- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:159.9-160.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯基于《前分析篇》第一卷第46章,借助墙的例子以及与缺乏命题的类比,证明了对角线上的否定命题可以同时为真;随后返回最初的论点,借助偶真质料证明全称肯定命题真正的矛盾对立否定命题是简单否定命题,而非转置肯定命题。
ἐφ’ ὧν γὰρ ἡ μὲν ἁπλῆ ἀπόφασις ἀληθὴς ἦν ἡ Β, οὐκέτι δὲ καὶ ἡ ἐκ μεταθέσεως κατάφασις1 ἡ Γ (οὐ γὰρ ἀντέστρεφεν), ἐπὶ τούτων ἐξ ἀνάγκης ἀληθὴς ἡ Δ ἡ ἐκ μεταθέσεως ἀπόφασις· ἐπὶ παντὸς γὰρ ἢ τὸ Γ ἢ τὸ Δ (ἀντίφασις γάρ), καὶ οὐχ εἵπετο τῷ Β τὸ Γ. πάλιν ἐφ’ ὧν ἀληθοῦς οὔσης τῆς Δ τῆς ἐκ μεταθέσεως 〈ἀποφάσεως〉 οὐκ ἦν ἀληθὴς ἡ ἁπλῆ κατάφασις (οὐ γὰρ ἀντέστρεφεν), ἐπὶ τούτων ἀληθὴς ἡ ἁπλῆ ἀπόφασις ἡ Β· ἐπὶ παντὸς γὰρ ἢ τὸ Α ἢ τὸ Β. ὥστε γίνονται ἅμα ἀληθεῖς αἱ ἀποφάσεις ἐπί τινων· ἐπὶ γὰρ τοῦ τοίχου ἀληθὴς ἥ τε λέγουσα αὐτὸν μὴ εἶναι ξύλον λευκὸν καὶ ἡ λέγουσα αὐτὸν μὴ εἶναι ξύλον οὐ λευκόν. ὡς δὲ ἔχουσιν ἀκολουθίας ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου αἱ ἐκ μεταθέσεως πρὸς τὰς ἁπλᾶς, οὕτως ἔχουσι καὶ αἱ στερητικαὶ πρὸς τὰς κατηγορίας, τουτέστι τὰς ἁπλᾶς, ταύτῃ τῇ θέσει· ἔστιν ἴσον, οὐκ ἔστιν ἴσον, οὐκ ἔστιν ἄνισον, ἔστιν ἄνισον. ὅπερ ἂν εἴη ἴσον, οὐκ ἔστιν ἄνισον, οὐ μήν, ὅπερ οὐκ ἔστιν ἄνισον, ἤδη τοῦτο ἐστὶν ἴσον· ἀληθὲς γὰρ ἐπὶ τοῦ μὴ ποσοῦ ἢ μὴ ὄντος ὅλως τὸ εἰπεῖν, ὅτι οὐκ ἔστιν ἄνισον, οἷον ὅτι ἡ ψυχὴ οὐκ ἔστιν ἄνισον ἢ τὸ χρῶμα· οὐ μὴν ὅτι καὶ ἴσον ἐστίν. ὃ γὰρ μηδὲ ποσόν, τοῦτο οὔτε ἴσον ἔσται οὔτε [οὐκ] ἄνισον. πάλιν μὲν εἴ τί ἐστιν ἄνισον, τοῦτο οὐκ ἔστιν ἴσον· εἴ τι δὲ οὐκ ἔστιν ἴσον, οὐ πάντως καὶ ἄνισον. οὐ γὰρ ἐπὶ πάντων, ἐφ’ ὧν ἀληθής ἐστιν ἡ ἁπλῆ ἀπόφασις, ἐπὶ τούτων καὶ ἡ στερητικὴ κατάφασις, ἥτις ἦν τὸ Γ· οὐκ ἴσον μὲν χρῶμα καὶ φωνή, οὐ μὴν καὶ ἄνισον· τὸ γὰρ ἄνισον, ὡς προεῖπον, ἐπὶ ὡρισμένου τινὸς ἀληθές ἐστιν· ἐπὶ γὰρ τοῦ ποσοῦ. καὶ αἱ μὲν καταφάσεις οὐδέποτε συναληθεύουσιν, ‘ἔστιν ἴσον, ἔστιν ἄνισον’· τὰς δὲ ἀποφάσεις ἐνδέχεται ἐπὶ τοῦ μὴ ὄντος ἢ ὅλως ἐπὶ τοῦ μὴ ποσοῦ· τὸ γὰρ μὴ ὂν ἢ τὸ χρῶμα ἀληθὲς εἰπεῖν