- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:146.12-147.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
讨论在复合推论中预备推论的结论如何被省略,并结合具体例证阐明当跨越不同格或属于同一个格时,前提复合过程中各格特有性质的保持或还原。
τὴν γὰρ ἀποφατικὴν πρότασιν ἐν τῷ συλλογισμῷ συμπέρασμα οὖσαν τοῦ προσυλλογισμοῦ οὐ παραληψόμεθα ἐν τῷ συνθέτῳ συλλογισμῷ· συντιθέντες γὰρ τοὺς συλλογισμοὺς τῶν προσυλλογισμῶν τὰ συμπεράσματα παραλιμπάνομεν, ὡς ἐπὶ τοῦ ‘Σωκράτης ζῶον, τὸ ζῶον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία’. δυνατὸν δὲ καὶ διὰ τοῦ δευτέρου καὶ τοῦ τρίτου, εἰ μερικὸν εἴη τὸ ὀφεῖλον διὰ προσυλλογισμοῦ ἀποδείκνυσθαι. ἔστω γὰρ πάλιν τὸ προκείμενον δεῖξαι, ὅτι οὐ πᾶν ἔμψυχον αἰσθητικόν ἐστι, καὶ εἰλήφθω τὸ μέσον ζῶον· τὸ οὖν ζῶον αἰσθητικῷ μὲν παντὶ ἐμψύχῳ δὲ οὐ παντί· οὐ πᾶν ἄρα ἔμψυχον αἰσθητικόν, ἢ τὸ αἰσθητικὸν οὐ παντὶ ἐμψύχῳ. εἰ οὖν τις ζητοίη, πόθεν ὅτι τὸ ζῶον οὐ παντὶ ἐμψύχῳ, δείξομεν τοῦτο ἐν τρίτῳ σχήματι μέσον λαβόντες τὸ φυτόν· ζῶον οὐδενὶ φυτῷ, ἔμψυχον παντὶ φυτῷ, ζῶον ἄρα οὐ παντὶ ἐμψύχῳ. καὶ πάλιν συνθεὶς τὸν συλλογισμόν φημι ζῶον παντὶ αἰσθητικῷ, ζῶον οὐδενὶ φυτῷ, ἔμψυχον παντὶ φυτῷ, καὶ συνάγεται αἰσθητικὸν οὐ παντὶ φυτῷ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ τρίτου σχήματος· ἐνδέχεται γὰρ ποτὲ μὲν πάντα τὰ συμπεράσματα δι’ αὐτοῦ περαίνεσθαι, ἐνδέχεται δὲ καὶ διὰ τοῦ δευτέρου καὶ τοῦ τρίτου. ὅτι τὸ ζῶον οὐ παντὶ ἐμψύχῳ, δέδεικται διὰ μέσου τοῦ φυτοῦ· τὸ ζῶον οὐδενὶ φυτῷ, 〈ἔμψυχον παντὶ φυτῷ, τὸ ζῶον ἄρα οὐ παντὶ ἐμψύχῳ. πόθεν ὅτι τὸ ζῶον οὐδενὶ φυτῷ,〉 δείξομεν διὰ τοῦ μέσου σχήματος μέσον λαβόντες τὸ αἰσθητικόν· τὸ γὰρ αἰσθητικὸν ζῴῳ μὲν παντὶ φυτῷ δὲ οὐδενί· τὸ ἄρα ζῶον οὐδενὶ φυτῷ. συνθεὶς οὖν τὸν συλλογισμόν φημι τὸ αἰσθητικὸν παντὶ ζῴῳ, φυτῷ δὲ οὐδενί, τὸ ἔμψυχον παντὶ φυτῷ, τὸ ἄρα ζῶον οὐδενὶ φυτῷ. ἐπεὶ γὰρ τὸ αἰσθητικὸν οὐδενὶ φυτῷ, οὐδὲ τὸ φυτὸν οὐδενὶ αἰσθητικῷ· αἰσθητικὸν δὲ παντὶ ζῴῳ· φυτὸν ἄρα οὐδενὶ ζῴῳ, ὥστε καὶ ζῶον οὐδενὶ φυτῷ· ἔμψυχον δὲ παντὶ φυτῷ· ζῶον ἄρα οὐ παντὶ ἐμψύχῳ. εἰ δὲ τὴν καταφατικὴν θελήσομεν διὰ προσυλλογισμοῦ κατασκευάσαι, κατασκευάσομεν ἐν πρώτῳ σχήματι μέσον