- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:14.3-15.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯通过可能命题与必然、不可能命题的否定之间的等值关系论证了亚里士多德关于可能的定义,进而探讨了可能前提的换位(保持词项顺序而肯定与否定相互跟随的“可能换位”)及其命题形式。
τῷ γὰρ ‘ἐνδέχεται ὑπάρχειν’ πᾶσα ἀνάγκη ἢ τὸ ‘ἀνάγκη μὴ ὑπάρχειν’ συναληθεύειν ἢ τὸ ‘οὐκ ἀνάγκη μὴ ὑπάρχειν’· εἰ τοίνυν τὸ αὐτὸ ἐνδέχεσθαι ὑπάρχειν καὶ ἀναγκαῖον μὴ ὑπάρχειν ψεῦδός ἐστι λέγειν, ἀληθὲς ἄρα τὸ ἀντικείμενον ἀκολουθεῖν, λέγω δὲ τῷ ἐνδέχεσθαι ὑπάρχειν τὸ ‘οὐκ ἀνάγκη μὴ ὑπάρχειν’. ὁμοίως καὶ ἐπὶ τοῦ ἀδυνάτου· εἰ γὰρ τὸ ἐνδέχεσθαι ὑπάρχειν μὴ δύναται συναληθεύειν τῷ ‘ἀδύνατον ὑπάρχειν’, δῆλον ὅτι τῷ ἀντιφατικῶς ἀντικειμένῳ συναληθεύσει τῷ ‘οὐκ ἀδύνατον ὑπάρχειν’· ὃ γὰρ ἐνδέχεται ὑπάρχειν, τοῦτο οὐκ ἀδύνατον ὑπάρχειν. εἰ τοίνυν τῷ ἐνδεχομένῳ ἀνάγκη ἢ τὸ ἀναγκαῖον ἢ τὸ μὴ ἀναγκαῖον ὑπάρχειν, οὐ δύναται δὲ 〈τὸ〉 ἀναγκαῖον ὑπάρχειν (πῶς γὰρ τὸ αὐτὸ ἐνδεχόμενόν τε ἅμα εἴη καὶ ἀναγκαῖον;), τὸ ἄρα μὴ ἀναγκαῖον ὑπάρξει. καλῶς ἄρα εἴρηται, ὅτι ἐνδεχόμενον τοῦτό ἐστιν, ‘οὗ μὴ ὄντος ἀναγκαίου’. καὶ πάλιν εἰ ἀνάγκη τὸ ἐνδεχόμενον ἢ ἀδύνατον εἶναι ἢ οὐκ ἀδύνατον, ἀδύνατον δὲ οὐκ ἔστι (πῶς γὰρ ἂν τὸ αὐτὸ ἐνδεχόμενόν τε ἦν ἅμα καὶ ἀδύνατον;), οὐκ ἀδύνατον ἄρα ἔσται. καλῶς οὖν ἄρα εἴρηται, ὅτι τεθέντος ὑπάρχειν τοῦ ἐνδεχομένου οὐδὲν ἀδύνατον συμβαίνει. ὅτι δὲ καλῶς ὡρισάμεθα τὸ ἐνδεχόμενον εἰπόντες ‘οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον’, φανερὸν ἔκ τε τῶν ἀποφάσεων καὶ τῶν καταφάσεων τῶν ἀντικειμένων. εἰ γὰρ τὸ ‘οὐκ ἐνδέχεται ὑπάρχειν’ καὶ ‘ἀδύνατον ὑπάρχειν’ καὶ ‘ἀνάγκη μὴ ὑπάρχειν’ ἢ ταὐτά ἐστιν ἢ ἀκολουθεῖ ἀλλήλοις, ὡς πάντες ἂν φαῖεν καὶ ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται (καὶ γὰρ εἰ μὴ ταὐτὰ πάντη, ὅτι τὸ μὲν ἀπόφασις τὰ δὲ καταφάσεις, ἀλλ’ ἐφ’ οὗ τὸ ἓν ἀληθὲς ἐξ αὐτῶν, καὶ τὰ ἄλλα), δῆλον τοίνυν, ὡς καὶ αἱ τούτων ἀντιφάσεις ἀκολουθοῦσιν ἀλλήλαις. ἔστι δὲ τοῦ μὲν ‘οὐκ ἐνδέχεται ὑπάρχειν’ ὄντος ἀποφατικοῦ κατάφασις τὸ ‘ἐνδέχεται ὑπάρχειν’, τῶν δὲ ‘ἀδύνατον ὑπάρχειν’, ‘ἀνάγκη μὴ ὑπάρχειν’ καταφάσεων, αἳ εἵποντο τῇ ‘οὐκ ἐνδέχεται ὑπάρχειν’ ἀποφάσει, τό τε ‘οὐκ ἀδύνατον ὑπάρχειν’ καὶ ‘οὐκ ἀνάγκη μὴ ὑπάρχειν’. ἀκολουθήσουσιν ἄρα καὶ ταῦτα, καὶ ἔσται τὸ ‘ἐνδεχόμενον εἶναι’ καὶ ‘οὐκ ἀδύνατον εἶναι’ καὶ ‘οὐκ ἀνάγκη μὴ εἶναι’ ἅμα ἀληθῆ. τὸ ἄρα ἐνδεχόμενον εἶναι οὐκ ἀδύνατον ἔσται εἶναι οὐδὲ ἀναγκαῖον μὴ εἶναι. οὐκ ὄντι ἄρα τῷ ἐνδεχομένῳ ἀναγκαίῳ, ἀλλὰ μηδὲ ὑπάρχοντι, ὑποτεθέντι δὲ ὑπάρχειν, ἐπεὶ οὐκ ἀδύνατόν ἐστιν, οὐδὲν ἀδύνατον ἀκολουθήσει.1 Ἐπεὶ δέ, τί ποτέ ἐστι τὸ ἐνδεχόμενον, ἡμῖν εἴρηται, ἐντεῦθεν ἤδη περὶ τῆς ἀντιστροφῆς αὐτοῦ τὸν λόγον ποιήσομαι, ἀντιστροφῆς δέ, ὡς εἴρηται, τῆς ἐνδεχομένης, ἥτις τὴν μὲν τάξιν τῶν ὅρων φυλάττει τὴν αὐτήν, τὴν δὲ ποιότητα μόνον ἀμείβει. συμβαίνει δὲ πάσας τὰς κατὰ τὸ ἐνδεχόμενον προτάσεις ἀντιστρέφειν ἀλλήλαις· καὶ γὰρ ἴδιον τῶν ἐνδεχομένων τὸ ἀντιστρέφειν, τοῦτ’ ἔστι τὸ ἀντακολουθεῖν ἀλλήλαις τὰς κατ’ αὐτὸ γινομένας καταφάσεις τε καὶ ἀποφάσεις. ἀποφάσεις δὲ λέγω κατὰ τὸ ἐνδέχεσθαι οὐ τὰς τοῦ ἐνδεχομένου ἀποφάσεις ἀλλὰ τὰς ἐνδεχομένας ἀποφατικάς· διαφέρει γὰρ καὶ ἐνδεχομένη ἀποφατικὴ καὶ ἐνδεχομένης ἀπόφασις, ὥσπερ ἀναγκαία ἀποφατικὴ καὶ ἀναγκαίας ἀπόφασις. ἡ μὲν γὰρ ‘ἀνάγκη μὴ ὑπάρχειν’ λέγουσα ἀναγκαία ἐστὶν ἀποφατική, οὐκ οὖσα ἀπόφασις τῆς ‘ἀνάγκη ὑπάρχειν’· ἡ δὲ ‘οὐκ ἀνάγκη ὑπάρχειν’ ἀναγκαίας τῆς ‘ἀνάγκη ἐστὶν ὑπάρχειν’ ἀποφατική, ἥτις κυρίως ἐστὶν ἀποφατική· ἡ δ’ ἑτέρα ἁπλῶς μέν ἐστι καταφατική, τὸ δ’ ὅλον ἀναγκαία ἀποφατική. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ ἐνδεχομένου ἀπόφασις μὲν τοῦ ἐνδεχομένου ἡ κυρίως ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται εἶναι’, ἐνδεχομένη δὲ οὖσα ἁπλῶς κατάφασις ἡ ‘ἐνδέχεται μὴ εἶναι’. τὰς δὴ ἐνδεχομένας ἀποφατικὰς καὶ τὰς ἐνδεχομένας καταφατικὰς συμβέβηκεν ἀντακολουθεῖν ἀλλήλαις, κατὰ τὸ σημαινόμενον τὸ κείμενον νῦν καὶ ὁρισθὲν λαμβανομένου τοῦ ἐνδεχομένου· πᾶν γάρ, ὃ οὕτως ἐνδέχεται εἶναι, ἐνδέχεται καὶ μὴ εἶναι. λέγω οὖν ἀντιστρέφειν οὐ τὰς καταφατικὰς ταῖς κυρίως ἀποφατικαῖς, τὴν ‘ἐνδέχεται εἶναι’ τῇ ‘οὐκ ἐνδέχεται εἶναι’, ἀλλ’ ὅσαι καταφατικὸν ἔχουσι τὸ σχῆμα κατὰ τὴν ἀντίθεσιν. ἀντικεῖσθαι μὲν γὰρ δοκοῦσιν ἡ ἐνδέχεσθαι εἶναι τῇ ἐνδέχεσθαι μὴ εἶναι λεγούσῃ2 διὰ τὸ ἐν μὲν τῇ τὸ εἶναι ἐν δὲ τῇ τὸ μὴ εἶναι συντετάχθαι, ἃ δοκεῖ ἀλλήλοις ἀντικεῖσθαι· οὐ μὴν ἀλλὰ ἀμφότεραι καταφατικαί εἰσιν διὰ τὸ καταφάσεις εἶναι ἐκείνας, ἐν αἷς μὴ πρόσκειται τῷ τρόπῳ τὸ ἀποφατικόν.