καὶ ὅτι οὐκ ἔστιν ἴσον καὶ ὅτι οὐκ ἔστιν ἄνισον. Ἀναδραμητέον δὲ πάλιν ἡμᾶς πρὸς τὰ ἐξ ἀρχῆς,2 λέγω δὴ ὅτι τῆς ἁπλῆς καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις ἀλλ’ ἡ ἁπλῆ ἀπόφασις. τοῦτο δὲ δῆλον ἔσται μάλιστα ἐπὶ τῶν τοιούτων ὑλῶν, αἵτινες τισὶ μὲν ὑπάρχουσι τισὶ δὲ οὐχ ὑπάρχουσιν, οἷον τὸ λευκὸν τισὶ μὲν ἀνθρώποις ὑπάρχει τισὶ δὲ οὐχ ὑπάρχει. ἐπὶ τῶν τοιούτων οὖν τῆς καταφάσεως ψευδοῦς οὔσης, οἷον ὅτι πᾶς ἄνθρωπος λευκός, ἀνάγκη δήπου τὴν ἀπόφασιν ὁμοίως ἀληθῆ εἶναι, τουτέστιν ἐπὶ πάσης τῆς τοιαύτης ὕλης· τῆς γὰρ ἀντιφάσεως θάτερον μόριον ἀνάγκη ἀληθὲς εἶναι θάτερον δὲ ψεῦδος. ὅτι δὲ τῆς ‘πᾶς ἄνθρωπος λευκός’ ἀπόφασίς ἐστιν ἡ ‘οὐ πᾶς ἄνθρωπος λευκός’, δῆλον ἐξ ὧν ἐκείνης ψευδομένης αὕτη ἀληθεύει. ἡ μέντοι ‘πᾶς ἄνθρωπος οὐ λευκός ἐστιν’ ἐκ μεταθέσεως οὖσα καταφατικὴ ψευδής ἐστιν. οὐκ ἄρα ἀπόφασις τῆς ‘ἔστι πᾶς ἄνθρωπος λευκός’ ἡ ‘ἔστι πᾶς ἄνθρωπος οὐ λευκός’ (ἄμφω γὰρ ψευδεῖς) ἀλλ’ ἡ ‘οὐκ ἔστι πᾶς ἄνθρωπος λευκός’. καὶ ἐπὶ πάντων τῶν τοιούτων ὡσαύτως. σαφῶς ἄρα διὰ τῆς τοιαύτης ὕλης ἐλήλεκται, ὅτι τῆς ἁπλῆς καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις (ἄμφω γὰρ ψευδεῖς) ἀλλ’ ἡ ἁπλῆ ἀπόφασις, τουτέστιν ἡ ‘οὐκ ἔστι λευκὰ πάντα’ καὶ ‘οὐκ ἔστι λευκὸν ἕκαστον’. τούτοις γὰρ ταὐτόν ἐστι τὸ ‘οὐ πᾶς ἄνθρωπος λευκός’, ἢ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ ‘ἔστιν οὐ λευκὰ πάντα’,3 τουτέστιν ἡ ‘πᾶς ἄνθρωπος οὐ λευκός’· ψευδὴς γάρ. ὁμοίως καὶ τοῦ ‘ἔστι πᾶν ζῷον λευκόν’ 〈τὸ ‘οὐκ ἔστι πᾶν ζῷον λευκόν’〉, ἀλλ’ οὐχ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ ‘πᾶν ζῷον οὐ λευκόν’· ἄμφω γὰρ ψευδεῖς. εἰ δὲ αὗται οὐκ ἀντιφατικῶς ἀντίκεινται, οὐδὲ ἐπὶ τῶν ἄλλων πασῶν ἔσται τοῦτο, κἂν ἐπί τινων ἡ μὲν ἀληθεύῃ ἡ δὲ ψεύδεται, ὡς ἐπὶ τῆς ἀναγκαίας ὕλης ‘πᾶν ζῷον οὐσία, πᾶν ζῷον οὐκ οὐσία’. οὐ γὰρ ἐπὶ τινῶν δεῖ οὕτως ἔχειν τὴν ἀντίφασιν, ἐπὶ τινῶν δὲ οὔ, ἀλλ’ ἀεὶ καὶ ἐπὶ πάντων τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι.
