← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§163.12-164.14

对立命题的谬误与排中律之滥用的驳斥

泰米斯提乌斯揭示了一种因错误设定对立命题而看似得出简单命题与转置命题在同一列中承随的诡辩论证,指明其滥用排中律并予以驳斥,从而结束了对《前分析篇》全书的释义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#32

συμβαίνει οὖν ἡ τοιαύτη ἀπάτη, εἰ μὴ καλῶς ληφθείη τὰ ἀντικείμενα, οἷον εἴ τις νομίσοι, ὅτι ἐνδέχεται τοῦ Α καὶ τοῦ Β μίαν εἶναι ἀπόφασιν τὴν αὐτήν, τὸ Ζ, κοινῶς ἀμφοτέρων καὶ ἰδίᾳ ἑκατέρου.1 οἷον ἔστω τὸ μὲν Β ‘ἔστιν ἀγαθόν’, τὸ δὲ Α ‘οὐκ ἔστιν ἀγαθόν’· τούτων ἀμφοτέρων μία ὑποκείσθω ἀπόφασις τὸ Ζ τὸ ‘οὔτε ἔστιν ἀγαθὸν οὔτε οὐκ ἔστιν ἀγαθόν’. πάλιν τοῦ Γ καὶ τοῦ Δ, λέγω δὴ τοῦ ‘ἔστιν οὐκ ἀγαθόν’ καὶ ‘οὐκ ἔστιν 〈οὐκ〉 ἀγαθόν’ ἀπόφασις τὸ Θ τὸ ‘οὔτε ἔστιν οὐκ ἀγαθὸν οὔτε οὐκ ἔστιν οὐκ ἀγαθόν’. τούτων οὕτως ἐχόντων δειχθήσεται, ὅτι, ὥσπερ τῷ Γ τὸ Α ἕπεται, οὕτω καὶ τῷ Δ τὸ Β. ἐπεὶ γὰρ τὸ Ζ ἀποφατικόν ἐστι τοῦ Α, ἐπὶ παντὸς δὲ ἢ τὸ Α ἢ τὸ Ζ, διὰ τὰ αὐτὰ δὲ ἐπὶ παντὸς ἢ τὸ Γ ἢ τὸ Θ, ὑπόκειται δέ, ὅτι, ᾧ τὸ Γ ὑπάρχει, τούτῳ παντὶ ἕπεται τὸ Α, ἀνάγκη πᾶσα καὶ ᾧ τὸ Ζ, τούτῳ παντὶ τὸ Θ ὑπάρχειν. ἐπειδὴ γὰρ ἐπὶ παντὸς ἢ τὸ Θ ἢ τὸ Γ, εἰ μὴ τὸ Θ ὑπάρχει τούτῳ, ᾧ ὑπάρχει τὸ Ζ, τὸ Γ ὑπάρξει· ἀλλ’ εἰ ᾧ τὸ Ζ, τούτῳ καὶ τὸ Γ, ᾧ δὲ τὸ Γ, τούτῳ ὑπόκειται τὸ Α, ᾧ ἄρα τὸ Ζ, τούτῳ καὶ τὸ Α ὑπάρξει, ὅπερ ἀδύνατον· ἀντίφασις γὰρ τὸ Α, Ζ.2 εἰ οὖν, ᾧ τὸ Ζ, τούτῳ τὸ Γ οὐκ ἐνδέχεται, ἀνάγκη δήπου τὸ Θ· ἐπὶ παντὸς γὰρ ἢ τὸ Γ ἢ τὸ Θ. πάλιν ἐπειδὴ τὸ Ζ ἀπόφασίς ἐστι τοῦ Β, παντὶ ἄρα ἢ τὸ Β ἢ τὸ Ζ· διὰ τὰ αὐτὰ καὶ ἐπὶ παντὸς ἢ τὸ Δ ἢ τὸ Θ· δέδεικται δέ, ὅτι, ᾧ τὸ Ζ, τούτῳ καὶ τὸ Θ· ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Β. εἰ γάρ, ᾧ τὸ Δ, τούτῳ μὴ ὑπάρχει τὸ Β, ἐπειδὴ ἐπὶ παντὸς ἢ τὸ Β ἢ τὸ Ζ, ᾧ ἄρα τὸ Δ, τούτῳ τὸ Ζ ὑπάρχει· ἀλλ’ ᾧ τὸ Ζ ὑπάρχει, τούτῳ δέδεικται καὶ τὸ Θ ὑπάρχον· ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Θ ἡ ἀντίφασις, ὅπερ ἀδύνατον· οὐκ ἄρα, ᾧ τὸ Δ, τούτῳ τὸ Ζ· λείπεται ἄρα τὸ Β. εἰ οὖν, ᾧ τὸ Δ, τούτῳ τὸ Β, ὑπόκειται δὲ καὶ ᾧ τὸ Γ, τούτῳ καὶ τὸ Α, καθ’ ἕνα ἄρα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἕψονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ· τοὐναντίον δὲ δέδεικται πρότερον. ὁ μὲν οὖν τρόπος τῆς ἀπάτης τοιοῦτος. συνέβη δὲ διὰ τὸ κακῶς εἰλῆφθαι τὸ Ζ ἀπόφασιν εἶναι τοῦ τε Α καὶ τοῦ Β, ὁμοίως τὸ Θ τοῦ τε Γ καὶ τοῦ Δ· ψεῦδος γάρ, ὅτι ἐπὶ πάντων ἢ τὸ Α ἢ τὸ Ζ καὶ πάλιν ἢ τὸ Β ἢ τὸ Ζ. ὁμοίως καὶ ἐπὶ τῶν Γ Δ Θ. τοῦ γὰρ ‘ἔστιν ἀγαθόν’, ὅπερ ἦν τὸ Α, ἀπόφασίς ἐστι τὸ ‘οὐκ ἔστιν ἀγαθόν’ 〈,οὐ μὴν τὸ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’· ἀδύνατον γάρ ἐστί τι, ὃ οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν,〉 ἀλλὰ πάντως θάτερον ἀνάγκη. ὁμοίως δὲ οὐδὲ τοῦ Β, ὅπερ ἦν τὸ ‘οὐκ ἔστιν ἀγαθόν’, ἀπόφασις ἦν τὸ Ζ τὸ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’· περιείληπται γὰρ ἐν τῷ Ζ τὸ Β· τὸ γὰρ ‘οὐκ ἔστιν ἀγαθόν’ ταὐτόν ἐστι τῷ ‘οὔτε ἀγαθόν ἐστιν’. ὁμοίως οὐδὲ τὸ Θ ἀπόφασις δειχθήσεται ἢ τοῦ Γ ἢ τοῦ Δ. τούτου δὲ συγκεχωρημένου ἡ ἀπάτη προῄει· ὥστε διὰ τὸ μὴ καλῶς εἰλῆφθαι τὰ ἀντικείμενα, λέγω δὴ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν τὰς ἀντιφατικῶς ἀντικειμένας, ἡ πλάνη γέγονε. ταῦτα δὲ καθόλου παρεθέμην πρὸς ἔνδειξιν τοῦ δεῖν ἀκριβῶς τὰς ἀντιθέσεις καὶ ἀντιφάσεις λαμβάνειν, ἐπεὶ δόξει τοῖς μὴ μετ’ ἐπιστάσεως λαμβάνουσιν ἄλλως τινὰ ἔχειν δύνασθαι τῶν ἀποδεδειγμένων. Τέλος τῶν Προτέρων ἀναλυτικῶν.

