- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:162.2-163.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯利用文字项(Α、Β、Γ、Δ),从矛盾对立、排中律以及前承后继的假定出发,推导出转置否定承随于简单否定、否定命题可同时为真而肯定命题互斥,并预告将驳斥关于同列后承关系的某种谬误。
ὑποτίθεμαι οὖν τὸ μὲν Γ καὶ τὸ Β καταφάσεις,1 τὴν μὲν ἁπλῆν τὴν δὲ ἐκ μεταθέσεως, τὰ δὲ λοιπά, τὸ Δ φημὶ καὶ τὸ Α, τὰς ἀποφάσεις. τρισὶ δὲ ὑποθέσεσι χρησάμενος τὰ λοιπὰ δείξω, μιᾷ μέν, ὅτι ἀντιφατικῶς ἀντίκειται τὸ Α καὶ τὸ Β καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, δευτέρᾳ, ὅτι ἀνάγκη παντὶ ἢ τὸ Α ὑπάρχειν ἢ τὸ Β καὶ πάλιν παντὶ ἐξ ἀνάγκης ἢ τὸ Γ ἢ τὸ Δ· τρίτη ὑπόθεσις, ὅτι τῷ Γ ἕπεται τὸ Α καὶ οὐκ ἀντιστρέφει τὸ Γ τῷ Α. εἰ δέ τις ἐνσταίη πρὸς ταύτην τὴν ὑπόθεσιν, λέγω δὲ τὴν τρίτην, πόθεν ὅτι ἕπεται τῷ Γ τὸ Α καὶ οὐκ ἀντιστρέφει, ἴστω, ὅτι, εἰ ληφθείη τις ὕλη, ἐξ αὐτῆς τῆς ἐναργείας ὁ ἔλεγχος, ὥσπερ ἐφ’ ὧν ἐθήκαμεν πρότερον ὑποδειγμάτων. τούτων ὑποτεθέντων δείκνυμι ἕτερα τρία, ἓν μέν, ὅτι τῷ Β τὸ Δ ἕπεται καὶ οὐκ ἀντιστρέφει, καὶ ὅτι τὸ Γ καὶ τὸ Β, ἅπερ ὑπόκεινται καταφάσεις, οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσιν, καὶ ὅτι τὸ Α, Δ, τουτέστι τὰς ἀποφάσεις, ἐνδέχεται ἐπὶ τοῦ αὐτοῦ συναληθεύειν. τὰ μὲν οὖν προκείμενα ἡμῖν ταῦτα. πρῶτον μὲν οὖν δεικτέον, ὅτι τῷ Β ἕπεται τὸ Δ, τρόπον τοῦτον· ἐπεὶ γὰρ ὑπόκειται, ὅτι τῶν Γ, Δ θάτερον παντὶ ἐξ ἀνάγκης ὑπάρξει διὰ τὸ ἀντιφατικῶς ἀντικεῖσθαι, εἰ μὴ ὑπάρξει τῷ Β τὸ Δ, ἀνάγκη δήπου τὸ Γ ὑπάρχειν. ἀλλ’ εἰ τὸ Γ ὑπάρχει τῷ Β, ὑπόκειται δὲ ἕπεσθαι τῷ Γ τὸ Α, τουτέστιν ᾧ δ’ ἂν ὑπάρχῃ τὸ Γ, τούτῳ καὶ τὸ Α ὑπάρχειν, ὑπάρχει δὲ τῷ Β τὸ Γ, καὶ τὸ Α τῷ Β ὑπάρξει. ᾧ ἄρα τὸ Β, τούτῳ καὶ τὸ Α, ὅπερ ἐστὶν ἀδύνατον διὰ τὸ ἀντιφατικῶς ἀντικεῖσθαι. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποκεῖσθαι τῷ Β ὑπάρχειν τὸ Γ. εἰ οὖν τοῦτο ψεῦδος, ἀληθὲς τὸ τῷ Β ὑπάρχειν τὸ Δ· ὑπόκειται γὰρ ἐξ ἀνάγκης παντὶ ἢ τὸ Γ ἢ τὸ Δ. οὕτως μὲν οὖν δείκνυμι, ὅτι τῷ Β ἕπεται τὸ Δ. ἀκόλουθον μὲν οὖν ἦν εὐθὺς δεῖξαι, ὅτι οὐκ ἀντιστρέφει, τουτέστιν οὐχ ᾧ τὸ Δ ὑπάρχει, τούτῳ καὶ τὸ Β. ἀλλ’ ἐπεὶ πρὸς τὴν δεῖξιν τούτου δεόμεθα τοῦ ὅτι τὸ Α, Δ ἐνδέχεται τῷ αὐτῷ, πρότερον τοῦτο δείξομεν, ὅτι τὸ Α καὶ τὸ Δ ἐνδέχεται τῷ αὐτῷ παρεῖναι. ἐπεὶ γὰρ ὑπόκειται, ὅτι οὐκ ἀντιστρέφει πρὸς τὸ Α τὸ Γ, τουτέστιν οὐκ ἐφ’ ὧν τὸ Α, πάντως καὶ τὸ Γ, ἐὰν ληφθῇ τι τούτων, ἐφ’ ὧν τὸ μὲν Α ὑπάρχει τὸ δὲ Γ 〈οὐχ〉 ὑπάρχει, ἐπειδὴ παντὶ ἢ τὸ Γ ἢ τὸ Δ, οὐχ ὑπάρχει δὲ τὸ Γ, ᾧ τὸ Α ὑπάρχει, τὸ Δ ἄρα ὑπάρξει, ᾧ τὸ Α· τὸ ἄρα Α, Δ ἐνδέχεται τῷ αὐτῷ παρεῖναι. ἐπισυναπτέον δ’ εὐθὺς τούτῳ, ὅτι τὸ Γ καὶ τὸ Β οὐκ ἐνδέχεται τῷ αὐτῷ. εἰ γάρ, ᾧ τὸ Β, τούτῳ καὶ τὸ Γ, ἐπεί, ᾧ τὸ Γ, τούτῳ καὶ τὸ Α (ὑπόκειται γὰρ ἕπεσθαι τῷ Γ τὸ Α), ᾧ ἄρα τὸ Β, τούτῳ καὶ τὸ Α ἡ ἀντίφασις, ὅπερ ἀδύνατον· οὐδενὶ ἄρα τῷ αὐτῷ τὸ Γ καὶ τὸ Β ὑπάρξει. τούτων δεδειγμένων δεικτέον, ὅτι οὐκ ἀντιστρέφει τὸ Β τῷ Δ· τοῦτο γὰρ λείπεται. λέγω δή, ὅτι οὐκ ἐφ’ ὧν τὸ Δ, πάντως ἐπὶ τούτων καὶ τὸ Β, ἐπειδὴ δέδεικται, ὅτι, ἐφ’ ὧν τὸ Δ, ἐπὶ τούτων ἐνδέχεται καὶ τὸ Α. εἰ γάρ, ἐφ’ ὧν μὲν τὸ Α, ἐπὶ τούτων ἐνδέχεται καὶ τὸ Δ, ἐφ’ ὧν δὲ τὸ Δ, ἐπὶ τούτων πάντως καὶ τὸ Β, ἐφ’ ὧν ἄρα τὸ Α, ἐπὶ τούτων καὶ τὸ Β, ὅπερ ἀδύνατον· ἀντιφατικῶς γὰρ ἀντίκεινται τὸ Α καὶ τὸ Β. Ἐπειδὴ δὲ ἐδείξαμεν, ὅτι ἡ ἀκολούθησις τῶν προτάσεων τῶν ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως ἀντιστρόφως ἔχει, λέγω δὴ ὅτι τῇ ἁπλῇ καταφάσει ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται καὶ ἀνάπαλιν τῇ ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις, καὶ ὅτι οὐ καθ’ ἕνα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἕπονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ, ἀπάτην τινὰ ἴσως γενησομένην τισί, δι’ ἧς δόξεις δέχεσθαι κατὰ τὸν αὐτὸν στοῖχον εἶναι μὴ μόνον τῷ Γ τὸ Α ἕπεσθαι ἀλλὰ καὶ τῷ Δ τὸ Β, θήσειν μοι δοκῶ καὶ ἀπελέγξαι,2 ὡς διὰ πάντων τὸν περὶ τῆς ἀκολουθήσεως λόγον ἀληθῆ δείκνυσθαι, καὶ δι’ ὧν αὐτόθεν δέδεικται, καὶ δι’ ὧν οἱ τὸ ἐναντίον κατασκευάζοντες λόγοι ἐλέγχονται.
