- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:150.22-152.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯区分了出于一致同意的假言推论中置换前提是通过推论证明还是作为自明之理被采纳的情形,随后通过几何学等例子阐明归谬法具有相反的结构:假言命题是通过推论确立的,而附加前提则是作为公认的荒谬而无需确立。
τὸ μέντοι ‘ἀλλὰ μὴν οὐκ ἔστι τῶν ἐναντίων μία δύναμις’ ἀναλυτέον· τοῦτο γὰρ δέδεικται διὰ συλλογισμοῦ. πῶς; ὧδε· τὸ ὑγιεινὸν καὶ νοσῶδες ἐναντία ἐστί, τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις, τῶν ἄρα ἐναντίων οὐκ ἔστι μία δύναμις. ὅτι δὲ τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις, δείξαις ἂν διὰ μέσου τοῦ μὴ τῶν αὐτῶν εἶναι αὐτὰ ποιητικά·1 τὸ γὰρ ὑγιεινὸν καὶ νοσῶδες οὐκ εἰσὶ τῶν αὐτῶν ποιητικά· πάντων, ὅσων ἐστὶ μία δύναμις, ταῦτα τῶν αὐτῶν ἐστι ποιητικά· τὰ γὰρ τοῦ θερμαίνειν ἔχοντα δύναμιν θερμαίνει, τὰ δὲ τὴν τοῦ ψύχειν ψύχει· οὐκ ἄρα τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους δύναμις ἡ αὐτή. τὸ μὲν δὴ μὴ εἶναι πάντων τῶν ἐναντίων μίαν δύναμιν διὰ συλλογισμοῦ δεδειγμένον ἔστιν ἀναλῦσαι2 καὶ εἰς τὸ οἰκεῖον σχῆμα ἀναγαγεῖν· ἔστι γὰρ ὁ μὲν πρῶτος ἐν τρίτῳ, ὁ δὲ δεύτερος ἐν δευτέρῳ. οὐδαμοῦ μέντοι διὰ συλλογισμοῦ δέδεικται, ὅτι μή ἐστιν ἐπιστήμη μία τῶν ἐναντίων, ἀλλ’ ἐκείνου δειχθέντος συγχωρεῖται τοῦτο διὰ τὴν ὁμολογίαν. μὴ γεγονότος οὖν πρὸς αὐτὸ συλλογισμοῦ οὐδ’ ἀνάλυσις ἂν γένοιτο. τὸ δὲ ὅτι μία δύναμις οὐκ ἔστι τῶν ἐναντίων, ἔστιν ἀναγαγεῖν· διὰ συλλογισμοῦ γὰρ ἴσως ἐδείχθη. τὸ δ’ ‘ἴσως’ προστεθείκαμεν, ὅτι μὴ πάντως ἐξ ἀνάγκης τοῦτο διὰ συλλογισμοῦ δείκνυται, ἀλλ’ ἔνεστι καὶ αὐτὸ ὡς ἐναργὲς δι’ ὑποθέσεως καὶ διὰ συνθήκης λαβεῖν· οἷον * * * ‘εἰ τῶν ἐναντίων ἡ αὐτὴ δύναμις, ἅμα ἔσται τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες’, εἶτα ὡς ἐναργὲς προσλάβοι ‘ἀλλὰ μὴν οὐχ οἷόν τε ἅμα τὸ αὐτὸ ὑγιεινόν τε καὶ νοσῶδες εἶναι’. καὶ γὰρ ἡ τοιαύτη δεῖξις ἐξ ὑποθέσεως μέν, οὐ μὴν διὰ συλλογισμοῦ· διὸ οὐδὲ ἀναλύσεως ὁ τοιοῦτος λόγος δεήσεται συλλογιστικῆς. ἐπειδὴ οὖν οὕτω τοῦτ’ ἔχει, διὰ τοῦτο ‘ἴσως’ προστεθείκαμεν. ὅτι γὰρ μὴ πᾶν τὸ μεταλαμβανόμενον διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ, ἀλλ’ ἔστι πολλάκις διὰ τὴν ἐνάργειαν τιθέμενον, ἐκ τοῦ προειρημένου παραδείγματος δῆλον ‘εἰ τῶν ἐναντίων μία δύναμις, συνυπάρξει ὑγεία καὶ νόσος· ἀλλὰ μὴν ἀδύνατον συνυπάρχειν ὑγείαν καὶ νόσον ὄντα ἐναντία’· διὰ γὰρ τὸ ἐναργὲς προσλαμβάνεται, ἀλλ’ οὐχ ὡς διὰ συλλογισμοῦ δεδειγμένον. ᾧ δὴ καὶ αὐτοὶ ἐοίκαμεν χρήσασθαι ἐν τῷ ‘εἰ τῶν ἐναντίων μία δύναμις, ἅμα ἔσται τὸ αὐτὸ ὑγιεινόν τε καὶ νοσῶδες’· καὶ γὰρ ἡ τοιαύτη δεῖξις ἐξ ὑποθέσεως μέν, οὐ μὴν διὰ συλλογισμοῦ. εἴτε γὰρ ὡς ἐναργὲς λαμβάνοιτο μὴ εἶναι ἅμα τὸ αὐτὸ ὑγιεινόν τε καὶ νοσῶδες, εἴτε δι’ ἐπαγωγῆς πιστὸν γένοιτο καὶ μὴ διὰ συλλογισμοῦ τὸ προσλαμβανόμενον, ἐξ ὑποθέσεως ἂν εἴη μόνον. Εἰπόντες δὲ περὶ τῶν ἐξ ὁμολογίας ὑποθετικῶν καὶ δείξαντες, ὅτι μὴ γίνεται τοῦ τιθεμένου, τουτέστι τοῦ συνημμένου καὶ ὑποτιθεμένου, ὁ συλλογισμὸς ἀλλ’ ἄλλου τινός, τουτέστι τοῦ μεταλαμβανομένου, ἑξῆς ἂν εἴη λέγειν περὶ τῶν δι’ ἀδυνάτου, οἳ καὶ αὐτοὶ τῶν ἐξ ὑποθέσεώς εἰσι· φημὶ γάρ, ὅτι μηδὲ τούτους ἔστιν ἀναλύειν. ὑπεναντίως δ’ οὗτοι ἔχουσι πρὸς τοὺς ἐξ ὁμολογίας. τὸ γὰρ συνημμένον αὐτῶν ἀμφίβολον κατασκευάζεται διὰ συλλογισμοῦ·3 ἡ δὲ πρόσληψις ὡς ὡμολογημένη κατασκευῆς οὐ δεῖται. οἱ γὰρ εἰς ἄτοπον ἀπάγοντες οὐκ εἰς ἀμφίβολον ἀλλ’ εἰς ὁμολογουμένως ἄτοπον τὴν ἀπαγωγὴν ποιοῦνται, ὥσπερ καὶ ὁ γεωμέτρης βουλόμενος δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι, κέχρηται τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δι’ ὑποθετικοῦ συλλογισμοῦ τὸν τρόπον τοῦτον· εἰ μὴ γὰρ εἴη, φησίν, ἀσύμμετρος, σύμμετρος ἔσται· ἀλλ’ εἰ σύμμετρος εἴη, τὰ περισσὰ τοῖς ἀρτίοις ἴσα ἔσται· ἀλλὰ μὴν ἀδύνατον τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα εἶναι· οὐκ ἄρα σύμμετρος. τὸ μὲν οὖν συνημμένον ἐν τούτοις διὰ συλλογισμοῦ δείκνυται· ἡ δὲ πρόσληψις οὐκέτι. πάλιν ὁμολογουμένου τοῦ πᾶσαν ἀρετὴν καλὸν εἶναι, ἔτι δὲ τοῦ πᾶν καλὸν ἐπαινετόν, πρὸς τὸν μὴ συγχωροῦντα πᾶσαν ἀρετὴν ἐπαινετὸν εἶναι ὁ δεικνὺς τοῦτο διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς αὐτὸ μὲν οὐ συλλογίζεται, ὑποθέμενος δὲ τὸ ἀντικείμενον αὐτῷ τὸ μὴ πᾶσαν ἀρετὴν ἐπαινετὸν εἶναι καὶ προσλαβὼν τούτῳ πᾶσαν ἀρετὴν καλὸν εἶναι συλλογίζεται ἐν τρίτῳ σχήματι τὸ μὴ πᾶν καλὸν ἐπαινετὸν εἶναι. καὶ ὁ μὲν συλλογισμὸς τούτου· τὸ δ’ ἐξ ἀρχῆς δείκνυται διὰ τοῦ τὸ συλλογισθὲν ἀδύνατον εἶναι. διαφέρουσι δὲ οἱ εἰς τὸ ἀδύνατον ἀπάγοντες τῶν ἐξ ὁμολογίας, ὅτι ἐπ’ ἐκείνων μέν, εἰ μὴ πρῶτον ὁμολογία γένοιτο, ὡς ἐπὶ τοῦ δεικνυμένου ἔχει, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου ἔσεσθαι δεδειγμένον * * * * εἰ μὴ γὰρ συγχωρήσει ὁ προσδιαλεγόμενος, οὐ μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ συνημμένον ἀνάγκη κατασκευάσαι.