因为对于“可能属于”,完全必然的是要么“必然不属于”与之同真,要么“非必然不属于”与之同真。因此,若说同一事物既可能属于又必然不属于是假的,那么对立的陈述跟随则是真的——我指的是对于可能属于,“非必然不属于”跟随。在不可能的情况中同样如此:因为如果可能属于不能与“不可能属于”同真,显然它将与矛盾对立的“非不可能属于”同真;因为凡可能属于的,这并非不可能属于。因此,若对于可能的事物,必然的是要么必然的属性属于它,要么非必然的属性属于它,而必然的属性不可能属于(因为同一事物怎能同时既是可能的又是必然的?),那么非必然的属性将属于。因此说可能就是这个——“在其并非必然”——是说得恰当的。再次,若可能的事物必然要么是不可能的,要么是非不可能的,而它不是不可能的(因为同一事物怎能同时既是可能的又是不可能的?),那么它将是非不可能的。因此,说在可能的事物被设定为属于时没有任何不可能的事情发生,确实是说得恰当的。而我们说“在其并非必然,被设定时没有任何不可能[的事情发生]”来定义可能是妥当的,这一点从相对立的否定与肯定中也是显然的。因为如果“非可能属于”、“不可能属于”和“必然不属于”要么是同一的,要么相互跟随——正如所有人都会说的,并且在《解释篇》中已经证明的那样(因为即使它们并非完全同一,因其一是否定而其余是肯定,但在其中之一为真的情形中,其余的也为真)——那么显然,它们的矛盾命题也相互跟随。作为否定的“非可能属于”的肯定命题是“可能属于”;而跟随在否定命题“非可能属于”之后的肯定命题“不可能属于”和“必然不属于”的[否定命题],则是“非不可能属于”和“非必然不属于”。因此这些命题也将相互跟随,“可能存在”、“非不可能存在”和“非必然不存在”将同时为真。因此,可能存在的事物将是非不可能存在,也非必然不存在。因此对于可能的事物,由于它不是必然的,但也非实然存在的,而在被假设为属于时,既然它并非不可能,就没有任何不可能的后果跟随。 既然可能究竟是什么已经由我们论述过了,接下来我将就它的换位展开论述——正如已经说过的,这是指可能的换位,它保持词项的次序相同,而仅改变其质。并且按照可能的一切前提都相互换位;因为按照它所形成的肯定与否定相互换位,即相互跟随,乃是可能事物的特征。但我所说的按照可能的否定,不是指可能的否定,而是指可能否定[前提];因为可能否定[前提]与可能的否定是不同的,正如必然否定[前提]与必然的否定不同一样。因为表述“必然不属于”的[命题]是必然否定[前提],而不是“必然属于”的否定;而“非必然属于”则是必然[前提]“必然属于”的否定,这才是本义上的否定;但另一者单就形式而言是肯定,总体上则是必然否定[前提]。在可能的情况中完全也是以同样的方式:可能的否定即本义上的否定是“非可能存在”,而“可能不存在”单就形式而言虽是肯定,但在情态上是可能的。因此,当按照现在所确立和定义的意义来理解可能时,可能否定[前提]与可能肯定[前提]就相互跟随;因为凡以这种方式可能存在的一切,也可能不存在。因此我所说的换位,不是指肯定与本义上的否定——即“可能存在”与“非可能存在”——相换位,而是指在对立中具有肯定形式的那些命题相互换位。因为表述“可能存在”与表述“可能不存在”的[前提]之所以显得对立,乃是因为在前者中结合了“存在”,而在后者中结合了“不存在”(这两者看起来相互对立);然而两者都是肯定命题,因为那些未将否定词附加于模态词上的命题乃是肯定命题。
- 1.1οὐκ ὄντι ἄρα τῷ ἐνδεχομένῳ ἀναγκαίῳ, ἀλλὰ μηδὲ ὑπάρχοντι, ὑποτεθέντι δὲ ὑπάρχειν, ἐπεὶ οὐκ ἀδύνατόν ἐστιν, οὐδὲν ἀδύνατον ἀκολουθήσει
与格分词 οὐκ ὄντι ... ὑποτεθέντι 与 τῷ ἐνδεχομένῳ 一致,后者充当主句动词 ἀκολουθήσει 所支配的与格补足语(“对于可能的事物……没有任何不可能的后果跟随”)。此处并非与格独立结构,而是遵循了 ἀκολουθεῖν 支配与格的常规句法联系。
- 1.1ἡ ἐνδέχεσθαι εἶναι τῇ ἐνδέχεσθαι μὴ εἶναι λεγούσῃ
阴性单数定冠词及分词(ἡ 以及 τῇ ... λεγούσῃ)与语境中省略的阴性名词 πρότασις(前提/命题)保持一致。不定式短语 ἐνδέχεσθαι εἶναι 与 ἐνδέχεσθαι μὴ εἶναι 起到引语实质作用,表明各命题的具体陈述内容。
