- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:153.23-155.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌斯完成了第三格推论向第一格和第二格的还原,随后根据亚里士多德《前分析篇》第一卷第四十六章,强调了区分易位肯定命题与简单否定命题的重大意义,并通过将动词分析为分词加系词“是”来证明二者的等效性与论证逻辑。
ὁμοίως καὶ ἐπὶ τοῦ ἑτέρου τρόπου τοῦ τὴν ἐλάττονα μερικὴν ἔχοντος καταφατικὴν πάλιν τῆς μὲν καταφατικῆς ἀντιστραφείσης γίνεται τὸ πρῶτον σχῆμα, ἀμφοτέρων δὲ τὸ δεύτερον. καὶ τὰ λοιπὰ δῆλα. Διαφέρειν δέ φημι πρὸς τὸ συλλογίζεσθαι καὶ κατασκευάζειν ἢ ἀνασκευάζειν τι δύνασθαι διὰ συλλογισμοῦ τὸ εἰδέναι διακρίνειν1 καὶ χωρίζειν τὰς προτάσεις τὰς ἀποφατικὸν ἐχούσας τὸ σχῆμα οὔσας δὲ καταφάσεις ἀπὸ τῶν ἀποφάσεων, λέγω δὲ τὰς ἐκ μεταθέσεως καταφάσεις ἀπὸ τῶν ἁπλῶν ἀποφάσεων. ἡ γὰρ τούτου γνῶσις τεχνοῖ τὴν διάνοιαν ὥστε μὴ ἀπατᾶσθαι οἰομένους τὰς ἐκ μεταθέσεως καταφάσεις ἀποφάσεις εἶναι. πολλάκις γάρ τινος κατασκευάσαντος, ὅτι τόδε οὐ λευκόν ἐστιν, οἰηθείη ἄν τις διὰ τὴν τούτου ἄγνοιαν ἀποφατικὸν εἶναι τὸ τοιοῦτον πρόβλημα· εἶτα ἀναλύειν πειρώμενος αὐτὸς ἑαυτῷ ἀπάτης ἔσται καὶ πλάνης αἴτιος ζητῶν τὴν ἀποφατικὴν πρότασιν, δι’ ἧς τὸ τοιοῦτον συνῆκται πρόβλημα. καὶ πάλιν τὸν λόγον τὸν λέγοντα ‘ὁ λίθος ἐστὶν οὐκ ἔμψυχον, πᾶν τὸ οὐκ ἔμψυχον ἀναίσθητον, ὁ λίθος ἄρα ἀναίσθητος’ συλλογιστικὸν ὄντα διὰ τὸ μὴ εἶναι ἀπόφασιν ‘ὁ λίθος ἐστὶν οὐκ ἔμψυχον’ ἀσυλλόγιστόν τις ὑπολήψεται,2 ἂν ἀποφάσεως αὐτῆς ἀκούσῃ. ἀσυλλόγιστος γὰρ ἡ λέγουσα συμπλοκὴ ‘ὁ λίθος οὐκ ἔστιν ἔμψυχος, πᾶν ἔμψυχον τρέφεται’. οὐ δεῖ οὖν οἴεσθαι, ὅτι ταὐτόν ἐστι τὸ εἰπεῖν ‘οὐκ ἔστι λευκόν’〈καὶ ‘ἔστιν οὐ λευκόν’〉· τῆς γὰρ καταφάσεως τῆς λεγούσης ‘ἔστι λευκόν’ οὐκ ἔστιν ἀπόφασις ἡ ‘ἔστιν οὐ λευκόν’ (κατάφασις γάρ ἐστιν ἐκ μεταθέσεως αὕτη), ἀλλὰ τὸ ‘οὐκ ἔστι λευκόν’. λόγος δὲ τούτου, τουτέστιν ἀπόδειξις καὶ αἰτία αὕτη. ὁμοίως ἔχουσι πρὸς ἀλλήλας ἡ ‘ἔστι λευκόν’ πρὸς τὴν ‘ἔστιν οὐ λευκόν’ καὶ ἡ ‘δύναται βαδίζειν’ πρὸς τὴν ‘δύναται μὴ βαδίζειν’ καὶ ἡ ‘ἐπίσταται τὸ ἀγαθόν’ πρὸς τὴν ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’· ὁ γὰρ τρόπος τῷ ‘ἔστι’ τρίτῳ προσκατηγορουμένῳ ἰσοδυναμεῖ3 〈καὶ〉 ὁμοίως τάττεται. πάλιν ὡς ἔχει τὸ ‘ἔστι λευκόν’ πρὸς τὸ ‘ἔστιν οὐ λευκόν’, οὕτως ἔχει τὸ ‘ἐπίσταται τὸ ἀγαθόν’ πρὸς τὸ ‘ἐπίσταται τὸ οὐκ ἀγαθόν’. ἐπειδὴ τὸ μὲν ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ λευκόν’ περὶ ὧν ἡ σκέψις, τὸ ‘ἔστιν’ ἔχει ῥῆμα, τὸ δὲ ‘δύναται