- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:147.27-149.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯全面考察了在预备推论的结论上添加新前提以构成不同格或同格推论时的规则(区分作为大前提添加的“从上方”与作为小前提添加的“从下方”),随后阐释了在反驳定义时,只要驳倒其中一个构成要素即可推翻整个定义的逻辑结构。
τὸ γὰρ Δ παντὶ μὲν τῷ Β οὐδενὶ δὲ τῶν Α· τὸ δὲ Α παντὶ μὲν τῷ Γ· ὥστε ἡ μὲν Δ Β, Δ Α τὸ δεύτερον ἐποίησε σχῆμα, ἡ δὲ Δ Α, Α Γ τὸ πρῶτον. τὸ αὐτὸ καὶ ἐπὶ πάντων. ἐπεὶ δὲ προσυλλογισμῶν τὰ συμπεράσματα λαμβάνοντες καὶ συνάπτοντες ἑτέραν πρότασιν [καὶ] οὕτως τὸν συλλογισμὸν πλέκομεν, ἐκεῖνο ἐπιστῆσαι χρή, ὅτι, εἰ μὲν ἐν τῷ τρίτῳ σχήματι εἴη ὁ προσυλλογισμός, ἐξ αὐτοῦ δὲ ἐπὶ τὸ πρῶτον ἢ εἰς τὸ δεύτερον μεταβαίνομεν, κάτωθεν δεῖ τὴν πρότασιν προστιθέναι, τουτέστι πρὸς τὴν ἐλάττονα·1 μερικῶν γὰρ ὄντων τῶν συμπερασμάτων ἐν τρίτῳ σχήματι, εἰ μὴ κάτωθεν προστεθείη ἡ πρότασις, ἀσυλλόγιστον γίνεται τὸ σχῆμα ἐν πρώτῳ ἢ δευτέρῳ τῆς μείζονος μερικῆς οὔσης. καὶ δηλονότι, εἰ ἀποφατικὸν εἴη τὸ ἐν τρίτῳ συναγόμενον, οὐδ’ ἐνδέχεται ἐπὶ τὸ πρῶτον μεταβῆναι σχῆμα· ὅθεν γὰρ ἂν ἡ προσθήκη γένηται, ἀσυλλόγιστος ἡ συμπλοκὴ γίνεται. ὁμοίως κἂν ἐκ δευτέρου εἰς πρῶτον ἡ μετάβασις γίνηται, ἄνωθεν δεῖ τὴν προσθήκην (ποιεῖσθαι), ἐπειδὴ ἡ ἐλάττων, ἂν μὴ τοῦτο γένηται, ἀποφατική ἐστιν, ὅπερ ἀσυλλόγιστον· ἀποφατικὰ γὰρ τοῦ δευτέρου τὰ συμπεράσματα. ὁμοίως κἂν ἐκ πρώτου ἡ μετάβασις γένηται εἰς πρῶτον, καταφατικοῦ μὲν ὄντος καθόλου τοῦ συμπεράσματος ἀδιάφορον ὅθεν δεῖ ποτε τὴν προσθήκην ποιήσασθαι, εἰ ἡ προστιθεμένη πρότασις καθόλου καταφατικὴ εἴη· εἰ δὲ μερική, πάντως κάτωθεν. εἰ δὲ ἀποφατικὸν εἴη τὸ συμπέρασμα καθόλου, ἄνωθεν. εἰ δὲ μερικόν, οὐκέτι ἐνδέχεται 〈πρότασιν〉 προστιθέντας πάλιν τὸ πρῶτον ποιῆσαι· εἴτε γὰρ ἄνωθεν προστεθείη, τὴν μείζονα μερικὴν ποιήσει, εἴτε κάτωθεν, ἀποφατικὴν τὴν ἐλάττονα. ταὐτὸ καὶ ἐπὶ τῶν ἐν δευτέρῳ σχήματι καὶ τρίτῳ μερικῶν ἀποφατικῶν, ὡς ἤδη εἴπομεν· ἀδύνατον γὰρ ἐκ τούτων μεταβῆναι εἰς τὸ πρῶτον. εἰ δὲ ἀπὸ δευτέρου εἰς δεύτερον ἡ μετάβασις γένηται, καθόλου μὲν ὄντος τοῦ συμπεράσματος, εἰ μὲν ἡ προστιθεμένη καὶ αὐτὴ καθόλου εἴη, ἀδιάφορον· εἰ δὲ μερική, πάντως κάτωθεν, τουτέστι πρὸς τῇ ἐλάττονι, ἵνα μὴ τὴν μείζονα μερικὴν ποιήσωμεν. μερικοῦ δὲ ὄντος τοῦ συμπεράσματος, δεῖ πάντως τὴν προστιθεμένην