因为在简单否定命题 Β 为真、而转置肯定命题 Γ 却不再为真的那些事物上(因为它们并不换位),在这些事物上转置否定命题 Δ 必然为真;因为对一切事物而言,要么成立 Γ 要么成立 Δ(因为这是矛盾对立),而 Γ 并不承随于 Β。再次,在转置否定命题 Δ 为真而简单肯定命题却不为真的那些事物上(因为它们并不换位),在这些事物上简单否定命题 Β 为真;因为对一切事物而言,要么成立 Α 要么成立 Β。因此,否定命题彼此在某些事物上确实同时为真;因为关于墙,说它不是白木头的命题和说它不是非白木头的命题都是真的。 正如在以第三项附加作谓项的命题中,转置命题对简单命题具有后承关系那样,在这一位置配置中,缺乏命题对直陈谓述——即简单命题——也具有同样的关系:“是相等的”、“不是相等的”、“不是不等的”、“是不等的”。凡是相等的,就不是不等的;然而不是不等的,却并非立刻就是相等的;因为关于非量或根本的非存在,说它不是不等的,这是真的——例如说灵魂或颜色[不是不等的]——然而说它也是相等的却非真。因为连量都不是的事物,既不会是相等的,也不会是不等的。再次,如果某物是不等的,此物就不是相等的;但如果某物不是相等的,却绝非必定也是不等的。因为绝非在简单否定命题为真的一切事物上,缺乏肯定命题(即 Γ)也同样为真;颜色和声音固然不是相等的,但也不是不等的;因为不等,正如我先前所说,只在某种被限定的事物上为真,即在量上为真。并且肯定命题彼此——“是相等的”、“是不等的”——绝不同时为真;而否定命题彼此对于非存在或根本不是量的事物却可以同时为真;因为关于非存在或颜色,说它不是相等的以及说它不是不等的,这两者都是真的。 然而我们必须再次回到最初的论点,我指的是:简单肯定命题的否定命题并不是转置肯定命题,而是简单否定命题。这一点在属于某些事物而不属于另一些事物的这类质料上将最为明显,正如白色属于某些人而不属于另一些人。因此在这样的质料上,当肯定命题为假时(例如“所有人都是白的”),其否定命题同样必然为真,也就是说在这类质料的全体上都为真;因为在矛盾对立中,必然一部分为真而另一部分为假。而“所有人都是白的”的否定命题是“并非所有人都是白的”,这一点从前者为假时后者为真即可明了。然而“所有人都是非白的”作为转置肯定命题,却是假的。因此,“所有人都是白的”的否定命题不是“所有人都是非白的”(因为两者皆假),而是“并非所有人都是白的”。在所有这类事例中亦是如此。因此,通过这类质料已经清楚地证明了:简单肯定命题的否定命题不是转置肯定命题(因为两者皆假),而是简单否定命题,即“并非一切都是白的”和“并非每一事物都是白的”。因为与这些命题等同的是“并非所有人都是白的”,而不是转置肯定命题“一切都是非白的”(即“所有人都是非白的”);因为后者是假的。同样,对于“凡动物都是白的”,[其否定命题是“并非凡动物都是白的”],而不是转置肯定命题“凡动物都是非白的”;因为两者皆假。如果这些命题并非矛盾对立,那么在其余所有事例中也不会是矛盾对立,即使在某些事例中确实一真一假(正如在必然质料中,“凡动物都是实体”、“凡动物都是非实体”那样)。因为矛盾对立不应当在某些事物上如此而在另一些事物上不如此,而必须始终且在一切事物上一真一假。
- 3.0ἐφ’ ὧν ἀληθοῦς οὔσης τῆς Δ τῆς ἐκ μεταθέσεως 〈ἀποφάσεως〉 οὐκ ἦν ἀληθὴς ἡ ἁπλῆ κατάφασις
在由关系代词引出的从句 ἐφ' ὧν ... 内部嵌套了属格独立结构 ἀληθοῦς οὔσης τῆς Δ ...,并与主句的 ἐπὶ τούτων 形成照应。整个结构界定了适用的对象范围:“在转置否定命题 Δ 为真而简单肯定命题不为真的那些事物上”。
- 3.0ἀναδραμητέον δὲ πάλιν ἡμᾶς πρὸς τὰ ἐξ ἀρχῆς
由动形容词 ἀναδραμητέον 构成的无人称结构,其施事者由宾格 ἡμᾶς 表示(虽然动形容词的施事者通常用与格,但用宾格也是标准用法之一)。整体表示必然性或义务:“我们必须回到”。
- 3.0τούτοις γὰρ ταὐτόν ἐστι τὸ ‘οὐ πᾶς ἄνθρωπος λευκός’, ἢ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ ‘ἔστιν οὐ λευκὰ πάντα’
τούτοις 是指向上文刚提及的复数简单否定命题(“并非一切都是白的”等)的与格指示代词。连词 ἤ 在此起排他/对比的作用,将正确的矛盾否定命题与被否定的候选命题(转置肯定命题)并置对比,意为“而不是转置肯定命题……”。
