- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:152.3-153.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯阐明了归谬法与出于一致同意的假言推论之间的双重区别,探讨了广义的假言推论与得出结论之论证的性质,并考察了如何根据问题的量和质通过换位法将各格的推论分析并还原到其他格中。
ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μηδεμιᾶς ὁμολογίας γενομένης τῇ δείξει τοῦ ἀδυνάτου τίθεται τὸ ἀντικείμενον αὐτῷ διὰ τὴν τῆς ἀντιφάσεως ἀνάγκην.1 οἱ μὲν γὰρ εἰς τὸ ἀδύνατον ἀπάγοντες, ὅπερ οὐκ ἀποδεικνύουσιν, οὐκ ἐκ συνθήκης λαμβάνουσιν ὁμολογούμενον 〈ἀλλ’〉 ἐξ αὐτῆς τῆς ἐναργείας μαρτυρούμενον· οἱ δὲ ἐξ ὁμολογίας, ὃ μὴ ἀποδεικνύουσιν, ἐκ συνθήκης καὶ συγχωρήσεως.2 διττὴ οὖν διάκρισις τῶν εἰς τὸ ἀδύνατον ἀπαγόντων πρὸς τοὺς ἐξ ὁμολογίας, ὅτι οὗτοι μέν 〈, λέγω δὲ οἱ〉 εἰς τὸ ἀδύνατον, τὸ συνημμένον κατασκευάζουσιν ὁμολογοῦσί τε τὴν πρόσληψιν, ἐκεῖνοι δὲ τοὐναντίον, καὶ ὅτι οὗτοι μέν, ὃ λαμβάνουσιν, οὐ κατὰ συγχώρησιν καὶ ὁμολογίαν καὶ συνθήκην λαμβάνουσιν ἀλλ’ ὡς ἐκ τῆς ἐναργείας μαρτυρούμενον, ἐκεῖνοι δὲ τοὐναντίον· κατὰ συγχώρησιν γὰρ καὶ ὁμολογίαν καὶ συνθήκην. Πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως. εἰ ἄρα οὗτοι ἕτεροι τῶν προειρημένων, εἶεν [δ’] ἂν καὶ οἱ ἐξ ὁμολογίας καὶ οὓς κατὰ ποιότητα λέγουσιν, οἷοί εἰσιν οἱ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίως ἐπιχειροῦντες. συλλογισμοὺς μὲν ἁπλῶς οὐ λέγω τοὺς ὑποθετικούς, ἀλλὰ τὸ ὅλον τοῦτο ὑποθετικοὺς συλλογισμούς· περαίνειν μέντοι αὐτοὺς λέγω. εἶεν δ’ ἂν περαίνοντες μὲν μόνον, ὧν ἡ πρόσληψις οὐ διὰ συλλογισμοῦ τίθεται, ἐξ ὑποθέσεως δὲ συλλογισμοὶ οἱ τὴν πρόσληψιν ἔχοντες εἰλημμένην διὰ συλλογισμοῦ. διὸ καὶ ὁ διὰ τριῶν λέγοιτο ἂν καθ’ ἡμᾶς λόγος περαντικὸς ἀλλ’ οὐ συλλογισμός. Ὅσα δὲ τῶν προβλημάτων ἐν πλείοσι περαίνεται σχήμασιν, οὐκ ἀνάγκη πάντως τὴν ἀνάλυσιν τῶν συλλογισμῶν εἰς τοῦτο ποιεῖσθαι τὸ σχῆμα, ἐν ᾧ καὶ ὁ συλλογισάμενος τὸν συλλογισμὸν ἔπλεξεν, ἀλλ’ ἀδιάφορον ταῦτα εἰς ὁποιονοῦν σχῆμα ἀναγαγεῖν. οἷον τὸ μὲν καθόλου καταφατικὸν μόνως ἐν πρώτῳ δείκνυται· οὔκουν, ὅταν τις καθόλου καταφατικὸν συλλογίσηται πρόβλημα, ἀνάγκη εἰς τὸ πρῶτον μόνον τὴν ἀνάλυσιν ποιήσασθαι. τὸ δὲ καθόλου ἀποφατικὸν διὰ τοῦ πρώτου περαίνεται καὶ διὰ τοῦ δευτέρου· εἴτε οὖν διὰ τοῦ πρώτου