于是我假定 Γ 和 Β 为肯定命题,一为简单的,另一为转置的;而其余的,我指 Δ 和 Α,为否定命题。我将运用三个假定来证明其余各点:其一,Α 与 Β 以及 Γ 与 Δ 处于矛盾对立;其二,Α 或 Β 必然属于一切事物,且 Γ 或 Δ 又必然属于一切事物;第三个假定是,Α 承随于 Γ,且 Γ 不与 Α 换位。如果有人对这一假定(我指第三个假定)提出质疑,问何以断定 Α 承随于 Γ 且并不换位,须知如果选取某种具体质料,反驳就来自事实本身的明晰性,正如我们在之前给出的例证中那样。在假定了这些之后,我证明另外三点:其一,Δ 承随于 Β 且并不换位;以及设定为肯定的 Γ 与 Β 决不能就同一事物同时为真;以及 Α 和 Δ(即否定命题)能够就同一事物同时为真。这些便是摆在我们面前的课题。 因此,首先必须以下列方式证明 Δ 承随于 Β:因为既然假定了 Γ 和 Δ 中的某一方由于矛盾对立而必然属于一切事物,那么如果 Δ 不属于 Β,想必 Γ 必然属于 Β。但如果 Γ 属于 Β,且假定 Α 承随于 Γ(即凡 Γ 所属于者,Α 亦必属于之),而 Γ 属于 Β,那么 Α 也将属于 Β。因此,凡 Β 所属于者,Α 亦将属于之,而这由于两者的矛盾对立是不可能的。这一不可能的结果之所以随之产生,是因为假定了 Γ 属于 Β。如果这一点是假的,那么 Δ 属于 Β 便是真的;因为假定了Γ 或 Δ 必然属于一切事物。于是我便以这种方式证明了 Δ 承随于 Β。 照理本应紧接着证明它并不换位,即并非凡 Δ 所属于者,Β 也必属于之。但由于为了进行这一证明,我们需要“Α 和 Δ 能够同属于同一事物”这一命题,我们首先要证明这一点,即 Α 和 Δ 能够同时出现于同一事物中。因为既然假定了 Γ 不与 Α 换位(即并非凡 Α 所属于者,Γ 也全都在其上),如果选取那些 Α 属于而 Γ 不属于的事物中的某一种,既然 Γ 或 Δ 属于一切事物,而在 Α 所属于的事物上 Γ 并不属于,那么在 Α 所属于的事物上 Δ 必然属于;因此,Α 和 Δ 能够同时出现于同一事物中。 随后必须紧接着补充:Γ 和 Β 不可能属于同一事物。因为如果在凡 Β 所属于者上 Γ 也属于,而既然凡 Γ 所属于者 Α 亦属于(因为假定了 Α 承随于 Γ),那么在凡 Β 所属于者上其矛盾对立项 Α 也将属于,这是不可能的;因此 Γ 和 Β 决不会属于同一事物。 在证明了这些之后,必须证明 Β 不与 Δ 换位;因为这一点尚留待证明。我断言,并非凡 Δ 所属于者,在其上 Β 亦全都在;因为已经证明,在凡 Δ 所属于者上,Α 也是能够存在的。因为如果在凡 Α 所属于者上 Δ 能够存在,而在凡 Δ 所属于者上 Β 必然全都在,那么在凡 Α 所属于者上 Β 亦将存在,这是不可能的;因为 Α 与 Β 处于矛盾对立。 既然我们已经证明简单命题与转置命题的后承关系是倒转的——我是说,转置否定命题承随简单肯定命题,反之,简单否定命题承随转置肯定命题,并且绝非按照同一列使得转置命题承随简单命题或简单命题承随转置命题——,我想我应当提出并驳斥可能在某些人中产生的某种欺罔(由于这种欺罔,人们似乎会接受按照同一列不仅 Α 承随于 Γ,而且 Β 亦承随于 Δ),以便通过一切途径使得关于后承关系的论证被证明为真——既通过直接证明的论据,也通过驳斥建立相反观点的论证。
- 3.0ὑποτίθεμαι οὖν τὸ μὲν Γ καὶ τὸ Β καταφάσεις
此处与上一段(§3.0#30)中的字母分配不同,Γ 和 Β 被指定为肯定命题,Α 和 Δ 为否定命题。在上一段中 Α 为简单肯定,Β 为简单否定,Γ 为转置肯定,Δ 为转置否定;特米斯提乌斯在此为了形式化推演重新定义了字母分配(双重宾格结构:τὸ μὲν Γ καὶ τὸ Β 为宾语,καταφάσεις 为宾补)。
- 3.0ἀπάτην τινὰ ἴσως γενησομένην τισί, δι’ ἧς δόξεις δέχεσθαι ... θήσειν μοι δοκῶ καὶ ἀπελέγξαι
句子的核心骨架为主节框架 δοκῶ μοι θήσειν καὶ ἀπελέγξαι ἀπάτην τινά...(“我想我应当提出并驳斥某种欺罔……”),其中嵌入了关系从句 δι’ ἧς...。关系从句中的 δόξεις 为第二人称单数将来时直说语气(亦可能为 δόξει τις 之抄写变体,在此作面向读者的呼告:“你似乎会接受”),带不定词 δέχεσθαι 作补足语。
