← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§155.3-156.19

简单否定与转置肯定非同一性的论证

特米斯提乌斯运用归谬法论证了简单否定命题与通过转置的肯定命题并非同一,随后通过适用于存在与非存在两者的“不是相等的”与以存在主词为前提的“是非相等的”之间的对比,进一步阐明了这种区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#26

καὶ δεικτέον τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· τίθημι γὰρ εἶναι ταὐτὸν τὸ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ καὶ τὸ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’, καὶ συλλογίζομαι τὸ ἑπόμενον ἄτοπον. εἰ γὰρ τῆς λεγούσης ‘ἔστι δυνάμενος βαδίζειν’ ἀπόφασίς ἐστιν ἡ λέγουσα 〈‘ἔστι δυνάμενος οὐ βαδίζειν’, ἐπειδὴ ὁμολογουμένως τῆς ‘ἔστι δυνάμενος βαδίζειν’ ἀπόφασις ἡ λέγουσα〉 ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ ἁπλῆ οὖσα καὶ αὐτή, ἔστι δὲ καὶ κατὰ τὴν ὑπόθεσιν καὶ ἡ ‘ἔστι δυνάμενος 〈μὴ〉 βαδίζειν τῆς αὐτῆς ἀπόφασις, ταὐτὸν ἄρα σημαίνουσιν ἄμφω, ἥ τε λέγουσα ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ καὶ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’· ἄμφω γὰρ καὶ τῆς αὐτῆς μιᾶς καταφάσεώς εἰσιν ἀποφάσεις τῆς ‘ἔστι δυνάμενος βαδίζειν’. εἰ οὖν τὸ αὐτὸ σημαίνουσιν, ἐφ’ ὧν δήπου ἡ μία ἀληθεύει, ἐπὶ τούτων καὶ τὴν λοιπὴν ἀληθεύειν ἀνάγκη. ἀλλ’ ἐπειδὴ ἐνδέχεται ἕνα καὶ τὸν αὐτὸν δύνασθαι βαδίζειν καὶ δύνασθαι μὴ βαδίζειν, μᾶλλον δὲ καὶ ἀναγκαῖον (ὃς γὰρ μὴ βαδίζων δύναται βαδίζειν, δῆλον δήπου 〈ὅτι〉 καὶ μὴ βαδίζειν δύναται· οὐδὲ γὰρ βαδίζει [δύναται] τότε, ὅτε λέγει δύνασθαι βαδίζειν), εἰ οὖν ἀμφότεραι αἱ προτάσεις ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσιν, ἥ τε ἁπλῆ ἡ ‘δύναται βαδίζειν’ καὶ ἡ ἐκ μεταθέσεως ἡ ‘δύναται μὴ βαδίζειν’, ἀλλὰ ἡ ‘δύναται μὴ βαδίζειν’ ταὐτὸν ἐσήμαινε κατὰ τὴν ὑπόθεσιν τῇ ‘οὐ δύναται βαδίζειν’ (ἄμφω γὰρ ἀποφάσεις τῆς ‘δύναται βαδίζειν’, ἡ μὲν κατὰ ἀλήθειαν ἡ δὲ κατὰ τὴν ὑπόθεσιν), καὶ ἡ ἄρα ‘δύναται βαδίζειν’ ταὐτὸν σημαίνοι ἂν τῇ ‘οὐ δύναται βαδίζειν’. ἐπὶ τοῦ αὐτοῦ ἄρα ἡ ἀντίφασις συναληθεύσει, ὅπερ ἀδύνατον. τὸ δὲ ἀδύνατον ἠκολούθησεν, ὅτι ὑπεθέμεθα τὴν ‘ἔστι δυνάμενος μὴ βαδίζειν’ ἀπόφασιν εἶναι τῆς ‘ἔστι δυνάμενος βαδίζειν’. ἀναγκαίως μὲν γὰρ εἰς ταὐτὸν συνήγετο τῇ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ ἡ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’· ἀλλ’ ἡ ‘ἔστι δυνάμενος