- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:149.6-150.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯阐明了在驳斥定义时,针对整个定义还是仅针对其中一部分在分析设定推论诸项时的不同做法;接着论证在出于一致同意的假言推论中,由于假言命题本身未经推论而基于公约,因而应当还原为格的仅是被推论出的附加前提。
οὐ μὴν πρὸς ὅλον τὸν λόγον καὶ τὸν συλλογισμὸν πεποίηται,1 ὡς ὁ ἀνασκευάζων τὸν ἀποδεδομένον τοῦ θεοῦ λόγον τὸν ὅτι ὁ θεός ἐστι σῶμα πύρινον, οἷον ‘θεῷ φθαρτὸν μὲν οὐδαμῶς ὑπάρχει, παντὶ δὲ σώματι πυρίνῳ’· οὗτος πρὸς ὅλον ἂν τὸν λόγον καὶ πρός τι τῶν ἐν αὐτῷ ποιοῖτο τὸν λόγον. ὅταν μὲν οὖν πρὸς ὅλον τὸν ὁρισμὸν ἡ ἀνασκευὴ γίνεται, δῆλον ὡς ἐν τῇ τῶν ὅρων θέσει ὅλον τὸν ὁρισμὸν ὅρον χρὴ τιθέναι τοῦ συλλογισμοῦ. εἰ δὲ ὁ λόγος μὴ πρὸς ὅλον γένοιτο τὸν ὁρισμὸν ἀλλὰ πρός τι τῶν ἐν αὐτῷ, ἀξιῶ τοῦτο μόνον, πρὸς ὃ ὁ λόγος γίνεται, ὅρον τίθεσθαι ἐν τῷ συλλογισμῷ τῷ ἀναλυομένῳ ἀλλὰ μὴ πάντα τὸν ὁρισμόν· οὕτω γὰρ ἂν σαφὴς ὁ λόγος ἔσται τοῦ κατὰ τὸν ὁρισμὸν μήκους περιαιρεθέντος [ἅμα]. ἅμα δὲ καὶ γνώριμον ἔσται, τί ποτέ ἐστι τῶν ἐν τῷ ὁρισμῷ τὸ μὴ δεόντως εἰλημμένον, οἷον εἴ τις ὕδατος ὁρισμὸν ἀποδῴη ὑγρὸν ποτόν, εἰ ἐνίσταιτό τις δεικνὺς ψευδῆ τὸν ὁρισμὸν διὰ τὸ μὴ πᾶν ὕδωρ ποτὸν εἶναι λέγων ‘ἡ θάλαττα ὕδωρ μέν ἐστι, ποτὸν δὲ οὐκ ἔστιν’· ἐν δὲ τῇ τούτου τοῦ συλλογισμοῦ ἀναλύσει δεῖ ὅρους λαμβάνειν μέσον μὲν τὴν θάλατταν ἄκρους δὲ τό τε ὕδωρ καὶ τὸ ποτόν, οὐκέτι δὲ ὅλον τὸν ὁρισμὸν τὸ ‘ὑγρὸν ποτόν’· οὐ γὰρ πρὸς ὅλον τὸ ὑγρὸν ποτὸν εἶναι τὸ ὕδωρ ὁ λόγος εἴρηται. ἔτι ὁ μὲν τοιοῦτος λόγος ὁ ἕν τι τῶν ἐν τῷ ὁρισμῷ ἀναιρῶν καὶ ἐν τρίτῳ σχήματι ἐρωτᾶται μερικὴν τὴν ἀναίρεσιν ποιούμενος, ὁ δὲ πάντα τὸν ὁρισμὸν ἀναιρῶν ἐν δευτέρῳ, ὡς ἐδείχθη ἐπὶ τοῦ τὸν θεὸν σῶμα πύρινον ὁρισαμένου. Ὅτι τοὺς ἐξ ὑποθέσεως δεικνύντας τι λόγους οὐ χρὴ πειρᾶσθαι ἀναλύειν καὶ ἀνάγειν εἰς τὰ σχήματα·2 οὐδὲ γὰρ οἷόν τέ ἐστιν ἐκ τῶν κειμένων καὶ εἰλημμένων ἀνάλυσιν αὐτῶν καὶ ἀναγωγὴν εἴς τι τῶν σχημάτων ποιήσασθαι. τούτου δὲ τὸ αἴτιον τὸ μὴ διὰ συλλογισμοῦ τὸ συνημμένον αὐτῶν δεδειγμένον εἶναι ἀλλὰ διὰ συνθήκης ὡμολογημένον. ἐν πᾶσι γὰρ τοῖς ἐξ ὑποθέσεως οὐ τοῦ τιθεμένου καὶ δεικνυμένου, τουτέστι τοῦ συνημμένου, ὁ συλλογισμὸς γίνεται, ἀλλὰ τοῦτο μὲν διά τινος ὑποθέσεως καὶ συνθήκης λαμβάνεται [παραφυλακτέον, ὅτι ἐν τοῖς ἁπλοῖς ἀποφατικοῖς συλλογισμοῖς ἀδύνατον μιᾶς πλείους ἀποφατικὰς προτάσεις ληφθῆναι· οὕτως καὶ ἐν τοῖς συνθέτοις· καὶ γὰρ τῶν συνθέτων ἡ παραύξησις διὰ τῶν καταφατικῶν γίνεται. ἀλλ’ οὐδὲ ἐκ πλειόνων ἐπὶ μέρους, ἀλλὰ καὶ τὸ ἐπὶ μέρους ἓν καὶ ἐν τοῖς συνθέτοις ἐπὶ μέρους συλλογισμοῖς ὥσπερ καὶ ἐν τοῖς ἁπλοῖς· τὰ δὲ καταφατικὰ καὶ καθόλου ὡς ἐν τοῖς ἁπλοῖς πλείω καὶ ἐν τοῖς συνθέτοις], οἱ δὲ συλλογισμοὶ πρὸς ἄλλο τι καὶ ἄλλου τινὸς γίνονται· πρὸς γὰρ τὸ μεταλαμβανόμενον, ὡς εἶπον. ὑποθετικοὺς δέ φημι ἐν τούτοις οὐ πάντας ἀλλὰ τοὺς ἐξ ὁμολογίας καλουμένους, λέγω δὴ τοὺς μεταλαμβάνοντας κατὰ τὴν συνθήκην τὸ συνημμένον. οἱ γὰρ τοιοῦτοι, ὃ μὲν βούλονται δεῖξαι, ὑποτίθενταί τε καὶ συντίθενται καὶ οὐ συλλογίζονται, ἄλλο δέ τι καὶ οὐχ ὃ ὑποτίθενται συλλογίζονται, ὥσπερ δὴ καὶ αὐτοὶ ἐν τῇ Περὶ οὐρανοῦ περὶ τῶν σχημάτων τῶν ἄστρων πεποιήκαμεν. αἰτήσαντες γάρ, ὅτι, ὅπερ ἐπὶ ἑνὸς τῶν ἄστρων, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν, καὶ τοῦτο λαβόντες ἐξ ὁμολογίας τὸ ὅτι, εἰ ἓν ὁποιονοῦν σφαιρικόν, καὶ τὰ λοιπὰ τοιαῦτα ἂν εἴη, εἶτα τὴν πρόσληψιν κατασκευάσαντες τὴν ὅτι ἀλλὰ μὴν ἓν τῶν ἄστρων ἡ σελήνη σφαιρική, συνηγάγομεν καὶ τὰ λοιπὰ σφαιρικὰ εἶναι. τοὺς τοιούτους οὖν φημι τῶν συλλογισμῶν μὴ πάντας ἀνακτέον ἀλλὰ μόνην τὴν πρόσληψιν·3 αὕτη γὰρ ἡ συλλελογισμένη. τὸ δὲ συνημμένον ἐξ ὁμολογίας εἴληπται. ὅτι γὰρ ἐπὶ τῶν μὴ ἐξ ὁμολογίας εἰλημμένων πολλάκις καὶ τὸ συνημμένον διὰ συλλογισμοῦ δείκνυται, δῆλον. ὁ γοῦν Πλάτων λαβών, ὅτι, εἰ τὸ ζῶον καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων, ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου, ἀλλὰ μὴν τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα, οὐ μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ συνημμένον κατεσκεύασε. καὶ ἐν τοῖς δι’ ἀδυνάτου δέ, ὡς ἑξῆς μαθησόμεθα, τὸ συνημμένον δεῖται κατασκευῆς. νῦν οὖν περὶ τῶν ἐξ ὁμολογίας ὑποθετικῶν ἡμῖν ὁ λόγος. ἐὰν οὖν τις αἰτήσῃ ἐξ ὁμολογίας, ὅτι, εἰ μηδὲ εἴη τῶν ἐναντίων μία δύναμις, οὐδὲ ἐπιστήμη μία ἔσται, τοῦτο μὲν οὖν ὅλον τὸ ‘εἰ τόδε, καὶ τόδε’ οὐ πειρατέον ἀναλύειν· οὐ γὰρ συλλελόγισται, ἀλλ’ ἐξ ὁμολογίας εἴληπται.
