- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:156.19-157.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌斯通过补充具体主词的例证来强化转置肯定命题与简单否定命题的差异,构建了四项命题方阵(Α, Β, Γ, Δ),并论证了从简单肯定命题(Α)到转置否定命题(Δ)的单向推论蕴涵关系。
ἴσον δὲ καὶ ἄνισον, ᾧ ὅμοιον τὸ ‘ἔστιν οὐκ ἴσον’, οὐκ ἐπὶ παντὸς [οὐκ ἐπὶ παντὸς] διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἀλλ’ ἐπὶ ὄντων τε καὶ ποσῶν. Ἔτι πάλιν ἐπὶ σαφέστερον μετέλθωμεν. ἐν μὲν γὰρ τοῖς ἐπάνω ἄνευ τινὸς ὑποκειμένου λέγων τὸ ‘〈οὐκ〉 ἔστιν ἀγαθόν’ ἢ ‘ἔστιν οὐκ ἀγαθόν’ καὶ ‘ἔστιν οὐκ ἴσον’ καὶ ‘οὐκ ἔστιν ἴσον’, μὴ προστιθεὶς δέ, τί ποτέ ἐστιν, ὅ ταῦτα λέγεται ἢ εἶναι ἢ μὴ εἶναι, ἀσαφέστερον ἐποιούμην τὸν λόγον· νῦν δὲ τοῦτο ποιήσας σαφὲς ποιήσω τὸ ἀσυνύπαρκτον τῆς τε ἀποφάσεως τῆς ἁπλῆς καὶ τῆς ἐκ μεταθέσεως καταφάσεως. ὁ μὲν γὰρ λέγων ‘ἔστι ξύλον οὐ λευκόν’ λέγει τι εἶναι ξύλον, τούτου δὲ κατηγορεῖ τὸ οὐ λευκόν· ὁ δὲ λέγων ‘οὐκ ἔστι ξύλον λευκόν’ δύναται μὴ μόνον τὸ λευκὸν ἀλλὰ καὶ τὸ ξύλον ἀποφάσκειν· ἀληθὲς γὰρ εἰπεῖν, ὅτι ἡ ψυχὴ καὶ τὸ μὴ ὂν οὐκ ἔστι ξύλον λευκόν. ὥστε οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις. πῶς δὲ τοῦτο συνῆκται, πολλάκις εἶπον. ἐπεὶ οὖν δεδείχαμεν, ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις οὐκ ἔστιν ἀπόφασις, ἀναγκαίως συνάξαι ἔστιν, ὅτι κατάφασις ἐστί· πάντα γὰρ ἀποφαντικὸν λόγον ἀνάγκη ἢ κατάφασιν εἶναι ἢ ἀπόφασιν· εἰ οὖν μὴ ἔστιν ἀπόφασις, κατάφασις ἂν εἴη πάντως. τὸ δὲ ‘πως’ προστεθείκαμεν ὑπὲρ τοῦ ἐνδείξασθαι, ὅτι οὐχ ἁπλῶς ἐστι κατάφασις ἀλλ’ ἐκ μεταθέσεως. πάσης δὲ καταφάσεως ἔστι τις ἀπόφασις· καὶ τῆς ἄρα λεγούσης ‘ἔστιν οὐκ ἀγαθόν’, ἥτις δέδεικται κατάφασις οὖσα, ἀπόφασις ἔσται, ἡ ‘οὐκ ἔστιν οὐκ ἀγαθόν’. Ἐπεὶ δὲ ἐδείξαμεν τὴν ‘ἔστιν οὐ λευκόν’ καὶ ‘ἔστιν οὐκ ἀγαθόν’ καὶ πάσας τὰς ὁμοίως ταύταις 〈τὸ〉 κατηγορούμενον 〈ἐχούσας〉 οἷον τὸ ‘ἔστιν οὐ τόδε’ ἄλλας οὔσας τῶν ἀποφάσεων τῶν ‘οὐκ ἔστι λευκόν’ καὶ ‘οὐκ ἔστιν ἀγαθόν’ καὶ καθόλου ‘〈οὐκ〉 ἔστι τοῦτο’ καὶ οὔσας [αὐτῶν] καὶ αὐτὰς καταφάσεις, ὥσπερ καὶ ἡ ‘ἔστι λευκόν’ καὶ ἡ ‘ἔστιν ἀγαθόν’ 〈καὶ〉 καθόλου ‘ἔστι