← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§144.32-146.12

字母符号的教学作用与复合推论的还原

忒密斯提乌斯借助几何学作图的类比,再次确认使用字母只是教学上的辅助手段而非推论有效性的本质,进而探讨复合推论的还原,指出用于确证前提的各个预备推论并不必然与主推论处于同一个格中,并通过第一格和第二格的具体实例加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#19

ἄνευ γὰρ τῆς τοίας συνθέσεως οὐδὲν ἐδείκνυτο· οὕτως γὰρ ἐλέγομεν ‘εἰ τὸ Α παντὶ τῷ Β ὑπάρχει, πᾶσι τοῖς μέρεσιν αὐτοῦ ὑπάρχει, καὶ εἰ τὸ Β τῷ Γ ὑπάρχει ἢ παντὶ ἢ τινί, μέρος ἂν εἴη τὸ Γ τοῦ Β, ὥστε καὶ τὸ Α παντὶ ἢ τινὶ ὑπάρξει τῷ Γ’. καὶ οὕτως ἐπὶ πάντων ἐκ τούτων ἐγίνετο ἡ ἀπόδειξις, οὐκ ἐκ τῶν κειμένων στοιχείων τε καὶ ὅρων ἁπλῶς. εἰ γὰρ μὴ οὕτως ἔχοιεν οἱ ὅροι ὥστε τὸν μὲν μείζονα περιέχειν τὸν μέσον τὸν δὲ μέσον τὸν ἐλάττονα, ἐξ οὐδενὸς τῶν ἐκκειμένων ἢ ὅρων ἢ στοιχείων ἡ ἀπόδειξις ἐγίνετο. οὐχ οὕτως οὖν ἐχρησάμεθα τοῖς στοιχείοις ὡς χωρὶς αὐτῶν μὴ δυνάμενοι ἀποδεῖξαι, ὥσπερ ἀδύνατον χωρὶς τούτων ἀποδεῖξαι, ἐξ ὧν ὁ συλλογισμός, λέγω δὴ τοῦ καθόλου, τοῦ μερικοῦ, τοῦ καταφατικοῦ, τοῦ ἀποφατικοῦ· ἄνευ γὰρ τούτων ἀδύνατον ἀποδεῖξαι. διὰ τί οὖν ὅλως αὐτοῖς ἐχρησάμεθα, εἴποι τις ἄν. ὥσπερ, εἴποιμι ἄν, καὶ αἰσθητοῖς τισι πρὸς μάθησιν καὶ διδασκαλίαν τινὸς προσχρώμεθα,1 οἷον εὐθεῖαν καταγράφοντες καὶ κύκλον καὶ τὰ τοιαῦτα, διὰ τοῦτο ἐφιστῶντες τοὺς μανθάνοντας ἐπὶ τὴν τῶν 〈οὐκ〉 αἰσθητῶν νόησιν. οὔτε γὰρ τότε χρώμεθα ταῖς τῶν αἰσθητῶν παραβολαῖς ὡς ἀπ’ ἐκείνων καὶ δι’ ἐκείνων γινομένης τῆς δείξεως, οὔτε τῇ τῶν στοιχείων ἐκθέσει ὡς ἄνευ τούτων μὴ δυναμένου γενέσθαι τοῦ συλλογισμοῦ, ὥσπερ δὴ καὶ ἐπὶ τῶν προτάσεων τῶν 〈οἰκείων〉, ἐξ ὧν ὁ συλλογισμός. Ἐπεὶ δὲ ὁ λόγος ἡμῖν περὶ ἀναλύσεως συλλογισμῶν, εἰσὶ δέ τινες καὶ σύνθετοι συλλογισμοί, ἐν οἷς πλείω τὰ συμπεράσματα καὶ πλείους οἱ συλλογισμοί, μὴ λανθανέτω ἡμᾶς 〈ὅτι〉 ἐν τοῖς ἐκ πλειόνων συλλογισμῶν καὶ συμπερασμάτων συγκειμένοις συλλογισμοῖς οὐχ ἅπαντα τὰ συμπεράσματα κατὰ τοὺς συλλογισμοὺς ἀναγκαῖόν ἐστιν ἐν τῷ αὐτῷ γεγονέναι σχήματι.2 ἐπειδὴ γὰρ τῶν συλλογισμῶν οἱ μὲν ἐκ προσυλλογισμοῦ δείκνυνται, ὧν αἱ προτάσεις οὐκ ἄμεσοι οὐδὲ αὐτόπιστοι, οἱ δὲ οὐδὲ δέονται προσυλλογισμοῦ διὰ τὸ ἀμέσους εἶναι καὶ αὐτοπίστους τὰς προτάσεις, ὅταν ἐκ προσυλλογισμοῦ περαίνηταί τις συλλογισμός, οὐ πάντως καθ’ ἓν καὶ ταὐτὸ σχῆμα πάντα συνάγεται τὰ συμπεράσματα, ἀλλ’ ἐγχωρεῖ τὸ μέντοι συμπέρασμα κατὰ πρῶτον γεγονέναι σχῆμα τῶν ἐν αὐτῷ τὸ δέ τοι κατὰ δεύτερον ἢ τρίτον. ἐὰν μὲν γὰρ θελήσας δεῖξαι, ὅτι Σωκράτης οὐσία ἐστί, χρήσωμαι μεταξὺ τῷ ζῴῳ, ὅτι Σωκράτης ζῷον, ἐπεὶ μὴ ἄμεσοι αἱ προτάσεις καὶ δεῖ τῆς ἑκατέρας κατασκευῆς, τίθημι μεταξὺ μὲν Σωκράτους καὶ τοῦ ζῴου τὸν ἄνθρωπον, μεταξὺ δὲ ζῴου καὶ τῆς οὐσίας τὸ ἔμψυχον, πάλιν μεταξὺ τοῦ ἐμψύχου καὶ τῆς οὐσίας τὸ σῶμα. καὶ δηλονότι πάντα τὰ συμπεράσματα ἐν τούτῳ κατὰ πρῶτον σχῆμα γίνεται οὕτως· Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον, Σωκράτης ἄρα ζῷον· καὶ πάλιν Σωκράτης ζῷον, τὸ ζῷον ἔμψυχον, Σωκράτης ἄρα ἔμψυχον· καὶ πάλιν Σωκράτης ἔμψυχον, τὸ ἔμψυχον σῶμα, Σωκράτης ἄρα σῶμα· καὶ πάλιν Σωκράτης σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία. καὶ συντιθέμεναι πᾶσαι αἱ προτάσεις ἕνα σύνθετον ἐν πρώτῳ σχήματι ποιοῦσι συλλογισμόν· Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία. ὁμοίως καὶ ἐν δευτέρῳ ἐστὶ δυνατὸν πάντα τὰ συμπεράσματα συναγαγεῖν. οἷον εἰ θελήσω δεῖξαι, ὅτι τὰ φυτὰ οὐκ ἔστι ζῷα, δείκνυμι τοῦτο ἐν δευτέρῳ σχήματι μέσον ὅρον θεὶς τὴν αἴσθησιν· πᾶν ζῷον αἴσθησιν ἔχει, οὐδὲν φυτὸν αἴσθησιν ἔχει, οὐδὲν ἄρα φυτὸν ζῶον. εἰ μὲν οὖν ἡ καταφατικὴ πρότασις δέοιτο κατασκευῆς, λέγω δὴ ὅτι πᾶν ζῶον αἴσθησιν ἔχει, πάντως διὰ τοῦ πρώτου σχήματος δείκνυται καθόλου οὖσα. εἰ δὲ μερικὴ εἴη, διὰ τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου. εἰ δὲ 〈ἡ〉 ἀποφατικὴ δέοιτο κατασκευῆς καθόλου οὖσα, ἔστι μέν, ὅτε καὶ αὐτὴ διὰ τοῦ πρώτου δειχθήσεται, ἔστι δέ, ὅτε διὰ τοῦ δευτέρου· οἷον οὐδὲν φυτὸν δύναμιν ἔχει γνωστικήν τε καὶ διακριτικὴν τῶν προσπιπτόντων ἢ θιγγανόντων· πᾶσα δὲ αἴσθησις δύναμίς ἐστι διακριτικὴ τῶν προσπιπτόντων ἢ θιγγανόντων· οὐδὲν ἄρα φυτὸν αἴσθησιν ἔχει. καὶ ἔστι συνθεῖναι καὶ τὸν συλλογισμὸν οὕτως· πᾶν ζῶον αἴσθησιν ἔχει, πᾶσα αἴσθησις δύναμίς ἐστι γνωστική τε καὶ διακριτικὴ τῶν προσπιπτόντων ἢ θιγγανόντων, οὐδὲν φυτὸν δύναμιν γνωστικὴν ἢ διακριτικὴν ἔχει, οὐδὲν ἄρα φυτὸν ζῶον.