βαδίζειν’ συνηλήθευε τῇ ‘ἔστι δυνάμενος 〈μὴ〉 βαδίζειν’· ἡ ἄρα ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ συναληθεύσει τῇ ‘ἔστι δυνάμενος βαδίζειν’. συναληθεύσει ἄρα ἡ ἀντίφασις, ὅπερ ἄτοπον. εἰ οὖν, ὡς ἔχει ἡ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν’ πρὸς τὴν ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’, οὕτως ἔχει καὶ ἡ λέγουσα ‘οὐκ ἔστιν ἀγαθόν’ καὶ ‘ἔστιν οὐκ ἀγαθόν’ (ἤδη γὰρ ἔφθημεν εἰπόντες, ὡς ὁμοίως ἔχουσιν αἵ τε τὸ ‘ἔστιν’ ἔχουσαι αἵ τε μὴ διὰ τὸ τὸ ῥῆμα εἰς μετοχὴν καὶ τὸ ‘ἔστιν’ ἀναλύεσθαι), δέδεικται δέ,1 ὅτι οὐκ ἔστι ταὐτὸν τὸ πρῶτον τῷ δευτέρῳ, οὐδ’ ἄρα τὸ τρίτον τῷ τετάρτῳ ταὐτὸν ἔσται. ἐν γὰρ τοῖς ἀνάλογον ὡς ἔχει τὸ πρῶτον πρὸς τὸ δεύτερον, οὕτως καὶ τὸ τρίτον ἔχει πρὸς τὸ τέταρτον· ἐκείνων οὖν τῶν αὐτῶν οὐκ ὄντων οὐδὲ ταῦτα ἂν εἴη τὰ αὐτά. ἀναλόγων γὰρ ὄντων τοῦ τε ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν καὶ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ τοῦ εἶναι λευκὸν καὶ τοῦ εἶναι μὴ λευκὸν καὶ τοῦ μὴ εἶναι λευκὸν τὸ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν ἄλλο ἐστὶ τοῦ μὴ ἐπίστασθαι τὸ [μὴ] ἀγαθόν. τὸ μὲν γὰρ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν τῷ ἐπίστασθαι τὸ ἀγαθὸν συνυπάρχει ἐπὶ τοῦ αὐτοῦ, τὸ δὲ μὴ ἐπίστασθαι οὐχ οἷόν τε ἀληθὲς εἶναι, ἐφ’ οὗ ἀληθὲς τὸ ἐπίστασθαι τὸ ἀγαθόν. καὶ τὸ εἶναι ἄρα μὴ λευκὸν ἄλλο ἐστὶ τοῦ μὴ εἶναι λευκόν. Μετακτέον δὲ καὶ ἐπὶ σαφέστερον ὑπόδειγμα τὸν λόγον δεικνύντας, ὅτι οὐκ ἔστι ταὐτὸν ἡ ἁπλῆ ἀπόφασις τῇ ἐκ μεταθέσεως καταφάσει. τὸ γὰρ ‘οὐκ ἔστιν ἴσον’ οὐκ ἂν εἴη ταὐτὸν τῷ ‘ἔστιν οὐκ ἴσον’. ὁ 〈γὰρ〉 λέγων ‘[οὐκ] ἔστιν οὐκ ἴσον’ τιθείς τι εἶναι τὸ ἴσον αὐτοῦ χωρίζει·2 κατὰ ὡρισμένου γάρ τινος ἡ τοιαύτη κατηγορία 〈καὶ〉 ὑποκειμένου· οὐ γὰρ ἀληθὲς κατὰ τοῦ μηδ’ ὅλως ὄντος καταφῆσαι καὶ κατηγορῆσαι τὸ ‘ἔστιν οὐκ ἴσον’. τῷ δὲ ‘οὐκ ἔστιν ἴσον’ οὐδὲν ὑπόκειται ὡρισμένον, ὅτι καὶ ἐπὶ ὄντος καὶ μὴ ὄντος λέγεσθαι δύναται· τὸ γὰρ ‘οὐκ ἔστιν ἴσον’ οὐκ ἐπὶ ὄντων μόνων ἀληθεύεται ἢ ποσῶν, οἷον τῶν ἀνίσων, ἀλλὰ καὶ ἐπὶ μὴ ὄντων· ἐπὶ παντὸς γὰρ μὴ ὄντος ἀληθὲς τὸ μὴ εἶναι αὐτὸ ἴσον. 〈διὸ τὸ μὲν ἴσον〉 ἢ οὐκ ἴσον ἐπὶ παντὸς διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὄντος τε ὁμοίως καὶ μὴ ὄντος· ἀντίφασις γάρ ἐστιν.