συλλελόγισται, δυνατὸν εἰς τὸ δεύτερον ἀναγαγεῖν διὰ τοῦ ἀντιστρέφειν τὴν ἀποφατικὴν πρότασιν, εἴτε ἐν τῷ δευτέρῳ, τὸν αὐτὸν τρόπον, εἰ καὶ ἔστιν, ὅτε καὶ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς δεόμεθα, ὡς ὅταν ἐν δευτέρῳ σχήματι ἡ ἐλάττων ἀποφατικὴ ὑπάρχει. εἰς τὸ τρίτον δὲ οὐδαμῶς ἔστιν ἀναγαγεῖν οὐδὲν τῶν καθόλου διὰ τὸ πάντα μερικὰ ἐν αὐτῷ συνάγεσθαι. τὸ δὲ μερικὸν καταφατικὸν ἐν τῷ πρώτῳ καὶ τρίτῳ ἐνδέχεται ἀναλύειν· εἴτε γὰρ ἐν τῷ πρώτῳ συλλελόγισται, τῆς ἐλάττονος ἀντιστραφείσης γίνεται τὸ τρίτον σχῆμα, εἴτε ἐν τῷ τρίτῳ, πάλιν διὰ τῆς ἀντιστροφῆς τὸ πρῶτον γενήσεται. τὸ δὲ μερικὸν ἀποφατικὸν ἐν πᾶσι δείκνυται τοῖς σχήμασιν, ὥστε καὶ εἰς πάντα αὐτὸ ἀναλύειν ἐνδέχεται χωρὶς τοῦ τετάρτου τρόπου τοῦ δευτέρου καὶ τοῦ πέμπτου τοῦ τρίτου σχήματος. καὶ καθόλου φημί, ὅτι τοὺς μὲν ἐν πρώτῳ ἀποφατικοὺς εἰς τὸ δεύτερον ἔστιν ἀναλύειν σχῆμα καὶ τοὺς μερικοὺς εἰς τὸ τρίτον, τοὺς δὲ ἐν δευτέρῳ ἀποφατικοὺς ὄντας πάντας εἰς τὸ πρῶτον χωρὶς τοῦ τετάρτου τρόπου. εἰς δὲ τὸ τρίτον ὅτι τοὺς μὲν καθόλου οὐκ ἐνδέχεται, πρόδηλον· οὐδὲν γὰρ καθόλου ἐν τρίτῳ δείκνυται. τῶν δὲ μερικῶν τὸν ἕτερον μόνον τὸν τρίτον τὸν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς.3 ἀμφοτέρων γὰρ ἀντιστραφεισῶν τῶν προτάσεων γίνεται τὸ τρίτον σχῆμα· οἷον εἰ τὸ Α τῷ μὲν Β οὐδενὶ τῷ δὲ Γ τινί· δῆλον γὰρ ὅτι ἑκατέρας ἀντιστρεφομένης τό τε Β οὐδενὶ τῷ Α καὶ τὸ Γ τινί. ὁ δὲ λοιπὸς οὐκέτι ὁ ἐκ 〈τῆς〉 μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς· οὔτε γὰρ ἡ μερικὴ ἀποφατικὴ ἀντιστρέφει, ἥ τε [γὰρ] καθόλου, εἰ ἀντιστραφείη, καταφατικὴ οὖσα μερικὴ γίνεται. πάλιν τοὺς ἐν τῷ τρίτῳ τοὺς μὲν καταφατικοὺς πάντας εἰς τὸ πρῶτον ἀναλύσεις, τοὺς δὲ ἀποφατικοὺς χωρὶς τοῦ πέμπτου τρόπου. τοὺς λοιποὺς δύο εἰς ἀμφότερα ἀνάξεις τὰ σχήματα, τὸ πρῶτόν φημι καὶ τὸ δεύτερον, ἀλλ’ εἰς μὲν τὸ πρῶτον θατέραν τῶν προτάσεων ἀντιστρέφων, εἰς δὲ τὸ δεύτερον ἀμφοτέρας. οἷον ἔστω ἡ μὲν μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἄμφω καθόλου· τὸ γὰρ Β οὐδενὶ τῷ Α, τὸ δὲ Γ παντί, ὥστε καὶ τὸ Α τινὶ τῶν Γ· καὶ γίνεται τὸ πρῶτον σχῆμα. ἐὰν δὲ καὶ τὴν Β Α ἀντιστρέψω λέγων, ὅτι τὸ Α οὐδενὶ τῷ Β, 〈ἔσται τὸ δεύτερον〉.