τοῦτο’, καὶ οὔσας αὐτῶν ἀποφάσεις τὴν ‘οὐκ ἔστι λευκόν’ καὶ ‘οὐκ ἔστιν ἀγαθόν’ καὶ ὅλως τὰς ‘οὐκ ἔστιν οὐ τοῦτο’ (καθόλου γάρ, ἐν αἷς τὸ ‘ἔστι’ τρίτον προσκατηγορεῖται, δύο ἀντιθέσεις γίνονται καὶ δύο ἀποφάσεις, αἵ τε ἁπλαῖ καὶ αἱ ἐκ μεταθέσεως, ὡς ἐδείξαμεν ἐν τῷ Περὶ ἑρμηνείας), νῦν, τίνα τάξιν καὶ ἀκολουθίαν ἔχουσι πρὸς ἀλλήλας ἥ τε ἁπλῆ ἀντίφασις καὶ ἡ ἐκ μεταθέσεως, ὑπογράψομεν. ἔστι δὲ ταῦτα, ὧν ἐμνημονεύσαμεν ἐν τῷ Περὶ ἑρμηνείας εἰπόντες εἰρῆσθαι περὶ τῆς τάξεως αὐτῶν ἐν τοῖς Ἀναλυτικοῖς. τάξομεν οὖν, ὡς ἔφθην εἰπών· ὑπογράψομεν τιθέντες τὴν μὲν ἁπλῆν ἀντίφασιν ἐπὶ τῶν Α, Β, καὶ ἐπὶ μὲν τοῦ Α τὴν κατάφασιν τὴν ‘ἄνθρωπος ἀγαθός ἐστιν’, ἐπὶ δὲ τοῦ Β τὴν ἀπόφασιν αὐτῆς τὴν ‘ἄνθρωπος ἀγαθὸς οὐκ ἔστι’, καὶ τούτοις ὑποτάξομεν τὴν ἐκ μεταθέσεως ἀντίφασιν, ὑπὸ μὲν τὸ Β, ἐφ’ οὗ ἦν ἡ ἀπόφασις, τάσσοντες τὸ Γ καὶ ἐπ’ αὐτοῦ τὴν κατάφασιν τὴν ἐκ μεταθέσεως τὴν λέγουσαν ‘ἄνθρωπος οὐκ ἀγαθός ἐστιν’, ὑπὸ δὲ τὸ Α, ἐφ’ οὗ ἦν ἡ ἁπλῆ κατάφασις, θέντες τὸ Δ καὶ ἐπ’ αὐτοῦ τὴν ἐκ μεταθέσεως ἀπόφασιν τὴν ‘ἄνθρωπος οὐκ ἀγαθὸς οὐκ ἔστι’. μεθ’ ὃ διάγραμμα δεικτέον1 αὐτῶν τὴν πρὸς ἄλληλα σχέσιν τε καὶ ἀκολουθίαν, καὶ ὅτι ταῖς μὲν καταφάσεσιν αἱ συντεταγμέναι αὐταῖς ἀποφάσεις ἀκολουθοῦσιν, ἑκατέρα ἑκατέρᾳ, οὐκέτι δὲ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις. τούτων οὕτως ἐχόντων, ἐπειδὴ [δὲ] ἐπὶ παντὸς καὶ ὄντος καὶ μὴ ὄντος ἢ ἡ κατάφασις ἀληθὴς ἢ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι, ἀντιφατικῶς δὲ ἀντίκεινται τὸ Α τῷ Β καὶ ἔτι τὸ Γ τῷ Δ, ἐπὶ παντὸς ἄρα τὸ Α ἢ τὸ Β καὶ ἢ τὸ Γ ἢ τὸ Δ.2 ἐπεὶ οὖν τῷ Α ἀδύνατον ὑπάρξαι τὸ Γ (ἀδύνατον γὰρ 〈τὸ〉 αὐτὸ εἶναι λευκὸν καὶ εἶναι μὴ λευκόν), τὸ Δ ἄρα ὑπάρξει τῷ Α· ὃς γὰρ ἄνθρωπος ἀγαθός ἐστιν, οὗτος οὐκ ἔστιν ἄνθρωπος οὐκ ἀγαθός· ὥστε, ὃ ἂν εἴη Α, τοῦτο πάντως ἔσται καὶ Δ· τῇ ἄρα ἁπλῇ καταφάσει, τῷ Α, ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται, ἥτις ἐστὶ τὸ Δ. οὐ μὴν τὸ ἀνάπαλιν τῷ Δ ἕψεται τὸ Α· ἐπὶ πλέον γάρ ἐστι τὸ Δ τοῦ Α·3 τὸ γὰρ ‘οὐκ ἔστι ξύλον οὐ λευκόν’ ἀληθεύει, κἂν μὴ ὅλως εἴη ξύλον.