这种欺罔之所以发生,乃是由于对立命题未能被正确地选取,例如有人认为对于 Α 和 Β 能够存在一个且同一的否定命题 Ζ,既对两者共通又对各自分别固有。例如,设 Β 为“是善的”,Α 为“不是善的”;对于这两者,设定一个单一的否定命题 Ζ,即“既非是善的,又非不是善的”。再者,对于 Γ 和 Δ(我指“是非善的”与“不是非善的”),设其否定命题为 Θ,即“既非是非善的,又非不是非善的”。在这些条件成立的情况下,就会证明出:正如 Α 承随于 Γ 一样,Β 亦将承随于 Δ。 因为既然 Ζ 是 Α 的否定命题,而在一切情形下非 Α 即 Ζ,且基于同样的原因在一切情形下非 Γ 即 Θ,而又假定了凡 Γ 所属于者,Α 亦必承随于其全体,那么凡 Ζ 所属于者,Θ 也必然属于其全体。因为既然在一切情形下非 Θ 即 Γ,如果对于 Ζ 所属于的事物 Θ 并不属于,那么 Γ 将会属于;但如果凡 Ζ 所属于者 Γ 亦属于,而凡 Γ 所属于者假定了 Α 属于之,那么凡 Ζ 所属于者 Α 也将属于之,而这是不可能的;因为 Α 与 Ζ 构成矛盾。因此,如果凡 Ζ 所属于者 Γ 不可能属于,想必必然是 Θ 属于;因为在一切情形下非 Γ 即 Θ。 再次,既然 Ζ 是 Β 的否定命题,因此凡事物非 Β 即 Ζ;基于同样的原因,在一切情形下非 Δ 即 Θ;并且已经证明,凡 Ζ 所属于者,Θ 亦属于;因此,凡 Δ 所属于者,Β 亦属于。因为如果对于 Δ 所属于的事物 Β 并不属于,既然在一切情形下非 Β 即 Ζ,那么凡 Δ 所属于者 Ζ 便属于之;然而已经证明,凡 Ζ 所属于者 Θ 亦属于;因此,凡 Δ 所属于者,其矛盾对立项 Θ 亦将属于之,而这是不可能的;因此并非凡 Δ 所属于者 Ζ 属于;于是剩下的必然是 Β。因此,如果凡 Δ 所属于者 Β 属于,而且又假定了凡 Γ 所属于者 Α 亦属于,那么便会按照同一列使得转置命题承随简单命题,或简单命题承随转置命题;但此前已经证明了相反的结论。欺罔的方式便是如此。 而这乃是由于错误地将 Ζ 认定为 Α 和 Β 两者的否定命题,同样将 Θ 认定为 Γ 和 Δ 两者的否定命题所致;因为断言在一切事物上非 Α 即 Ζ,且再次非 Β 即 Ζ,是虚假的。在 Γ、Δ、Θ 的情形下亦同样如此。因为对于“是善的”(这本是 Α)而言,其否定是“不是善的”[绝非“既非善的又非不是善的”;因为不可能存在某种既非善的又非不是善的事物],而是在一切情形下必然居其一。同样,对于曾是“不是善的”之 Β 而言,否定命题亦非“既非善的又非不是善的”这一 Ζ;因为在 Ζ 之中已经包含了 Β;事实上,“不是善的”与“亦非善的”乃是同一的。同样,亦可证明 Θ 并非 Γ 或 Δ 的否定命题。但在这一前提被承认之后,欺罔便得以推演;因此,正是由于未能正确选取对立项(我指矛盾对立的肯定命题与否定命题),才产生了这一迷误。 我总体上提出这些,是为了表明必须精确地把握对立与矛盾,因为在那些不加深究而予以接受的人看来,某些已被证明的结论似乎能够具有另外的情状。 《前分析篇》[释义]终。

语法注2 条
  1. 3.0κοινῶς ἀμφοτέρων καὶ ἰδίᾳ ἑκατέρου

    属格 ἀμφοτέρων 与 ἑκατέρου 作为副词 κοινῶς 和 ἰδίᾳ 的补足语(表示关联或所属的属格),修饰前文的 μίαν εἶναι ἀπόφασιν τὴν αὐτήν。该短语指出了诡辩的核心假定,即认为存在一个“既对两者共通又对各自分别固有”的单一否定命题。

  2. 3.0ἀντίφασις γὰρ τὸ Α, Ζ

    名词谓语省略句,省略了系动词 ἐστί,ἀντίφασις 作表语,主语为 τὸ Α, Ζ,意为“因为 Α 与 Ζ 构成矛盾”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:163.12-164.14