← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§160.22-162.2

转置肯定命题的推演特性与普遍形式证明

特米斯提乌解释说,转置肯定命题属于肯定命题而非否定命题,因此只能在三段论第一格中肯定性地推导,而不像全称否定命题那样能在第二格中得到证明或进行全称换位;随后他宣布将命题后承关系的证明从具体质料转向使用文字项的普遍证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#30

Ἐπεὶ δὲ διὰ πλειόνων ἐδείξαμεν, ὅτι μὴ ταὐτὸν σημαίνει ἡ ἁπλῆ ἀπόφασις καὶ ἡ ἐκ μεταθέσεως κατάφασις, οἷον τὸ ‘ἔστιν οὐ λευκόν’ καὶ τὸ ‘οὐκ ἔστι λευκόν’, καὶ τὸ μὲν κατάφασις τὸ δὲ ἀπόφασις, δῆλον ὡς οὐχ ὁμοίως δειχθήσεται τά τε ἀποφατικά, οἷον ‘οὐδὲν ζῷον λευκόν ἐστι’ καὶ ‘οὐδὲν ζῷον ἐνδέχεται λευκὸν εἶναι’, καὶ τὸ καταφατικὸν τὸ ‘πᾶν ζῷον οὐ λευκόν ἐστιν’, ἀλλὰ τὰ μὲν καταφατικά, τό τε ‘πᾶν ζῷον λευκόν ἐστι’ καὶ τὸ ‘πᾶν ζῷον οὐ λευκόν ἐστιν’, ὁμοίως ἀλλήλοις καὶ τῷ αὐτῷ τρόπῳ δειχθήσεται. καταφατικῶς γὰρ ἀμφότερα ἐν τῷ πρώτῳ σχήματι· οὐ γάρ ἐστιν ἀπόφασις τῆς ‘πᾶν ζῷον λευκόν’ ἡ ‘πᾶν ζῶον οὐ λευκόν’ ἀλλ’ ἡ ‘οὐ πᾶν ζῶον λευκόν’· κατάφασις1 γάρ ἐστιν ἡ ‘πᾶν ζῶον οὐ λευκόν’ ὥσπερ καὶ ἡ ‘πᾶν ζῶον λευκόν’. πῶς οὖν συναχθείη τὸ τοιοῦτον πρόβλημα, λέγω δὴ τὸ καθόλου καταφατικόν, τό τε ἁπλοῦν καὶ τὸ ἐκ μεταθέσεως, ὑπογραπτέον. εἰ βουλόμεθα δεῖξαι, ὅτι πᾶς ἄνθρωπος μουσικός ἐστιν, ἢ ὅτι πᾶς ἄνθρωπος οὐ μουσικός ἐστι, δείξομεν οὕτως· χρὴ ἐν τῇ ἑκατέρᾳ τούτων δείξει μέσον ὅρον λαμβάνειν τὸ ζῷον· κἂν μὲν βουλώμεθα δεῖξαι τὸ πάντα ἄνθρωπον μουσικόν, μείζονα ἄκρον κατηγορούμενον καταφατικῶς τοῦ ζῴου παντὸς ληπτέον τὸ μουσικόν, ἔσχατον δὲ καὶ ἐλάττονα, οὗ τὸ ζῶον κατηγορεῖται παντός, τὸν ἄνθρωπον· ἔσονται γὰρ αἱ προτάσεις ‘πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον μουσικόν, πᾶς ἄρα ἄνθρωπος μουσικός’, ὃ ἦν προκείμενον. οὐ δεῖ δὲ τὰς προτάσεις, αἷς χρώμεθα, ὡς ἀληθεῖς ἀπαιτεῖν· παραδείγματι γὰρ καὶ ὑπογραφῇ ταῖς λέξεσι χρώμεθα τοῦ πῶς διὰ καταφατικῶν ἀμφοτέρων δείκνυται τό τε ‘πᾶς ἄνθρωπος μουσικός ἐστι’ καὶ τὸ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’. ἂν δέ γε ᾖ προκείμενον ἡμῖν δεῖξαι πάντα ἄνθρωπον εἶναι 〈μὴ〉 μουσικόν, τὸ μὲν ζῶον πάλιν μέσος ὅρος ἔστω ὁ αὐτός, τὸ δὲ 〈μὴ〉 μουσικὸν μείζων καταφατικῶς τοῦ ζῴου καὶ αὐτὸς κατηγορούμενος, ἄνθρωπος δὲ ὁ ἔσχατος, καὶ αἱ προτάσεις ‘πᾶς ἄνθρωπος ζῷόν ἐστι, πᾶν ζῷόν ἐστιν οὐ μουσικόν, πᾶς ἄρα ἄνθρωπός ἐστιν οὐ μουσικός’. εἰ μὲν οὖν