然而,该推论并非针对整个定义而作,这不像驳斥所给出的关于神的定义——即“神是火性的物体”——的人那样,例如:“可毁灭之物绝不属于神,但属于一切火性的物体”;这个人既会针对整个定义,也会针对其中的某一要素进行论辩。因此,当驳斥是针对整个定义进行时,显而易见,在设定诸项时必须把整个定义设定为推论的一个项。但如果论辩并非针对整个定义,而是针对其中的某一要素,我认为应当仅把论辩所针对的那个要素设定为被分析的推论中的项,而不要设定整个定义;因为这样一来,一旦去除了伴随定义的冗长,论辩就会变得清晰。同时,定义所包含之物中何者未被适当地采纳,也会变得一目了然;正如若有人给出水的定义为“可饮用的液体”,而有人提出异议,通过并非所有的水都是可饮用的来展示该定义是假的,说:“海水是水,但不是可饮用的”;在对这一推论的分析中,必须把“海水”作为中项,把“水”和“可饮用的”作为端项,而不再把“可饮用的液体”这一整个定义作为项;因为该论辩并非针对水是“可饮用的液体”这整个命题而说的。此外,这种消除定义中某一要素的论辩也是在第三格中提出的,进行的是特称的消除;而消除整个定义的论辩则是在第二格中提出的,正如在把神定义为火性物体的例子中所展示的那样。 基于假定展示某事的论辩,不应当试图去分析并将它们还原为各个格;因为根据所设定和采纳的前提,要把它们进行分析并还原为任何一个格,是根本不可能的。其原因在于,它们的假言命题并不是通过推论被展示的,而是通过公约被一致同意的。因为在一切基于假定的论辩中,推论并非针对所设定和展示的事物——即假言命题——而成立,相反,这是通过某种假定和公约被采纳的[应当注意,在简单否定推论中不可能采纳多于一个的否定前提;在复合推论中亦然;因为复合推论的扩展是通过肯定前提进行的。但推论也不能出于多个特称前提,而且在复合特称推论中特称前提也像在简单推论中一样只有一个;而肯定前提和全称前提则正如在简单推论中一样,在复合推论中也是较多的],推论是针对另一事物并且关于另一事物而成立的;因为正如我所说,它们是针对被置换的前提而成立的。但我在此所说的假言论辩并不是指所有的假言论辩,而是指那些被称为出于一致同意的论辩,也就是指那些按照公约置换假言命题的论辩。因为这类论辩对它们所意图展示的东西加以假定并达成协议,而不进行推论,但它们推论的是另一事物而非它们所假定的事物,正如我们自己在《论天》中关于星体的形状所做的那样。因为我们要求承认:凡适用于诸星体之一的,亦适用于其余星体;并出于一致同意采纳了这一点:如果任意一个星体是球形的,其余星体也将是如此;随后确立了附加前提:“然而诸星体之一的月亮是球形的”,由此我们推导得出其余星体也是球形的。因此我说,对于这样的推论,不应当将整体还原,而只应当将附加前提还原;因为这才是被推论出来的。而假言命题则是出于一致同意被采纳的。因为显而易见,在并非出于一致同意而采纳的情形中,往往假言命题也是通过推论被展示的。例如柏拉图采纳了“如果活人与死者互由对方产生,我们的灵魂就在冥府”,以及“然而前者成立,所以后者也成立”,他不仅确立了附加前提,也确立了假言命题。而且在归谬法的论辩中,正如我们随后将学到的,假言命题也需要确立。因此,我们现在的论述是关于出于一致同意的假言推论。所以,如果有人出于一致同意要求承认:“如果相反事物的能力并非单一的,那么知识也不会是单一的”,就不应当试图分析“如果此,则彼”这整个命题;因为它并没有被推论出来,而是出于一致同意被采纳的。
- 3.0οὐ μὴν πρὸς ὅλον τὸν λόγον καὶ τὸν συλλογισμὸν πεποίηται
πεποίηται 是非人称的(或指代前文情境的)完成时被动态,回指上一分块中所讨论的仅消除定义中单一要素的推论例子。该句与后文驳斥整个定义的例子(“神是火性的物体”)形成对比。
- 3.0Ὅτι τοὺς ἐξ ὑποθέσεως δεικνύντας τι λόγους οὐ χρὴ πειρᾶσθαι ἀναλύειν καὶ ἀνάγειν εἰς τὰ σχήματα
句首的 Ὅτι 用于标题性地引出对应《前分析篇》第一卷第44章的论点或命题(“关于……/……这一点”)。随后的句子 οὐδὲ γὰρ οἷόν τέ ἐστιν... 则作为主干陈述给出其理由说明。
- 3.0τοὺς τοιούτους οὖν φημι τῶν συλλογισμῶν μὴ πάντας ἀνακτέον ἀλλὰ μόνην τὴν πρόσληψιν
在带有动词性形容词 ἀνακτέον 的句子中,宾格短语 τοὺς τοιούτους... τῶν συλλογισμῶν μὴ πάντας 在 φημί 的宾语从句结构中充当非人称动词性形容词 ἀνακτέον 的直接宾语,随后的宾格 μόνην τὴν πρόσληψιν 同样作为该动词性形容词的直接宾语与之并列。