并且这必须通过归谬法来证明;因为我假设“不是能够行走者”与“是能够不行走者”是同一的,并推导出随之而来的荒谬。因为如果说“是能够行走者”的否定命题是说“是能够不行走者”,而公认说“是能够行走者”的否定命题是说“不是能够行走者”,它本身也是简单的,且根据假设“是能够不行走者”也是同一命题的否定命题,那么二者表示同一事物——既是说“不是能够行走者”,也是“是能够不行走者”;因为二者都是同一个肯定命题“是能够行走者”的否定命题。因此,如果它们表示同一事物,那么在其中一个为真的对象上,另一个也必然为真。但是,既然同一个人既能够行走又能够不行走是可能的,甚至不如说是必然的(因为凡不正在行走而能够行走的人,显然也能够不行走;因为就在有人说他能够行走之时,他甚至并未在行走),因此,如果两个命题在同一对象上共同为真——既有简单的“能够行走”,也有通过转置的“能够不行走”——而根据假设“能够不行走”与“不能够行走”表示同一事物(因为二者都是“能够行走”的否定命题,一个根据真实情况,另一个根据假设),那么“能够行走”也将与“不能够行走”表示同一事物。因此矛盾命题将在同一对象上共同为真,这是不可能的。而这一不可能的结论随之而来,是因为我们曾假设“是能够不行走者”是“是能够行走者”的否定命题。因为“是能够不行走者”必然被归为与“不是能够行走者”同一事物;但“是能够行走者”曾与“是能够不行走者”共同为真;因此“不是能够行走者”将与“是能够行走者”共同为真。矛盾命题因此将共同为真,这是荒谬的。因此,如果“不知晓善”相对于“知晓非善”的关系,正如说“不是善的”与“是非善的”命题之间的关系一样(因为我们先前已经说过,由于动词被分析为分词和“是”,具有“是”的命题与不具有“是”的命题处于相似关系),且已经证明第一项与第二项不是同一的,那么第三项与第四项也就不会是同一的。因为在成比例的事物中,第一项相对于第二项的关系,正如第三项相对于第四项的关系;因此,在那两项并非同一的情况下,这两项也不会是同一的。因为在知晓善、知晓非善、不知晓善,与是白的、是非白的、不是白的处于成比例关系时,知晓非善不同于不知晓善。因为知晓非善在同一对象上与知晓善并存,而不知晓则不可能在知晓善为真的对象上为真。因此,是非白的也不同于不是白的。但我们还必须把论辩转移到一个更清楚的例子上,以证明简单否定命题与通过转置的肯定命题不是同一的。因为“不是相等的”不会与“是非相等的”是同一的。因为说“是非相等的”的人,在设定某物存在的前提下,将相等从它分离出去;因为这样的谓述是针对某个确定的主词作出的;因为针对根本不存在之物肯定并谓述“是非相等的”并不是真的。但对于“不是相等的”,并没有确定的主词作为基础,因为它既可以针对存在者说,也可以针对非存在者说;因为“不是相等的”不仅在存在的事物或量(例如不相等的事物)上为真,而且在非存在者上也是真的;因为对于一切非存在者而言,它不是相等的都是真的。因此,“相等的”或“不是相等的”对于一切事物——无论是存在者还是非存在者——都划分了真与假;因为这是矛盾命题。

语法注2 条
  1. 3.0εἰ οὖν, ὡς ἔχει ἡ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν’ πρὸς τὴν ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’... δέδεικται δέ

    在条件从句 εἰ οὖν 内部嵌套了比例结构(ὡς... οὕτως...)及括号中的原因从句,随后 δέδεικται δέ 中的 δέ 并列连接条件从句的第二前提,并由 οὐδ’ ἄρα 引出主句(归结部)。其句法核心是一个比例论证结构:“如果第一项相对于第二项的关系正如第三项相对于第四项,且已证明第一项与第二项不是同一的,那么第三项与第四项也不会是同一的”。

  2. 3.0ὁ 〈γὰρ〉 λέγων ‘[οὐκ] ἔστιν οὐκ ἴσον’ τιθείς τι εἶναι τὸ ἴσον αὐτοῦ χωρίζει

    现在分词 τιθείς 表示伴随状况或前提,与作为不定式 εἶναι 主语的不定代词 τι 连用,意为“在设定某物存在的前提下”。该句法结构反映了本体论上的差异:通过转置的肯定命题(ἔστιν οὐκ ἴσον)预设了主词的存在,而简单否定命题(οὐκ ἔστιν ἴσον)则在主词不存在时亦可为真。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:155.3-156.19