βαδίζειν, δύναται μὴ βαδίζειν’ καὶ ‘ἐπίσταται τὸ ἀγαθόν’ καὶ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’ οὐκ ἔχουσι τὸ ‘ἔστιν’, ἐκ δὲ τῆς πρὸς ταῦτα ἀναλογίας βουλόμεθα δεῖξαι, ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως τῆς ‘ἔστι λευκόν’ ἀπόφασις ἡ ‘ἔστιν οὐ λευκόν’, ἵνα μή τις νομίσῃ, 〈ὅτι〉 διὰ τὸ μὴ προσκεῖσθαι [ἢ] τὸ ‘ἔστι’ τούτου ἕνεκεν παραλογιζόμεθα, ἰστέον καὶ μὴ ἀγνοητέον, ὡς ἰσοδυναμεῖ τῷ τρόπῳ τὸ ‘ἔστιν’. ἀλλ’ ἀναληπτέον πάλιν τὸν λόγον· δεῖ γὰρ τὰ αὐτὰ πολλάκις λέγειν ὑπέρ τε τοῦ σαφοῦς καὶ τοῦ τῆς διδασκαλίας ἐντελοῦς· οὕτως ἔχει τὸ ‘ἔστι λευκόν’ πρὸς τὸ ‘ἔστιν οὐ λευκόν’, ὡς ἔχει τὸ ‘δύναται βαδίζειν’ πρὸς τὸ ‘δύναται μὴ βαδίζειν’· πάλιν ὡς ἔχει τὸ ‘ἔστι λευκόν’ πρὸς τὸ ‘ἔστιν οὐ λευκόν’, οὕτως ἔχει τὸ ‘ἐπίσταται τὸ ἀγαθόν’ πρὸς τὸ ‘ἐπίσταται τὸ οὐκ ἀγαθόν’. ἐπεὶ δὲ τὸ μὲν ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ λευκόν’, περὶ ὧν ἡ σκέψις, τὸ ‘ἔστιν’ ἔχει ῥῆμα, ταῦτα δέ, φημὶ τὸ ‘δύναται βαδίζειν, δύναται μὴ βαδίζειν’ καὶ ‘ἐπίσταται τὸ ἀγαθόν’ καὶ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’, οὐκ ἔχουσι τὸ ‘ἔστιν’, ἐκ δὲ τῆς πρὸς ταῦτα ἀναλογίας δεῖξαι βουλόμεθα, ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως τῆς ‘ἔστι λευκόν’ ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις ἡ ‘ἔστιν οὐ λευκόν’, ἵνα μή τις νομίσῃ, ὅτι διὰ τὸ προσκεῖσθαι τὸ ‘ἔστι’ τούτου ἕνεκεν παραλογιζόμεθα, τούτου χάριν βούλομαι δεῖξαι, ὅτι ἰσοδυναμεῖ τῷ τρόπῳ τὸ ‘ἔστι’. τὸ γὰρ λέγειν ‘ἐπίσταται τὸ ἀγαθόν’ ταὐτόν ἐστι τῷ λέγειν ‘ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν’, ὁμοίως καὶ τὸ ‘δύναται βαδίζειν’ τῷ ‘ἔστι δυνάμενος βαδίζειν’· τὸ γὰρ ῥῆμα εἰς μετοχὴν καὶ τὸ ‘ἔστιν’ ἀναλύεται. ὥστε καὶ τὰ ἀντικείμενα τὰ αὐτὰ ἔσται, τουτέστιν αἱ ἀποφάσεις αὐτῶν, λέγω δὴ τὸ ‘οὐ δύναται βαδίζειν’ τῷ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’· τὸ 〈γὰρ〉 ‘δύναται’ ῥῆμα ἀναλύεται εἰς τὸ ‘ἔστι’ καὶ εἰς τὴν μετοχὴν τὴν ‘δυνάμενος’. ὡσαύτως καὶ τὸ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν’ ταὐτὸν ἔσται τῷ ‘οὐκ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν’. ἐπεὶ οὖν οὐδὲν διαφέρει τὸ λέγειν ‘δύναται βαδίζειν’, ‘ἔστι δυνάμενος βαδίζειν’, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως, δεικτέον πάλιν, ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις.