ἡ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’ ἀπόφασις ἦν, οὐκ ἐν πρώτῳ ἂν τοῦτο 〈τὸ〉 συμπέρασμα σχήματι ἐδείκνυτο μόνῳ ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ, ἀντιστρεφομένης τῆς καθόλου ἀποφατικῆς, εἴ γε ἀποφατικὴ ἦν ἡ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’.2 νῦν δὲ ἐν τούτῳ μόνῳ δείκνυται. ὅτι δὲ μή ἐστιν ἀπόφασις, δεικνύοιτο ἂν ἐκ τοῦ μὴ ἀντιστρέφειν αὐτήν· ἀληθοῦς γὰρ οὔσης τῆς λεγούσης ‘πᾶν ἄψυχόν ἐστιν οὐκ αἰσθητικόν’ οὐκέτ’ ἀληθὴς ἡ λέγουσα ‘πᾶν οὐκ αἰσθητικὸν ἄψυχόν ἐστιν’, ἀληθὴς δὲ ἡ ἐν μέρει ἡ λέγουσα ‘τὶ οὐκ αἰσθητικὸν ἄψυχον’. διὰ τοῦτο δὲ καὶ ἐν τῷ πρώτῳ δείκνυται μόνῳ, καὶ εἴη ἂν φανερώτατον σημεῖον τοῦ μὴ εἶναι ἀπόφασιν τὴν ἐκ μεταθέσεως τὸ μὴ ἀντιστρέφειν αὐτήν. τὸ δὲ καθόλου ἀποφατικὸν τὸ ‘οὐδεὶς ἄνθρωπος μουσικός’ κατὰ τοὺς εἰρημένους τρεῖς τρόπους δείκνυται. οἷον ἐν μὲν πρώτῳ οὕτως· πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον μουσικόν, οὐδεὶς ἄρα ἄνθρωπος μουσικός· ἐν δὲ δευτέρῳ διχῶς· οὐδὲν μουσικὸν ζῷον, πᾶς ἄνθρωπος ζῷον, οὐδεὶς ἄρα ἄνθρωπος μουσικός· πᾶς ἄνθρωπος ζῷον, οὐδὲν μουσικὸν ζῷον, οὐδὲν ἄρα μουσικὸν ἄνθρωπος, καὶ οὐδεὶς ἄνθρωπος μουσικός. Ἀναδραμητέον δὲ πάλιν ἡμῖν ἐπὶ τὸ προδεδειγμένον περὶ τῆς τῶν προτάσεων ἀκολουθίας τῶν τε τὴν ἁπλῆν ἀντίφασιν ἐχουσῶν καὶ τῶν τὴν κατὰ μετάθεσιν· καὶ τὴν ἀκολουθίαν, ἣν ἐπ’ ἐκείνων τῶν προτάσεων ἐδείξαμεν, νῦν καθολικώτερον δείξομεν, οὐκέτι ἐπὶ ὕλης ἀλλ’ ἐπὶ στοιχείων μόνων, ἐφ’ ὧν τὰς καθολικὰς δείξεις ἔθος ἡμῖν ποιεῖν. τότε μὲν οὖν ἦν τὸ Α προτεταγμένον, τουτέστιν ἡ ἁπλῆ κατάφασις, καὶ ὑποτεταγμένον τὸ Δ, τουτέστιν ἡ ἐκ μεταθέσεως ἀπόφασις, τῷ δὲ Β ἁπλῇ ἀποφάσει ὄντι τοῦ Α τὸ Γ, τουτέστιν ἡ ἐκ μεταθέσεως κατάφασις. καὶ ἦν τότε μὲν τῷ Γ τὸ Β ἑπόμενον, ἡ ἁπλῆ ἀπόφασις τῇ ἐκ μεταθέσεως καταφάσει, τῷ δὲ Α, τουτέστι τῇ ἁπλῇ καταφάσει, τὸ Δ, τουτέστιν ἡ ἐκ μεταθέσεως. νῦν δὲ λαμβάνομεν τὸ Α, Β ἀντίφασιν, ὥσπερ καὶ τότε· ἀντιφάσεως γὰρ τὸ ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι, παντὶ δ’ ἐξ ἀνάγκης θάτερον· ὁμοίως δὲ καὶ τὸ Γ, Δ ἀντίφασιν, ἥτις ἦν τότε ἐκ μεταθέσεως. ὅτι μὲν οὖν ταῖς καταφάσεσιν ἕπονται αἱ ἀποφάσεις καὶ οὐκ ἀντιστρέφουσι, καὶ ὅτι τὰς μὲν καταφάσεις ἀδύνατον συναληθεύειν, τὰς δὲ ἀποφάσεις ἐνδέχεται, δεικτέον.