因为没有这样的结合,就什么也展示不出来;因为我们曾如此说:“如果Α属于所有的Β,它就属于它的所有部分;并且如果Β属于Γ——无论是属于全部还是属于某些,Γ便会是Β的一部分,以致Α也将属于Γ的全部或某些”。并且在一切情形下,证明都是如此从这些当中产生,而并非单纯地从所设定的字母和项中产生。因为如果诸项之间的关系不是大项包含中项且中项包含小项,那么证明便不可能从所陈列的任何项或字母中产生。因此,我们并非仿佛没有字母就不能证明那样使用了字母,即并非像没有构成推论的那些要素——我指的是全称、特称、肯定、否定——就不可能进行证明那样(因为没有这些就绝不可能证明)。或许有人会说,那么我们究竟为何要使用它们?我会说,正如同为了某事的学习和传授,我们也利用某些可感觉之物,例如画出一条直线、一个圆等等,借此引导学习者去领会那些不可感觉之物。因为我们那时利用可感觉之物的比照,并非把证明当作从它们产生且通过它们产生,我们陈列字母也并非把推论当作像在推论由之构成的固有的那些前提的情形中那样没有它们就不能成立。既然我们的讨论是关于推论的还原,并且也存在某些复合推论,在其中结论更多且推论更多,那么绝不可让我们忽略的是,在由多个推论和结论组成的推论中,依照诸推论得出的所有结论未必都产生于同一个格中。因为既然推论之中有些是通过预备推论展示的,它们的前提既非直接的亦非自明的,而另一些则由于前提是直接且自明的甚至不需要预备推论,所以当某个推论通过预备推论得以完成时,并非在任何情况下所有结论都依照同一个格推导出来,而是其中某个结论完全可能依照第一格产生,而另一个依照第二格或第三格产生。因为如果我想要证明“苏格拉底是实体”,而在中间使用了“动物”,〔说〕“苏格拉底是动物”,既然前提不是直接的且需要对每一方加以确证,我便在苏格拉底与动物之间置入“人”,在动物与实体之间置入“有生命的”,又在有生命的和实体之间置入“物体”。显而易见,在此情形下所有的结论都依照第一格如此产生:“苏格拉底是人,人是动物,所以苏格拉底是动物”;再次,“苏格拉底是动物,动物是有生命的,所以苏格拉底是有生命的”;再次,“苏格拉底是有生命的,有生命的是物体,所以苏格拉底是物体”;再次,“苏格拉底是物体,物体是实体,所以苏格拉底是实体”。并且所有前提结合起来,便在第一格中构成一个复合推论:“苏格拉底是人,人是动物,动物是有生命的,有生命的是物体,物体是实体,所以苏格拉底是实体”。同样,在第二格中也有可能推导出所有的结论。例如,如果我想要证明“植物不是动物”,我便将“感觉”作为中项置入,在第二格中展示这一点:“凡动物皆有感觉,没有植物有感觉,所以没有植物是动物”。如果那个肯定前提需要确证,我指的是“凡动物皆有感觉”,由于它是全称的,无论如何都要通过第一格来展示。但如果它是特称的,则通过第一格和第三格展示。如果作为全称的否定前提需要确证,有时它自身也会通过第一格展示,有时则通过第二格展示;例如,“没有植物具有能够认识和辨别迎面而来或接触之物的能力;而一切感觉都是辨别迎面而来或接触之物的能力;所以没有植物有感觉”。并且也可以如此结合该推论:“凡动物皆有感觉,一切感觉都是能够认识和辨别迎面而来或接触之物的能力,没有植物具有认识或辨别的能力,所以没有植物是动物”。

语法注2 条
  1. 3.0ὥσπερ, εἴποιμι ἄν, καὶ αἰσθητοῖς τισι πρὸς μάθησιν καὶ διδασκαλίαν τινὸς προσχρώμεθα

    针对前文假想问题“究竟为何使用字母”(διὰ τί οὖν ὅλως αὐτοῖς ἐχρησάμεθα, εἴποι τις ἄν)的应答句。由 ὥσπερ 引导的比照分句作为紧缩的答语出现,并没有重复完整的主句,而是配合分词 καταγράφοντες 与 ἐφιστῶντες,表达“正如在几何学中利用可感觉的图形一样,我们也利用了字母”的核心句意。

  2. 3.0οὐχ ἅπαντα τὰ συμπεράσματα κατὰ τοὺς συλλογισμοὺς ἀναγκαῖόν ἐστιν ἐν τῷ αὐτῷ γεγονέναι σχήματι

    词组 οὐχ ἅπαντα 为部分否定,意为“并非所有结论都必然产生于同一个格中”。其理由和具体内涵紧接着在后文通过 ἐπειδὴ ... οὐ πάντως ... συνάγεται, ἀλλ’ ἐγχωρεῖ...(“并非在任何情况下都……而是完全可能一个产生于第一格,另一个产生于第二或第三格”)得到进一步阐明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:144.32-146.12