← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§157.34-159.9

转置肯定的推导关系与对角命题的相容性

特米斯提乌斯依据《前分析篇》第1卷第46章,在简单命题与转置命题的四项图式中,论证了转置肯定命题单向推导出简单否定命题的关系,并证明对角线上的两个肯定命题绝不相容,而两个否定命题在非存在等事物上却可以同时为真。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#28

καὶ γὰρ ἡ ψυχὴ οὐκ ἔστι ξύλον οὐ λευκόν, καὶ τὸ μὴ ὂν οὐκ ἔστι ξύλον οὐ λευκόν· ὅπερ δὲ ἂν ξύλον ᾖ λευκόν, πάντως καὶ ξύλον ἐστίν· οὐκ ἄρα τῇ ἐκ μεταθέσεως ἀποφάσει, ἥτις ἦν τὸ Δ, ἕπεται ἡ ἁπλῆ κατάφασις, ἐφ’ ἧς τὸ Α, διὰ τὸ ἐπὶ πλέον εἶναι τὴν ἀπόφασιν 〈τὴν〉 ἐκ μεταθέσεως τῆς ἁπλῆς καταφάσεως. ὥσπερ δὲ τῇ ἁπλῇ καταφάσει ἠκολούθει ἡ ἐκ μεταθέσεως ἀπόφασις, οὕτως κατὰ τὸ ἐναντίον τῇ ἐκ μεταθέσεως καταφάσει ἕπεται ἡ ἁπλῆ ἀπόφασις καὶ οὐκ ἀντιστρέφει, τουτέστιν ἐφ’ οὗ τὸ Γ, πάντως ἐπὶ τούτου καὶ τὸ Β, 〈οὐ μὴν ἐφ’ οὗ τὸ Β, πάντως καὶ τὸ Γ, διὰ τὸ ἐπὶ πλέον εἶναι τὸ Β τοῦ Γ. ὅτι οὖν ἐφ’ οὗ τὸ Γ, πάντως ἐπὶ τούτου καὶ τὸ Β,〉 τῷ αὐτῷ τρόπῳ δεικνύω. εἰ μὴ γὰρ τὸ Β, ἀνάγκη πάντως τὸ Α· ἐπὶ παντὸς γὰρ ἡ κατάφασις ἢ ἡ ἀπόφασις· ἀλλ’ ἀδύνατον· εἴ τι γάρ ἐστι ξύλον οὐ λευκόν, ἀδύνατόν ἐστι τοῦτο ξύλον εἶναι λευκόν· ὥστε τὸ ἀντικείμενον ἀνάγκη τὸ ‘οὐκ ἔστι ξύλον λευκόν’, ὅπερ ἐστὶ καὶ ἀληθές. ὅπερ γὰρ ἂν εἴη ξύλον οὐ λευκόν, 〈τοῦτο οὐκ ἔστι ξύλον λευκόν· οὐκέτι μέντοι, εἴ τι οὐκ ἔστι ξύλον λευκόν, τοῦτο ἔσται ξύλον οὐ λευκόν〉· καὶ γὰρ τὰ μὴ ὄντα ξύλα, οἷον ψυχή, ἄγγελος, καὶ ἔτι τὸ μὴ ὂν ὅλως ἀληθὲς εἰπεῖν, ὅτι οὐκ ἔστι ξύλον λευκόν· οὐκέτι μέντοι ἀληθὲς εἰπεῖν ‘ἔστι ξύλον οὐ λευκόν’. ἕπεται μὲν οὖν καὶ ἡ ἐκ μεταθέσεως κατάφασις τῇ ἁπλῇ ἀποφάσει, ἀλλ’ οὐκ ἀεί, ἀλλ’ ἐφ’ ὧν ἀληθὴς οἷον τῶν ξύλων μὲν ὄντων οὐ λευκῶν δέ (ἐπὶ γὰρ τῆς ἐβένου, εἰ ἀληθὲς εἰπεῖν τὴν ἁπλῆν ἀπόφασιν, ὥσπερ οὖν καὶ ἀληθὲς τὸ ὅτι 〈οὐκ ἔστι〉 ξύλον λευκόν, ἀκολουθήσει καὶ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ ‘ἔστι ξύλον οὐ λευκόν’), ἐφ’ ὧν δὲ οὐκ ἀληθής, οἷον ἐπὶ τῶν μὴ ὄντων ὅλως ξύλων οὐχ οἵα τε