καθόλου εἶναι καταφατικὴν καὶ ἄνωθεν· ἄλλως γὰρ ἀδύνατον ἐν δευτέρῳ σχήματι. εἰ δὲ ἐκ τρίτου εἰς τρίτον γίνεται ἡ σύνθεσις, δεῖ πάντως τὴν προστιθεμένην πρότασιν καθόλου εἶναι διὰ τὸ πάντα τὰ τοῦ τρίτου συμπεράσματος μερικὰ εἶναι, ἄνευ δὲ τοῦ καθόλου μὴ γίνεσθαι συλλογισμόν. καὶ εἰ μὲν ἀποφατικὸν εἴη τὸ συμπέρασμα, δεῖ τὴν προστιθεμένην, δηλονότι καταφατικὴν καθόλου οὖσαν, κάτωθεν προστίθεσθαι, ἵνα μὴ ἡ ἐλάττων ἀποφατικὴ γένηται· εἰ δὲ καταφατικὸν τὸ συμπέρασμα, ἀδιαφόρως προστίθεται. εἰ δὲ ἀπὸ τοῦ πρώτου εἰς τὸ δεύτερον, εἰ μὲν καθόλου 〈τὸ συμπέρασμα καὶ ἡ προστιθεμένη καθόλου〉 εἴη, ἀδιαφόρως καὶ ἄνωθεν καὶ κάτωθεν προστίθεται· εἰ δὲ μερική, πάντως κάτωθεν, ἵνα μὴ ἡ μείζων ἐν δευτέρῳ σχήματι μερικὴ γένηται. εἰ δὲ μερικὸν τὸ συμπέρασμα, δεῖ τὴν προστιθεμένην πάντως καθόλου ἀνομοιοσχήμονα2 εἶναι καὶ ἄνωθεν διὰ τὴν μείζονα. εἰ δὲ ἀπὸ πρώτου εἰς τρίτον, εἰ μὲν καταφατικὸν εἴη τὸ συμπέρασμα καὶ ἡ προστιθεμένη καταφατική, ἀδιαφόρως καὶ ἄνωθεν καὶ κάτωθεν· εἰ δὲ ἡ προστιθεμένη ἀποφατική, ἄνωθεν πάντως διὰ τὴν ἐλάττονα. εἰ δὲ τὸ συμπέρασμα ἀποφατικόν, δεῖ πάντως τὴν προστιθεμένην καταφατικὴν εἶναι καὶ κάτωθεν προστίθεσθαι· δεῖ δὲ πάντως τὴν μίαν πρότασιν καθόλου εἶναι. καὶ καθόλου εἰπεῖν ἐπιβλέπειν δεῖ, μή τι παραφθείρεται διὰ τῆς προσθήκης [διὰ] τῶν ἐν ἑκάστῳ σχήματι πεφυλαγμένων· καὶ εἰ μὲν διὰ τῆς προσθήκης σώζεται τὰ τοῦ σχήματος ἴδια, προσθετέον, εἰ δὲ μή, δι’ ἄλλου σχήματος δεικτέον. Ὅτι δὲ τεσσάρων ὄντων τῶν προβλημάτων, ὧν ἐν τοῖς Τοπικοῖς ἐξεθέμεθα, ᾧ τὸ ἀπὸ ὁρισμοῦ ἐστι, δῆλον.3 καὶ τοῦτο δὴ οὖν παραινῶ πρὸς τοῖς ἄλλοις ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν δεῖν ποιεῖν, ὅσοι συλλογισμοὶ ἀνασκευαστικοί εἰσιν ὅρου τινὸς ἀποδεδομένου ἢ ἑνός τινος τῶν ἐν τῷ ὅρῳ ἀναιρετικοὶ καὶ πρὸς ἓν τῶν ἐν αὐτῷ διειλεγμένοι καὶ οὕτως ἀναιροῦντες τὸν ὅρον. ἀναιρεῖται γὰρ ὁρισμὸς καὶ δείκνυται μὴ ὑγιὴς καὶ ἑνός τινος ἀναιρεθέντος τῶν ἐν αὐτῷ, ὡς εἴ τις ὁρισαμένου τινὸς τὸν ἄνθρωπον ζῷον λογικὸν θνητὸν πτηνὸν δεῖξαι διὰ συλλογισμοῦ, ὅτι μὴ εὐλόγως τὸ πτηνὸν πρόσκειται (οὐ γάρ ἐστιν οἰκεία διαφορὰ ἀνθρώπου), ὅλον μὲν τὸν ἀποδιδόμενον ὅρον ἀνασκευάσει· ψευδὴς γὰρ ὁ πᾶς γίνεται καὶ οὑτινοσοῦν ἀναιρεθέντος τῶν ἐν αὐτῷ.