λαβόντες τὸ τρεφόμενον· πᾶν φυτὸν τρέφεται, πᾶν τρεφόμενον ἔμψυχον, πᾶν ἄρα φυτὸν ἔμψυχον· καὶ συνθείς· τὸ ζῶον οὐδενὶ φυτῷ, πᾶν φυτὸν τρέφεται, πᾶν τρεφόμενον ἔμψυχον· καὶ συνάγεται ζῶον οὐ παντὶ ἐμψύχῳ. ἐπειδὴ γὰρ πᾶν ἔμψυχον τρέφεται, πᾶν δὲ τρεφόμενον ἔμψυχον, καὶ πᾶν ἄρα φυτὸν ἔμψυχον· οὐδὲν δὲ φυτὸν ζῶόν ἐστιν· οὐ πᾶν ἄρα ἔμψυχον ζῶόν ἐστιν. οὕτως μὲν οὖν ἐν πρώτῳ καὶ δευτέρῳ οἱ προσυλλογισμοί. δυνατὸν δὲ καὶ διὰ τοῦ αὐτοῦ, λέγω τοῦ τρίτου, πάντα τὰ συμπεράσματα συνάγεσθαι. κείσθω γὰρ ὥστε δεῖξαι, ὅτι τι τρεφόμενον ἔχει αἴσθησιν, καὶ δεικνύσθω ἐν τρίτῳ σχήματι μέσον λαμβανόντων τὸ ἔμψυχον·1 τρεφόμενον παντὶ ἐμψύχῳ, αἰσθητικόν τινι ἐμψύχῳ, αἰσθητικὸν ἄρα τινὶ τρεφομένῳ. εἰ οὖν δέοι δεῖξαι, πόθεν ὅτι αἰσθητικὸν τινὶ ἐμψύχῳ, δείξομεν πάλιν ἐν τρίτῳ διὰ μέσου τοῦ ζῴου· αἴσθησις παντὶ ζῴῳ· ἀλλὰ καὶ ἔμψυχον παντὶ ζῴῳ· καὶ συνάξεις ‘αἴσθησις τινὶ ἐμψύχῳ’. καὶ συνθείς· τὸ τρεφόμενον παντὶ ἐμψύχῳ, τὸ ἔμψυχον παντὶ ζῴῳ· καὶ τὸ αἰσθητικὸν δὲ παντὶ ζῴῳ· τὸ ἄρα αἰσθητικὸν τινὶ τρεφομένῳ. ἐπεὶ γὰρ τὸ τρεφόμενον παντὶ ἐμψύχῳ, τὸ δὲ ἔμψυχον παντὶ ζῴῳ, καὶ τὸ τρεφόμενον παντὶ ζῴῳ· ἀλλὰ καὶ τὸ αἰσθητικὸν παντὶ ζῴῳ· τὶ ἄρα τρεφόμενον αἰσθητικόν ἐστιν. ἐν τούτοις δὲ πᾶσιν ἐκεῖνο εἰδέναι δεῖ, ὅτι, ὅταν μὲν ἐν διαφόροις συνάγηται σχήμασι τὰ συμπεράσματα, συντιθέμεναι αἱ προτάσεις φυλάττουσι τῶν σχημάτων τὴν ἰδιότητα· ὅταν δὲ ἐν τῷ αὐτῷ πάντα περαίνηται, ἐν τῇ συνθέσει τῶν προτάσεων οὐ διὰ πασῶν τὸ αὐτὸ ἐμφαίνεται σχῆμα, ἀλλὰ δύο μὲν συμπλοκαὶ φυλάττουσι τὴν τοῦ σχήματος ἰδιότητα, αἱ δὲ ἄλλαι οὐκέτι. παραλιμπάνεται γάρ, ὡς εἴπομεν, ἡ κατασκευαζομένη πρότασις διὰ τὸ συμπέρασμα γίγνεσθαι τοῦ προσυλλογισμοῦ, τὰ δὲ τῶν προτάσεων συμπεράσματα μὴ παραλαμβάνεσθαι ἐν τῇ συνθέσει τῶν προτάσεων. τούτου δὲ γινομένου λύεται τὸ σχῆμα καὶ εἰς τὸ πρῶτον ἀνάγεται. ἔστω γὰρ δεῖξαι ἐν δευτέρῳ σχήματι, ὅτι οὐδενὶ τῷ Γ τὸ Β διὰ μέσου τοῦ Α. τὸ οὖν Α οὐδενὶ μὲν τῷ Β παντὶ δὲ τῷ Γ. δεικνυμένης οὖν πάλιν τῆς Α Β προτάσεως τῆς ἀποφατικῆς διὰ μέσου τοῦ Δ (τὸ γὰρ Δ οὐδενὶ μὲν τῷ Α παντὶ δὲ τῷ Β), οὐκέτι ἡ Α Β παραλαμβάνεται πρότασις ἀλλὰ ἡ Δ Β, Δ Α, Α Γ, ὧν ἡ μὲν Δ Α, Α Γ τὸ πρῶτον σχῆμα ποιεῖ, ἡ δὲ Δ Β, Δ Α τὸ δεύτερον.2