既然我们通过多重论证证明了简单否定命题与转置肯定命题并不具有相同的含义(例如“是非白的”与“不是白的”,前者是肯定命题,而后者是否定命题),那么显然,诸如“没有动物是白的”和“没有动物可能是白的”这样的否定命题,与肯定命题“凡动物都是非白的”并不会以同样的方式得到证明,相反,肯定命题彼此——即“凡动物都是白的”与“凡动物都是非白的”——将以相互类似的方式且依据同一方法得到证明。因为这两者都在第一格中被肯定性地证明;因为“凡动物都是白的”的否定命题不是“凡动物都是非白的”,而是“并非凡动物都是白的”;因为“凡动物都是非白的”正如“凡动物都是白的”一样,乃是肯定命题。那么,这样的论题——我指的是全称肯定命题,无论简单的还是转置的——应当如何被推导出来,必须予以描画。 如果我们希望证明凡人都是有音乐修养的,或者凡人都是非有音乐修养的,我们将按如下方式予以证明:在这两项证明的每一项中,都必须选取“动物”作为中项;如果我们希望证明凡人都是有音乐修养的,就必须选取肯定性地谓述于凡动物的大项“有音乐修养的”,并选取动物对其全称地作谓述的末项及小项“人”;因为前提将是“凡人都是动物,凡动物都是有音乐修养的,因此凡人都是有音乐修养的”,这正是此前设立的命题。然而,我们不必苛求我们所使用的前提作为事实是真命题;因为我们只是将这些文句用作实例和轮廓,以展示如何通过全肯定的两个前提来证明“凡人都是有音乐修养的”以及“凡人都是非有音乐修养的”。 然而,如果我们设立的任务是证明凡人都是非有音乐修养的,那么动物再次作为相同的中项,而非有音乐修养的作为大项,自身亦被肯定性地谓述于动物,而人作为末项,前提则是“凡人都是动物,凡动物都是非有音乐修养的,因此凡人都是非有音乐修养的”。因此,如果“凡人都是非有音乐修养的”是否定命题,那么这一结论就不会仅仅在第一格中被证明,而且也会在第二格中被证明(通过全称否定命题的换位),只要“凡人都是非有音乐修养的”确实是否定命题的话。然而现在它仅仅在第一格中被证明。而它不是否定命题,也可以从它并不换位这一事实中得到证明;因为在断言“凡无生命物都是非具感觉的”为真时,断言“凡非具感觉物都是无生命物”却不再为真,而特称命题断言“某种非具感觉物是无生命物”才是真的。正因为此,它也仅仅在第一格中被证明,并且转置命题不是否定命题的最明显标志就是它并不换位。另一方面,全称否定命题“没有人是有音乐修养的”则是按照上述三种方式被证明的。例如在第一格中如下:“凡人都是动物,没有动物是有音乐修养的,因此没有人是有音乐修养的”;而在第二格中以两种方式被证明:“没有有音乐修养的是动物,凡人都是动物,因此没有人是有音乐修养的”;“凡人都是动物,没有有音乐修养的是动物,因此没有有音乐修养的是人,即没有人是有音乐修养的”。 然而我们必须再次回到先前关于命题后承关系所证明的论点——即那些具有简单矛盾对立的命题与那些具有转置矛盾对立的命题之间的后承关系;并且我们在那些命题上展示过的后承关系,现在我们将更普遍地展示,不再在质料上,而仅仅在文字项上,按我们的习惯在文字项上进行普遍的证明。当时,Α(即简单肯定命题)被置于首位,而 Δ(即转置否定命题)被从属于它;而在作为 Α 的简单否定命题的 Β 之下,Γ(即转置肯定命题)[被从属]。在当时,Β 承随于 Γ(即简单否定命题承随于转置肯定命题),而 Δ(即转置否定命题)承随于 Α(即简单肯定命题)。现在我们如当时一样将 Α、Β 设定为矛盾对立;因为矛盾对立的本质在于不可能同时属于同一事物,而是必然有其一属于一切事物;同样也将 Γ、Δ 设定为矛盾对立(这在当时是依据转置的)。因此,否定命题承随于肯定命题且并不换位,以及肯定命题不可能同时为真而否定命题却可以同时为真,这些都必须予以证明。

语法注2 条
  1. 3.0τῷ δὲ Β ἁπλῇ ἀποφάσει ὄντι τοῦ Α τὸ Γ, τουτέστιν ἡ ἐκ μεταθέσεως κατάφασις

    此处省略了上一句的动词(ὑποτεταγμένον ἦν,“从属于”);与格 τῷ δὲ Β... 由该省略动词支配,主格 τὸ Γ 作主语。分词 ὄντι 与 Β 性数格一致,表同格说明(“对于作为 Α 的简单否定命题的 Β”)。

  2. 3.0ἀντιστρεφομένης τῆς καθόλου ἀποφατικῆς, εἴ γε ἀποφατικὴ ἦν ἡ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’

    独立属格结构(ἀντιστρεφομένης τῆς καθόλου ἀποφατικῆς)在与事实相反的虚拟主句(οὐκ ἐν πρώτῳ ἂν τοῦτο τὸ συμπέρασμα σχήματι ἐδείκνυτο... ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ)中充当方式或条件状语,随后的 εἴ γε 条件从句则补充了这一换位所依赖的反事实假定(“如果它确系否定命题的话”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:160.22-162.2