因为Δ属于一切Β,但不属于任何Α;而Α属于一切Γ;所以Δ-Β和Δ-Α构成了第二格,而Δ-Α和Α-Γ构成了第一格。在一切情形中亦同此理。既然我们采纳预备推论的诸结论并连结另一个前提,以此方式编织推论,就必须注意这一点:如果预备推论在第三格中,而我们由此转向第一格或第二格,就必须从下方,也就是对小前提添加前提;因为第三格中的诸结论是特称的,如果不从下方添加前提,由于大前提是特称的,该格在第一格或第二格中就会成为不能成立推论的。显然,如果在第三格中推导得出的是否定的,甚至不可能转向第一格;因为无论从哪一方进行添加,这种组合都成为不能成立推论的。同样,即使从第二格转向第一格,也必须从上方进行添加,因为如果不这样做,小前提就是否定的,而这是不能成立推论的(因为第二格的诸结论是否定的)。同样,即使从第一格转向第一格,在结论是全称肯定的情况下,只要添加的前提是全称肯定的,从哪一方添加都无关紧要;但如果是特称的,则在一切情形下都必须从下方。如果结论是全称否定的,则从上方。但如果是特称的,就不再可能通过添加前提再次构成第一格;因为无论从上方添加,都会使大前提成为特称的,还是从下方添加,都会使小前提成为否定的。正如我们已经说过的,在第二格和第三格中的特称否定情形中亦同此理;因为从这些转向第一格是不可能的。如果从第二格转向第二格,在结论是全称的情况下,如果添加的前提本身也是全称的,则无关紧要;但如果是特称的,在一切情形下都必须从下方,也就是对小前提添加,以免我们使大前提成为特称的。而在结论是特称的情况下,添加的前提在一切情形下都必须是全称肯定的,并且从上方添加;因为在第二格中除此以外是不可能的。如果组合是从第三格到第三格,由于第三格的所有结论都是特称的,并且没有全称就不能构成推论,添加的前提在一切情形下都必须是全称的。并且如果结论是否定的,添加的前提显然作为全称肯定的必须从下方添加,以免小前提成为否定的;如果结论是肯定的,则从哪一方添加都无关紧要。如果从第一格到第二格,如果结论是全称的且添加的前提也是全称的,则无论从上方还是从下方添加都无关紧要;但如果〔添加的前提〕是特称的,在一切情形下都必须从下方,以免第二格中的大前提成为特称的。如果结论是特称的,由于大前提的缘故,添加的前提在一切情形下都必须是不同质的全称,并且从上方添加。如果从第一格到第三格,如果结论是肯定的且添加的前提也是肯定的,则无论从上方还是从下方都无关紧要;但如果添加的前提是否定的,由于小前提的缘故,在一切情形下都必须从上方。如果结论是否定的,添加的前提在一切情形下都必须是肯定的,并且从下方添加;而在一切情形下都必须有一个前提是全称的。总括而言,必须察看在各个格中被遵守的规则中是否有任何东西因添加而遭到破坏;如果通过添加该格的特有性质得以保全,就应当添加,但如果不能,就必须通过另一个格来展示。至于我们在《论题篇》中所阐述的四个问题中,出于定义的那个问题是什么,是显而易见的。因此,我建议在推论的分析中,除其他事项外,对于凡是驳斥某个给定的定义、或消除定义中的某一要素并针对其中之一进行辩驳从而消除定义的推论,都必须这样做。因为即使定义中的某一要素被消除,定义也会被消除并被展示为是不健全的,正如若有人把人定义为“有理性的、会死的、有翼的动物”,某人通过推论展示“有翼的”被附加上是不合逻辑的(因为它不是人的固有种差),他就会驳斥整个给定的定义;因为即使其中的任何一个要素被消除,整个定义也就成为假的了。
- 3.0κάτωθεν δεῖ τὴν πρότασιν προστιθέναι, τουτέστι πρὸς τὴν ἐλάττονα
在推论的复合中,“从下方”(κάτωθεν)添加前提正如文中所解释的(τουτέστι πρὸς τὴν ἐλάττονα),指“相对于小前提”添加,即将预备推论的结论作为大前提,把新前提作为小前提加以连结。与之相对,“从上方”(ἄνωθεν)则是指将新前提作为大前提添加,而预备推论的结论作为小前提。
- 3.0ἀνομοιοσχήμονα
形容词 ἀνομοιόσχημον 在此处作为逻辑学术语,指具有不同性质(肯定或否定)的前提。为满足第二格的规则(必须一肯定一否定),它表示所添加的前提相对于预备推论的结论而言必须具有相反的质(且为全称)。
- 3.0ὧν ἐν τοῖς Τοπικοῖς ἐξεθέμεθα, ᾧ τὸ ἀπὸ ὁρισμοῦ ἐστι, δῆλον
在句法上,ὧν 由前项 τεσσάρων ὄντων τῶν προβλημάτων 引出并统辖 ἐν τοῖς Τοπικοῖς ἐξεθέμεθα。其后的 ᾧ τὸ ἀπὸ ὁρισμοῦ ἐστι, δῆλον 构成一个紧缩结构,整体结构意为“在我们在《论题篇》中所阐述的四个问题中,出于定义的那个问题是什么是显而易见的”。