但是“相等的”与“不相等的”(“是非相等的”与此类似)并不是对一切事物划分真与假,而只是对存在的事物和量划分真假。让我们再次转向一个更清楚的例子。因为在前面的讨论中,在没有任何主词的情况下,只说“不是善的”或“是非善的”,以及“是非相等的”和“不是相等的”,而没有补充说明被说成是或不是这些特性的究竟是什么,我曾使论证显得不够清楚;但现在通过这样做,我将使简单否定命题与通过转置的肯定命题不能共存这一点变得明确。因为说“木头是非白的”的人,是在表明某物是木头,并将“非白”谓述于它;而说“不是白木头”的人,不仅能够否定白,而且能够否定木头;因为说灵魂和非存在者不是白木头是真实的。因此,通过转置的肯定命题不是简单肯定命题的否定命题。至于这是如何被推导出来的,我已经多次说明。因此,既然我们已经证明通过转置的肯定命题不是否定命题,便必然能够推导出它是肯定命题;因为一切断陈词句必然或者是否定命题,或者是肯定命题;因此如果它不是否定命题,就必然是肯定命题。而我们加上“在某种方式上”,是为了指明它不是纯粹的肯定命题,而是通过转置的肯定命题。并且对于每一个肯定命题都存在某种否定命题;因此,对于已经证明是肯定命题的、说“是非善的”命题,其否定命题将是“不是非善的”。 既然我们已经表明,“是非白的”和“是非善的”,以及一切具有类似于这些的谓词的命题(例如“是非此物的”),与否定命题“不是白的”和“不是善的”以及一般的“不是此物的”不同,它们本身也是肯定命题,正如同“是白的”和“是善的”以及一般的“是此物的”一样,并且它们的否定命题是“不是白的”和“不是善的”以及概括性的“不是非此物的”(因为一般来说,在那些“是”作为第三成分被附加谓述的命题中,正如我们在《解释篇》中所证明的那样,会产生两个对立和两个否定命题,即简单的否定命题和通过转置的否定命题),现在我们将勾勒出简单矛盾命题与通过转置的矛盾命题相互之间具有怎样的次序和承随关系。这些正是我们在《解释篇》中提到过的、并曾说在《分析篇》中已经论述了它们次序的事情。因此,我们将按照我先前所说的来安排:我们将通过把简单矛盾命题置于 Α、Β 来进行描绘,在 Α 上放置肯定命题“人是善的”,在 Β 上放置其否定命题“人不是善的”;在这些之下我们将附加上通过转置的矛盾命题,在曾放置否定命题的 Β 之下配置 Γ,并在其上放置说“人是非善的”这一通过转置的肯定命题;而在曾放置简单肯定命题的 Α 之下设置 Δ,并在其上放置通过转置的否定命题“人不是非善的”。在这一图表之后,必须展示它们相互之间的关系与承随,以及与肯定命题相配合的否定命题分别承随于各自的肯定命题,但肯定命题却不再承随于否定命题。情况既然如此,既然无论对于存在者还是非存在者的一切事物而言,相互矛盾对立的肯定命题或否定命题必有一者为真,而 Α 与 Β 矛盾对立,Γ 又与 Δ 矛盾对立,因此对于一切事物而言,或者 Α 或者 Β,并且或者 Γ 或者 Δ 成立。因此,既然 Γ 不可能属于 Α(因为同一事物不可能既是白的同时又是非白的),那么 Δ 就将属于 Α;因为凡是善的人,此人就不是非善的人;因此,凡是 Α 的事物,这必定也是 Δ;所以在简单肯定命题 Α 之后,承随着通过转置的否定命题,即 Δ。然而反过来 Α 绝不承随于 Δ;因为 Δ 的外延比 Α 更广;因为即使根本不存在木头,“不是非白的木头”也是真的。
- 3.0μεθ’ ὃ διάγραμμα δεικτέον
关系代词 ὅ 与其后的名词 διάγραμμα 在性数格上一致,作形容词性用法(“在这一图表之后”)。动词性形容词 δεικτέον 构成非人称句式,统摄其后的一系列宾格成分及 ὅτι 从句。
- 3.0ἐπὶ παντὸς ἄρα τὸ Α ἢ τὸ Β καὶ ἢ τὸ Γ ἢ τὸ Δ
承前省略谓词动词(ἀληθεύσει“为真”或 ὑπάρξει“属于”)的省略句。承接前文“对一切事物而言,肯定或否定必有一者为真”以及矛盾对立关系(Α对Β,Γ对Δ),表示对于任何对象而言,Α或Β必有一者成立,且Γ或Δ也必有一者成立。
- 3.0ἐπὶ πλέον γάρ ἐστι τὸ Δ τοῦ Α
带有比较属格 τοῦ Α 的表语短语 ἐπὶ πλέον ἐστί,表示外延更广(“Δ 的外延比 Α 更广”)。紧接着给出的理由表明,即使木头完全不存在,Δ 也依然为真。