ἀκολουθεῖν. εἴπομεν γάρ, ὅτι ἡ ἁπλῆ ἀπόφασις καὶ ἐπὶ τῶν μὴ ὄντων χωρεῖ· τὸ γὰρ ‘οὐκ ἔστι ξύλον λευκόν’ φέρεται καὶ ἐπὶ ψυχῆς καὶ ἐπὶ τοῦ μὴ ὄντος. εἰ οὖν οὐκ ἔστι ξύλον ἡ ψυχὴ καὶ τὸ μὴ ὄν, πῶς ἂν ἀληθεύοι ἐπ’ αὐτῶν ἡ ἐκ μεταθέσεως κατάφασις ἡ ‘ἔστι ξύλον οὐ λευκόν’; ὃ γὰρ μὴ ὅλως ἐστὶ ξύλον, πῶς ἂν εἴη ξύλον οὐ λευκόν; Ἐπεὶ δ’ εἴρηται ἡμῖν, ὅπως ἔχουσιν αἱ ὑπάλληλοι προτάσεις ἐν τῷ διαγράμματι, ζητήσωμεν νῦν, ὅπως ἔχουσιν αἱ διαγώνιοι. φημὶ οὖν, ὅτι τὸ μὲν Α καὶ Γ, τουτέστιν ἡ ἁπλῆ κατάφασις καὶ ἡ ἐκ μεταθέσεως, οὐδέποτε τῷ αὐτῷ ὑπάρχουσιν· ὃ γάρ ἐστι ξύλον λευκόν, τοῦτο ἀδύνατον εἶναι ξύλον οὐ λευκόν. τὰς μέντοι ἀποφάσεις ἐνδέχεται ποτε συναληθεύειν, λέγω δὴ ἐπὶ τοῦ μὴ ὄντος· ἀληθὲς γὰρ τὸ λέγειν, ὅτι τὸ μὴ ὂν οὐκ ἔστι ξύλον λευκὸν καὶ πάλιν οὐκ ἔστι ξύλον οὐ λευκόν. οὐ μόνον δὲ ἐπὶ τοῦ μὴ ὄντος ἀλλὰ καὶ ἐπὶ τῶν ὄντων μὴ ὄντων δὲ ὅλως ξύλων, οἷον ἡ ψυχὴ οὐκ ἔστι ξύλον λευκόν, ἀλλὰ καὶ οὐκ ἔστι ξύλον οὐ λευκόν. ὥστε αἱ μὲν καταφάσεις οὐδέποτε συναληθεύουσι, τὰς δὲ ἀποφάσεις ἐνδέχεται συναληθεύειν. λέγω δὲ ταῦτα περὶ τῶν μερικῶν προσδιωρισμένων προτάσεων·1 αὗται γάρ εἰσιν αἱ τὴν ἀντίφασιν ποιοῦσαι, ἐπεὶ τάς γε ἀπροσδιορίστους οὐδὲν κωλύει πάσας πάσαις συναληθεύειν. ὅτι δὲ μὴ οἷόν τε τὰς καταφάσεις τὰς εἰρημένας ἅμα ἀληθεῖς εἶναι, ἱκανὴ μὲν καὶ ἡ ἐνάργεια δηλῶσαι, οὐ μὴν ἀλλὰ καὶ διότι2 ἅμα ἀληθεῖς ἔσονται καὶ αἱ ἀντιφατικῶς ἀντικείμεναι. τῇ μὲν γὰρ ἁπλῇ καταφάσει ἕπεται ἡ ἐκ μεταθέσεως ἀπόφασις, ὥστε ἅμα ἀληθὴς ἔσται ἥ τε κατάφασις ἡ ἐκ μεταθέσεως, ἐφ’ ἧς τὸ Γ, καὶ ἡ ἀπόφασις αὐτῆς, ἐφ’ ἧς τὸ Β. πάλιν ἐπεὶ τῷ Γ, τῇ καταφάσει τῇ ἐκ μεταθέσεως, ἕπεται τὸ Β, ἡ ἁπλῆ ἀπόφασις, ἅμα ἔσονται ἀληθεῖς ἥ τε ἁπλῆ κατάφασις, ἐφ’ ἧς τὸ Α, καὶ ἡ ἀπόφασις αὐτῆς, ἐφ’ ἧς τὸ Β. ταῦτα δὲ ἀδύνατα. τὰς μὲν τοίνυν ἀποφάσεις, τήν τε ἁπλῆν, ἥτις ἦν ἐπὶ τοῦ Β, καὶ τὴν ἐκ μεταθέσεως, ἥτις ἦν ἐπὶ τοῦ Δ, ἐνδέχεται ἐπί τινος ἅμα ἀληθεῖς εἶναι.