然而,“然而相反事物的能力并非单一的”这一前提必须被分析;因为这是通过推论被证明的。如何证明?如下:“健康的事物与生病的事物是相反的;健康的事物与生病的事物的能力并非单一的;因此相反事物的能力并非单一的”。而健康的事物与生病的事物的能力并非单一的,你可以通过中项“它们并非产生相同事物的原因”来证明;因为健康的事物与生病的事物并非产生相同事物的原因,而凡具有单一能力的事物都是产生相同事物的原因;因为具有发热能力的事物发热,具有冷却能力的事物冷却;因此健康之物与生病之物的能力不是相同的。既然相反事物并非全部具有单一能力这一点是通过推论证明的,就可以进行分析并还原为相应的格;因为前一个推论是在第三格中,后一个是在第二格中。然而,相反事物的知识并非单一的这一点绝没有通过推论被证明,而是在前一点被证明之后,出于一致同意这一点才被承认。因此,既然没有针对它做出推论,也就不会有分析。但相反事物的能力并非单一的这一点是可以还原的;因为这或许是通过推论证明的。而我们加上“或许”,是因为这绝非必然总是通过推论来证明的,而是也可以出于假定和公约将它本身作为自明之理来采纳;例如 * * * “如果相反事物的能力是相同的,健康的事物与生病的事物将同时存在”,然后作为自明之理附加采纳“然而同一事物不可能同时是健康的又是生病的”。因为这样的证明虽然基于假定,却绝非通过推论;因此这样的论辩甚至不需要推论式的分析。既然情况如此,我们正是因此加上了“或许”。因为并非所有被置换的前提都是通过定言推论证明的,而是往往因其自明性而被设定,这从前述例子中是显而易见的:“如果相反事物的能力是单一的,健康与疾病将共存;然而健康与疾病作为相反之物,是不可能共存的”;因为它是因其自明性被附加采纳的,而不是作为通过推论证明的东西被采纳的。这看来正是我们自己在“如果相反事物的能力是单一的,同一事物将同时是健康的又是生病的”这一论证中所使用的;因为这样的证明虽然基于假定,却绝非通过推论。因为无论把同一事物不可能同时是健康的又是生病的作为自明之理来采纳,还是附加前提是通过归纳而非通过推论获得信服,它都仅仅是基于假定的。 在论述了出于一致同意的假言推论,并展示了推论并不是针对所设定的东西——即假言命题和被假定的东西——而是针对另一事物,即被置换的前提而成立的之后,接下来按顺序应当论述通过不可能性的推论,它们本身也属于基于假定的推论;因为我断言,甚至这些推论也是不可分析的。而它们与出于一致同意的推论处于正相反的状态。因为它们那存疑的假言命题是通过推论被确立的,而附加前提作为已被一致同意的前提则不需要确立。因为那些导向荒谬的人不是导向存疑之事,而是导向公认荒谬之事,正如几何学家意图证明对角线与边不可通约,便以下列方式通过假言推论使用了归谬法:他说,“因为如果它不是不可通约的,它就是可通约的;但如果是可通约的,奇数将等于偶数;然而奇数不可能等于偶数;因此它不是可通约的”。因此,在这些论辩中,假言命题是通过推论证明的,附加前提则不再是如此。同样,在公认“一切美德都是高尚的”,并且进一步公认“一切高尚之物都是值得赞扬的”时,针对不承认“一切美德都是值得赞扬的”的人,通过归谬法证明这一点的人并没有对这一点本身进行推论,而是假定了与它相反的命题,即“并非一切美德都是值得赞扬的”,并为此附加采纳了“一切美德都是高尚的”,从而在第三格中推论出“并非一切高尚之物都是值得赞扬的”。推论是针对这后一结论做出的,而最初的论题则是通过被推论出的结论是不可能的而被证明的。通过不可能性的推论与出于一致同意的推论不同之处在于:在后者的情形中,除非首先达成了一致同意,即凡在所证明的事物上成立的,在面临的主题上也同样将被证明 * * * * 因为如果对话者不予以承认,就必须不仅确立附加前提,而且确立假言命题。
- 3.0διὰ μέσου τοῦ μὴ τῶν αὐτῶν εἶναι αὐτὰ ποιητικά
带冠词的名词化不定式短语 τοῦ μὴ τῶν αὐτῶν εἶναι αὐτὰ ποιητικά 与 διὰ μέσου(“通过中项”)同位,表示在第二格推论中作为中项的命题内容(“它们并非产生相同事物的原因”)。
- 3.0τὸ μὲν δὴ μὴ εἶναι πάντων τῶν ἐναντίων μίαν δύναμιν διὰ συλλογισμοῦ δεδειγμένον ἔστιν ἀναλῦσαι
句首带冠词的整个短语 τὸ μὲν δὴ μὴ εἶναι πάντων τῶν ἐναντίων μίαν δύναμιν διὰ συλλογισμοῦ δεδειγμένον 充当不定式 ἀναλῦσαι 的宾语(前置的宾格主题短语)。分词 δεδειγμένον 用作名词化否定不定式从句 τὸ ... μὴ εἶναι ... 的谓词性修饰语(“由于……是通过推论证明的”)。
- 3.0τὸ γὰρ συνημμένον αὐτῶν ἀμφίβολον κατασκευάζεται διὰ συλλογισμοῦ
ἀμφίβολον 作为主语 τὸ συνημμένον 的谓词性修饰语(“作为存疑的 / 处在存疑状态的假言命题”),与接下来的 ἡ δὲ πρόσληψις ὡς ὡμολογημένη(“而附加前提作为已被一致同意的”)形成鲜明对比。