另一方面,在归谬法中,在未达成任何一致同意的情况下,通过对不可能之事的证明,由于矛盾的必然性,与它相反的命题被确立起来。因为那些导向不可能的人,并不是出于公约将他们未加证明的事项作为已一致同意的来采纳,而是作为由自明性本身所证实的事项来采纳;而那些出于一致同意的人,则是出于公约和赞同来采纳他们未加证明的事项。因此,导向不可能的论辩与出于一致同意的论辩之间的区别是双重的:即前者——我是说导向不可能的论辩——确立假言命题并同意附加前提,而后者则相反;并且前者所采纳的,不是按照赞同、一致同意和公约来采纳,而是作为由自明性所证实的事项来采纳,而后者则相反,因为是按照赞同、一致同意和公约来采纳的。 许多其他的论辩也是基于假定得出结论的。因此,如果这些不同于前述各者,那么就会既有出于一致同意的论辩,也有人们称之为依质的论辩,例如那些从较多、较少和相似出发进行论证的论辩。我并不将假言的论辩径直称为“推论”,而是将这整体称为“假言推论”;然而我确实说它们得出结论。凡附加前提并非通过推论被确立的,将仅仅是得出结论者;而将附加前提作为通过推论取得而拥有的,则是基于假定的推论。因此,通过三者的论辩在我们看来也可以被称为得出结论的,但不是推论。 凡是在多个格中得出结论的问题,绝无必然性一定要把推论的分析做到做出推论者构建该推论时的那个格中,而是将它们还原为任何一个格都是无差别的。例如,全称肯定命题仅在第一格中被证明;因此,当有人推论出一个全称肯定的问题时,必然仅向第一格进行分析。而全称否定命题既通过第一格又通过第二格得出结论;因此,无论它是通过第一格被推论出的,都可以通过换位否定前提而还原为第二格;或者如果是在第二格中,也以相同的方式还原——即使有时我们也需要结论的换位,正如在第二格中小前提是否定时那样。但绝不可能将任何全称命题还原为第三格,因为在第三格中所有结论都被推断为特称的。而特称肯定命题可以在第一格和第三格中分析;因为无论它是在第一格中被推论出的,在小前提换位后便成为第三格;或者如果是在第三格中,又通过换位将成为第一格。特称否定命题在所有的格中都被证明,以至于除了第二格的第四式和第三格的第五式之外,可以把它分析到所有的格中。总的来说我断言,可以将第一格中的否定推论分析为第二格,将特称推论分析为第三格;并将第二格中的推论(它们全是否定的)除了第四式之外全都分析为第一格。至于向第三格,显然不可能分析全称推论,因为在第三格中没有任何全称命题被证明;而在特称推论中,仅仅能分析那另一个即第三式,即由全称否定的大前提和特称肯定的小前提构成的式。因为两个前提都被换位后便成为第三格;例如若A不属于任何B,而属于某些C;显然在各自换位后,B不属于任何A,且C属于某些A。但余下的式则不再可能,即由全称肯定的大前提和特称否定的小前提构成的式;因为特称否定前提既不换位,而全称前提如果换位,作为肯定命题便变为特称的。再次,在第三格中的推论中,你将把所有肯定推论分析为第一格,而否定推论则除了第五式之外进行分析。余下的两式你将还原到两个格中,即第一格和第二格,但向第一格是通过换位两个前提之一,向第二格则是通过换位两个前提。例如,设大前提是否定的而小前提是肯定的,两者都是全称的;因为B不属于任何A,而C属于所有〔A〕,从而A也属于某些C;这就成为第一格。但如果我也换位BA前提,说A不属于任何B,就会成为第二格。
- 3.0τῇ δείξει τοῦ ἀδυνάτου τίθεται τὸ ἀντικείμενον αὐτῷ διὰ τὴν τῆς ἀντιφάσεως ἀνάγκην
与格 τῇ δείξει 表示手段、原因或伴随情况(“通过/随着对不可能之事的证明”)。代词 αὐτῷ 的先行词指的并非 τοῦ ἀδυνάτου 本身,而是导致这一不可能结论的最初“假定”,表明由于矛盾律的必然性,与该假定相对立的命题(即原本意图证明的论题)得以确立。
- 3.0οἱ δὲ ἐξ ὁμολογίας, ὃ μὴ ἀποδεικνύουσιν, ἐκ συνθήκης καὶ συγχωρήσεως
主要谓语动词 λαμβάνουσιν 承前句(οἱ μὲν γὰρ εἰς τὸ ἀδύνατον ἀπάγοντες ... λαμβάνουσιν)而省略,需在理解时补出。关系代词 ὃ 引导宾语从句(“他们未加证明的事项”),介词短语 ἐκ συνθήκης καὶ συγχωρήσεως 则修饰所补出的动词(“出于公约和赞同[而采纳]”)。
- 3.0τὸν ἕτερον μόνον τὸν τρίτον τὸν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς
带有连环定冠词的同格修饰结构:τὸν ἕτερον μόνον(“仅那另一个”)与 τὸν τρίτον(“第三式”)同格,其后由 τὸν ἐκ... 进一步限定该式的具体前提构成(全称否定的大前提与特称肯定的小前提,即 Festino 式)。