因为灵魂不是非白的木头,非存在也不是非白的木头;但凡是白木头的,必定也是木头。因此,在转置否定命题(即 Δ)之后,简单肯定命题(位于 Α)并不承随,这是由于转置否定命题的外延比简单肯定命题更广。正如在简单肯定命题之后承随着转置否定命题一样,反过来,在转置肯定命题之后也承随着简单否定命题,并且不能换位;这就是说,凡是有 Γ 的地方,在其上必定也有 Β,[然而凡是有 Β 的地方,却绝非必定也有 Γ,因为 Β 的外延比 Γ 更广。因此,凡是有 Γ 的地方,在其上必定也有 Β],我以同样的方式来证明这一点。因为如果不成立 Β,就必然处处成立 Α(因为对一切事物而言,肯定命题或否定命题必居其一);但这却是不可能的;因为如果某物是非白的木头,此物就不可能是白木头;因此对立的面“不是白木头”是必然的,而这确实也是真的。因为凡是非白的木头,[这就不是白木头;然而如果某物不是白木头,这却不再必然是非白的木头];因为关于不是木头的事物,比如灵魂、天使,以及完全的非存在,说它不是白木头是真实的;然而说“是非白的木头”却不再是真实的了。因此,转置肯定命题固然也承随于简单否定命题,但并非总是如此,而只是在它为真的那些事物上承随,例如在虽是木头但并非白色的事物上(因为在乌木的例子中,如果说简单否定命题是真的,正如[它不是]白木头确实是真的那样,“是非白的木头”这一转置肯定命题也将承随);但在它不为真的那些事物上,例如在根本不是木头的事物上,它却不可能承随。因为我们曾说过,简单否定命题甚至适用于非存在者;因为“不是白木头”既适用于灵魂,也适用于非存在。那么,如果灵魂和非存在不是木头,说“是非白的木头”这一转置肯定命题在它们之上怎能为真呢?因为根本不是木头的东西,怎能是非白的木头呢? 既然我们已经说明了图表中纵向对应的命题相互之间具有怎样的关系,现在让我们探讨对角线上的命题具有怎样的关系。我说,Α 与 Γ,即简单肯定命题与转置肯定命题,绝不可能同时属于同一事物;因为凡是白木头的事物,就不可能是非白的木头。然而,否定命题彼此之间有时却可以同时为真,我指的正是关于非存在;因为说非存在不是白木头,并且又不是非白的木头,这是真的。而且不仅关于非存在,甚至关于根本不是木头的存在者也是如此:例如灵魂不是白木头,但也同样不是非白的木头。因此,肯定命题彼此绝不同时为真,而否定命题彼此却可以同时为真。我说这些是针对带有量词限定的特定命题而言的;因为正是这些命题构成了矛盾对立,毕竟没有任何东西能妨碍不定命题彼此之间全部同时为真。而上述肯定命题不可能同时为真,不仅自明性本身就足以表明,而且还因为矛盾对立的命题也将同时为真。因为简单肯定命题之后承随着转置否定命题,以至于转置肯定命题(位于 Γ)与它自身的否定命题(位于 Β)将同时为真。再次,既然在转置肯定命题 Γ 之后承随着简单否定命题 Β,那么简单肯定命题(位于 Α)与其自身的否定命题(位于 Β)也将同时为真。但这些都是不可能的。因此,否定命题彼此——即位于 Β 的简单否定命题与位于 Δ 的转置否定命题——对于某物而言是可以同时为真的。

语法注2 条
  1. 3.0λέγω δὲ ταῦτα περὶ τῶν μερικῶν προσδιωρισμένων προτάσεων

    介词短语 περὶ τῶν μερικῶν προσδιωρισμένων προτάσεων 与后文的 ἀπροσδιορίστους(“不定命题”)相对照,并由 αὗται γάρ εἰσιν αἱ τὴν ἀντίφασιν ποιοῦσαι(“因为正是这些构成矛盾对立”)加以解释,指的是带有量词限定词、具有明确矛盾对立关系的特定命题。

  2. 3.0οὐ μὴν ἀλλὰ καὶ διότι

    成语性短语 οὐ μὴν ἀλλά(“不仅如此”、“而且反倒”)接在先行分句 ἱκανὴ μὲν καὶ ἡ ἐνάργεια δηλῶσαι(“虽然自明性本身就足以表明”)之后,引出进一步的反证法理由(διότι ἅμα ἀληθεῖς ἔσονται……),指出矛盾对立命题将荒谬地同时为真。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:157.34-159.9