同样,在小前提为特称肯定的另一式中,再次由于肯定前提被换位而成为第一格,由于两个前提都被换位而成为第二格。其余各点也是清楚的。 我认为,对于进行推论以及能够通过推论确立或反驳某事物而言,知道将具有否定形式却是肯定命题的前提与否定命题区分开并分离开来,我是说将通过转置的肯定命题与简单否定命题区分开来,具有重大差异。因为对这一点的认识训练了理智,使人们不会因以为通过转置的肯定命题是否定命题而受骗。因为常常有人在确立了“这是非白的”之后,由于对此的无知,可能会以为这样的问题是否定的;接着试图进行分析时,他将自己成为自己受骗和迷误的原因,去寻找借以推导出这样问题的否定前提。再次,那说“石头是非生物,凡非生物皆无感觉,所以石头无感觉”的论据,由于“石头是非生物”并非否定命题而构成推论,但如果有人将其听成否定命题,就会认为它不构成推论。因为说“石头不是生物,凡生物皆被滋养”的结合是不构成推论的。因此不应当以为,说“不是白的”和说“是非白的”是同一回事;因为对于说“是白的”的肯定命题而言,其否定命题不是“是非白的”(因为这是通过转置的肯定命题),而是“不是白的”。而此事的道理,即证明与原因如下:“是白的”相对于“是非白的”,与“能够行走”相对于“能够不行走”,以及“知晓善”相对于“知晓非善”,彼此处于相似的关系;因为情态与作为第三项附加被谓述的“是”具有同等效力,且同样地被排列。再次,“是白的”相对于“是非白的”的关系,正如“知晓善”相对于“知晓非善”的关系。由于作为考查对象的“是白的”与“是非白的”具有动词“是”,而“能够行走、能够不行走”以及“知晓善”和“知晓非善”并不具有“是”,而我们希望根据与这些例子的类比来证明“是非白的”并非简单肯定命题“是白的”的否定命题,为了不让人以为由于没有附加“是”我们因这一缘故而犯了谬误推理,应当知道并且不可不知,“是”与情态具有同等效力。但必须重新捡起这个论辩;因为为了清楚和教学的完备,必须多次陈述同样的事情:“是白的”相对于“是非白的”,正如“能够行走”相对于“能够不行走”;再次,“是白的”相对于“是非白的”,正如“知晓善”相对于“知晓非善”。既然作为考查对象的“是白的”与“是非白的”具有动词“是”,而这些——我是说“能够行走、能够不行走”以及“知晓善”和“知晓非善”——不具有“是”,而我们希望根据与这些例子的类比来证明通过转置的肯定命题“是非白的”并非简单肯定命题“是白的”的否定命题,为了不让人以为由于附加了“是”我们因这一缘故而犯了谬误推理,为了这个目的我希望证明“是”与情态具有同等效力。因为说“知晓善”与说“是知晓善者”是同一回事,同样说“能够行走”与说“是能够行走者”也是同一回事;因为动词被分析为分词和“是”。从而对立命题也将是相同的,即它们的否定命题,我是说“不能够行走”与“不是能够行走者”相同;因为动词“能够”被分析为“是”和分词“能够者”。同样,“不知晓善”也将与“不是知晓善者”相同。因此,既然说“能够行走”与“是能够行走者”毫无差别,在否定命题上也是同样,那么就必须再次证明,通过转置的肯定命题不是简单肯定命题的否定命题。
- 3.0Διαφέρειν δέ φημι πρὸς τὸ συλλογίζεσθαι καὶ κατασκευάζειν ἢ ἀνασκευάζειν τι δύνασθαι διὰ συλλογισμοῦ τὸ εἰδέναι διακρίνειν
间接引语中不定式 διαφέρειν 的主语是带冠词的不定式短语 τὸ εἰδέναι διακρίνειν ...。介词短语 πρὸς τὸ συλλογίζεσθαι ... 表示目的或关涉(“对于进行推论而言……[知道如何区分]具有重大差异”)。
- 3.0τὸν λόγον ... συλλογιστικὸν ὄντα διὰ τὸ μὴ εἶναι ἀπόφασιν ‘ὁ λίθος ἐστὶν οὐκ ἔμψυχον’ ἀσυλλόγιστόν τις ὑπολήψεται
主动词 ὑπολήψεται 的直接宾语是 τὸν λόγον τὸν λέγοντα ...,后接分词短语 συλλογιστικὸν ὄντα(“尽管它构成推论”)。置于句中的 ἀσυλλόγιστον 是宾语补足语,整个句式为“某人将把……的论证视为不构成推论的”。
- 3.0ὁ γὰρ τρόπος τῷ ‘ἔστι’ τρίτῳ προσκατηγορουμένῳ ἰσοδυναμεῖ
与格 τῷ ‘ἔστι’ τρίτῳ προσκατηγορουμένῳ 受动词 ἰσοδυναμεῖ 支配,其中 τρίτῳ 指作为第三项附加述谓的系词(“情态与作为第三项附加被谓述的‘是’具有同等效力”)。