因为推论中作为预备推论之结论的否定前提,我们在复合推论中并不采纳;因为在复合这些推论时,我们省略了预备推论的诸结论,正如在“苏格拉底是动物,动物是有生命的,有生命的是物体,物体是实体,所以苏格拉底是实体”的情形中那样。而如果应当通过预备推论展示的是特称的,那么通过第二格和第三格也是可能的。因为再次设当下的课题是展示并非一切有生命之物都是有感觉的,并取“动物”为中项:动物属于一切有感觉的,但不属于一切有生命的;所以并非一切有生命之物都是有感觉的,或者说有感觉的不属于一切有生命的。如果有人追问凭什么说动物不属于一切有生命的,我们将在第三格中取“植物”为中项来展示这一点:“动物不属于任何植物,有生命的属于一切植物,所以动物不属于一切有生命的”。再次复合该推论,我说:“动物属于一切有感觉的,动物不属于任何植物,有生命的属于一切植物”,于是推导得出“有感觉的不属于一切植物”。以同样的方式在第三格的情形中亦然;因为有时所有结论都可能通过它自身完成,有时也可能通过第二格和第三格完成。“动物不属于一切有生命的”已通过植物作为中项得到展示:动物不属于任何植物,[有生命的属于一切植物,所以动物不属于一切有生命的。凭什么说动物不属于任何植物,]我们将取“有感觉的”为中项通过中间的格展示;因为有感觉的属于一切动物,但不属于任何植物;所以动物不属于任何植物。于是复合该推论,我说:“有感觉的属于一切动物,但不属于任何植物,有生命的属于一切植物,所以动物不属于任何植物”。因为既然有感觉的不属于任何植物,植物也不属于任何有感觉的;而有感觉的属于一切动物;所以植物不属于任何动物,以致动物也不属于任何植物;而有生命的属于一切植物;所以动物不属于一切有生命的。如果我们要通过预备推论确证那个肯定前提,我们将在第一格中取“摄取营养的”为中项加以确证:“凡植物皆摄取营养,凡摄取营养的皆有生命,所以凡植物皆有生命”;并且复合起来:“动物不属于任何植物,凡植物皆摄取营养,凡摄取营养的皆有生命”,于是推导得出“动物不属于一切有生命的”。因为既然一切有生命的都摄取营养,而一切摄取营养的都有生命,所以凡植物亦皆有生命;但没有植物是动物;所以并非一切有生命之物都是动物。预备推论在第一格和第二格中便是如此。但是通过同一个格,我指的是第三格,推导出所有的结论也是可能的。因为设课题是展示某种摄取营养之物具有感觉,并在第三格中论证者取“有生命的”为中项加以展示:“摄取营养的属于一切有生命的,有感觉的属于某些有生命的,所以有感觉的属于某些摄取营养的”。如果需要展示凭什么“有感觉的属于某些有生命的”,我们将再次在第三格中通过中项“动物”来展示:“感觉属于一切动物;但是有生命的亦属于一切动物”;于是你将推导得出“感觉属于某些有生命的”。复合起来:“摄取营养的属于一切有生命的,有生命的属于一切动物;而有感觉的亦属于一切动物;所以有感觉的属于某些摄取营养的”。因为既然摄取营养的属于一切有生命的,而有生命的属于一切动物,摄取营养的亦属于一切动物;但是有感觉的亦属于一切动物;所以某种摄取营养之物是有感觉的。但在这一切之中必须知道的是:当结论在不同的格中推导得出时,结合起来的前提保持了诸格的特有性质;而当一切都在同一个格中完成时,在前提的复合中并非贯穿所有前提都显现出同一个格,而是两个组合保持该格的特有性质,其他的组合则不再保持。因为正如我们所说,被确证的前提由于成为预备推论的结论而被省略,而在前提的复合中并不采纳前提的诸结论。当这种情况发生时,该格便被拆解并还原为第一格。因为设要在第二格中通过中项Α展示“Β不属于任何Γ”。于是Α不属于任何Β,但属于一切Γ。当否定前提Α-Β再次通过中项Δ展示时(因为Δ不属于任何Α,但属于一切Β),不再采纳前提Α-Β,而是采纳Δ-Β、Δ-Α、Α-Γ,在它们之中,Δ-Α与Α-Γ构成第一格,而Δ-Β与Δ-Α构成第二格。
- 3.0μέσον λαμβανόντων τὸ ἔμψυχον
分词 λαμβανόντων 为属格复数,构成独立属格结构,其隐含逻辑主语指代一般的论证者(或作者与读者),伴随前面的第三人称单数表达(δεικνύσθω),用以设定论证的具体前提。
- 3.0ὧν ἡ μὲν Δ Α, Α Γ τὸ πρῶτον σχῆμα ποιεῖ, ἡ δὲ Δ Β, Δ Α τὸ δεύτερον
属格关系代词 ὧν 为部分属格,先行词为前文列举的三组前提(Δ Β, Δ Α, Α Γ),并通过分配连词 ἡ μέν ... ἡ δέ 分配为两对前提组合(Δ Α 与 Α Γ,以及 Δ Β 与 Δ Α),分别充当构成各自格的主语。
