ τὸν ὁρισμὸν ἐνδεχομένου ἐν ἀμφοτέραις. εἰ γάρ, ὃ ἐνδέχεται εἶναι, τοῦ μήπω εἶναι τοῦτο, ὃ λέγεται, ἐστί3 (τοῦτο γὰρ ἴδιον εἶναι δοκεῖ τοῦ ἐνδεχομένου τὸ μήπω εἶναι τοῦτο, ὃ λέγεται), ἔσται ἄρα τοῦτο οὐχ ὑπάρχον· καὶ ὃ ἐνδέχεται [καὶ ὃ ἐνδέχεται] μὴ εἶναι, οὔπω ἐστὶ μὴ ὑπάρχον· ὑπάρχον ἄρα· ὥστε τὸ μὲν καταφατικὸν ἀληθὲς κατὰ τοῦ μὴ ὑπάρχοντος, τὸ δὲ ἀποφατικὸν ἐπὶ τοῦ ὑπάρχοντος· ἀδύνατον δὲ ἅμα ἄμφω· οὐκ ἄρα τὸ κατὰ τὸν ὁρισμὸν ἐνδεχόμενον ἐν τῇ ἀποφάσει ληφθήσεται. τί οὖν φημι; ὅτι, εἰ τὸ ἐνδέχεσθαι ἐπὶ τοῦ μήπω ὄντος λέγεται, τὸ ἐνδέχεσθαι εἶναι ἀντὶ τοῦ ‘ἐνδέχεται γενέσθαι’ λέγοιτ’ ἄν· πᾶν δέ, ὃ μήπω ὂν ἐνδέχεται γίνεσθαι, τοῦτο ἐνδέχεται καὶ μὴ γενέσθαι· ὥστε ἄμφω ἐπὶ τοῦ μήπω ὄντος. Ἐπεὶ δέ, τίς ποτέ ἐστιν ἡ φύσις τοῦ ἐνδεχομένου, εἴρηται, καὶ πῶς ἀντιστρέφουσιν αἱ κατ’ αὐτὸ προτάσεις, νῦν λεκτέον, ποσαχῶς λέγεται.

不仅这些命题同时为真(因为我指的是无限定的“可能存在”与“可能不存在”),而且“对一切可能”也与“对一切不可能”或“并非对一切可能”同时为真,在这些命题中,全称可能否定是“对一切不可能”,特称则是“并非对一切可能”。因为全称可能肯定命题实际上与所有可能否定命题都同时为真;即无论是看似相反的还是看似矛盾的[否定命题都同时为真],尽管它们二者在真理上既非相反也非矛盾;否则它们就不可能同时为真。而按这种方式理解的命题相互跟随,由归纳是显然的。在可能的事物中,“对某些”也与“对某些不”相互换位,只要“某些”是就同一事物而言的;因为就同一事物以这种方式表述的命题同时为真,乃是可能事物的特征。因为当“对某些”与“对某些不”就不同事物而言时,不仅可能特称命题会同时为真,而且实然命题和必然命题有时也能够同时为真;而对于这些命题,“可能对某些”与“可能对某些不”就等同于取苏格拉底——比方说作为一部分,或作为个别事物之一——并按照所说的模式在其上做出基于可能的对立。在其他命题上也是同样的方式,我指的是与可能命题等值的那些命题;这些命题在肯定方面是“能够存在”,在可能命题所涉及的一切限定(“对一切”、“对无一”、“并非对一切”、“对某些不”、“对某些”)上,“能够不存在”都与它换位;在否定方面则是对“必然不存在”的否定,即“非必然不存在”(因为这曾跟随在“可能存在”之后),与它既跟随又换位的是“非必然存在”;以及“非不可能存在”(因为这也曾跟随在“可能存在”之后),与它换位的是表述“非不可能不存在”的命题。 既然可能否定命题与可能肯定命题相互跟随已经由我们阐述,且这些命题究竟是哪些也已陈述,现在我们也将给出它们相互跟随并相互换位的原因。因为可能属于并不出于必然性而设定属于(因为可能的事物正如在其定义中所阐明的,乃是“并非必然者”),而非必然的事物也容许不属于,所以在可能属于时“可能不属于”也同时为真,乃是合情合理的;在一切限定上都同样如此。而正是出于同样的原因,无限定表述的命题以及全称下有限定表述的肯定与否定彼此相互跟随,且特称与个别命题只要就同一事物而言也相互跟随。因为如果苏格拉底今天可能沐浴,他也可能不沐浴;如果一切人类都可能运动,没有任何人运动也是可能的。而这类命题是肯定命题,而不是否定命题。正如在包含第三附加谓词的命题中,仅当否定词与“是”结合时前提才成为否定命题,同样在带有模态词的命题中,仅当否定词与模态词结合时才构成否定,而在其他情形下绝非如此。因此,如果在“可能不存在”及类似命题中[模态词]显出是完好无损的,显然正如屡次所说的那样,它们在形式上乃是肯定命题。 有人探讨过,如果可能事物正如所定义的那样,既非必然亦非实然,那么在两类命题中都保持合乎定义的可能性的情况下,可能否定命题何以仍能与可能肯定命题换位。因为如果可能存在的事物属于尚未成为所表述的这种状态(因为尚未成为所表述的状态似乎是可能事物的特征),那么这物将是非实际属于的;而可能不存在的事物尚未是非属于的,因此它是实际属于的;结果便是肯定命题对非实际属于者为真,否定命题对实际属于者为真;但二者同时发生是不可能的;因此合乎定义的可能在否定命题中将不能被接纳。那么我该如何回答呢?那就是:如果可能是就尚未存在的事物而言的,“可能存在”就可以用来代替“可能生成”;但凡尚未存在而可能生成的一切,也可能不生成;因此二者都是就尚未存在的事物而言的。 既然可能事物的本性究竟是什么,以及按照它的命题如何换位已经阐明,现在必须说明它在多少种意义上被表述。

语法注3 条
  1. 1.1οὐδετέρα αὐτῶν πρὸς ἀλήθειαν οὔτε ἐναντία οὖσα οὔτε ἀντίφασις

    οὐδετέρα 是与前述主语(ἡ ὡς ἐναντία καὶ ἡ ὡς ἀντίφασις)同格的主格,与分词 οὖσα 结合构成表原因或限定的插入句,用以说明看似相反与看似矛盾的命题在实质上二者皆非。

  2. 1.1ἐπεὶ τό γε [τὸ] τινὶ καὶ τὸ μὴ τινὶ ὅταν ἐπ’ ἄλλου καὶ ἄλλου λαμβάνηται

    在由 ἐπεί(“因为/既然”)引导的原因句中,嵌有 ὅταν 从句(“当……时”)。主句始于 οὐχ αἱ ἐνδεχόμεναι μόνον……,以此论证可能命题的质的换位严格要求词项必须就同一主体而言。

  3. 1.1εἰ γάρ, ὃ ἐνδέχεται εἶναι, τοῦ μήπω εἶναι τοῦτο, ὃ λέγεται, ἐστί

    关系从句 ὃ ἐνδέχεται εἶναι(“可能存在的事物”)充当主语,谓语是由属格短语 τοῦ μήπω εἶναι τοῦτο(“属于/特有于尚未成为所说之物”)与 ἐστί 构成的述谓属格结构。紧随其后的句子用 ἴδιον εἶναι τοῦ ἐνδεχομένου τὸ μήπω εἶναι τοῦτο 对此进行了同义解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:15.21-16.38