- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:143.16-144.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段论述了推论的有效性取决于前提的结合方式而非项的质料,并阐明在推论说明中使用的字母与特定项的陈列如同几何学的作图一样,只是帮助初学者理解的教学标记,其自身并非必然得出结论的原因。
ἀλλ’ αἱ συλλογιστικαὶ συζυγίαι οὐκ ἐπὶ τινὸς μὲν ὕλης ἀληθεύουσιν ἐπὶ τινὸς δὲ οὔ, ἀλλ’ ἐπὶ πάσης· τοῦτο γὰρ τῷ ἀσυλλογίστῳ ὑπάρχει τὸ ἐπὶ τινὸς μὲν ὕλης ἀληθεύειν ἐπὶ τινὸς δὲ ψεύδεσθαι, ὡς εἶναι δῆλον, ὅτι καὶ ὅτε ἠλήθευον, οὐ διὰ τὴν συμπλοκὴν τῶν προτάσεων ἀλλὰ διὰ τὴν ὕλην ἠλήθευον. Οὐ δεῖ δὲ οἴεσθαι παρὰ τὴν τῶν ὅρων ἔκθεσίν τι συμβαίνειν ἄτοπον καὶ ψεῦδος, ἐπειδὴ ἐν τῇ τῶν συλλογισμῶν παραδόσει κεχρήμεθα τοῖς στοιχείοις ἀντὶ τῶν ὅρων καὶ ἐπ’ αὐτῶν δεικνύομεν τάς τε συλλογιστικὰς συζυγίας καὶ τὰς ἀσυλλογίστους, ὡς τῆς τῶν στοιχείων λήψεως αἰτίας γεγενημένης1 τοῦ δοκεῖν δείκνυσθαί τι συναγόμενον ἢ μὴ δείκνυσθαι, ὡς πολλάκις δείκνυσθαί τινα παρὰ τὴν ὕλην συνάγοντά τι οὐκ ὄντα συλλογιστικά. τάχα μὲν οὖν οὐ σαφῶς εἰρήκαμεν, ὃ εἰπεῖν βουλόμεθα. ῥητέον οὖν ὡς οἷόν τε σαφέστερον. οὐ δεῖ ὑπολαμβάνειν καὶ ὑπονοεῖν, ὅτι ἡ τῶν στοιχείων ἔκθεσις αἰτία ἐστὶ τοῦ ἢ συλλογιστικὰς εἶναί τινας τῶν συμπλοκῶν ἢ ἀσυλλογίστους, ἐπειδὴ διὰ παντὸς τοῦ βιβλίου διὰ τῆς τῶν στοιχείων ἐκθέσεως τὴν διδασκαλίαν ἐποιησάμεθα· οὐ γὰρ παρὰ τὴν ἔκθεσιν τῶν στοιχείων τὰ συμβαίνοντα συμβέβηκεν ἐν τῇ τῶν συλλογισμῶν παραδόσει. καὶ τί λέγω τῶν στοιχείων, ὅπου γε οὐδὲ παρὰ τὴν τῶν ὅρων παραληφθέντων ἔκθεσιν οὐδὲν τῶν συμβάντων συμβέβηκεν; οὐδὲν γὰρ ἡμῖν εἰς τὰ δεικνύμενα ἡ τούτων ἔκθεσις συνεισφέρει. οὐ γὰρ παρὰ τὸ τὸ μὲν Α αὐτῶν εἶναι τὸ δὲ Β ἢ Γ ἡ συναγωγὴ γέγονε· τὸ γὰρ αὐτὸ γίνεται, κἂν ἄλλοις ἀντὶ τούτων χρησώμεθα. ὃ οὐ γίνεται ἐπὶ τοῦ ‘πᾶς ἄνθρωπος ζῶον, πᾶν γελαστικὸν ἄνθρωπος’· ἐκ γὰρ τούτων συνάγεσθαι δοκεῖ τὸ πάντα ἄνθρωπον γελαστικὸν εἶναι. ἀλλὰ τοῦτο διὰ τὴν τῶν εἰλημμένων ὅρων ποιὰν σχέσιν πρὸς ἀλλήλους, οὐ διὰ τὸ σχῆμα· ἄλλων γοῦν ὅρων ἐν τῇ τοιαύτῃ συζυγίᾳ ληφθέντων οὐδὲν συνάγεται, ὥσπερ ἐπὶ τῶν ‘πᾶς ἄνθρωπος ζῶον, πᾶς ἵππος ζῶον’. ἐπὶ δὲ τῆς τῶν στοιχείων ἐκθέσεως οὐχ οὕτως· ὃ ἐδείξαμεν καὶ αὐτοὶ ἄλλοτε ἄλλοις χρησάμενοι καθ’ ἕκαστον σχῆμα. οὐ γὰρ ἔστιν ἐπὶ τῶν στοιχείων, ἵνα τὸ μὲν ὡς ὅλον τὸ δ’ ὡς μέρος τούτου ληφθῇ, ὡς ἔχει τὸ ἔμψυχον καὶ τὸ ζῶον· τὸ μὲν γὰρ ὡς ὅλον ἐστίν (ἐπὶ πλέον γὰρ καὶ καθόλου), τὸ δ’ ὡς μέρος· καὶ πάλιν ἂν ἄλλο πρὸς τοῦτο 〈τὸ〉 ζῶον, ὃ ζῶον ὡς μέρος ἐλήφθη ἐν τῇ πρώτῃ προτάσει, ἄλλο ὡς μέρος οἷον ὁ ἄνθρωπος ληφθῇ· ἐκ τῶν οὕτως οὖν ἐχόντων ὅρων ὡς τὸν μὲν κατηγορεῖσθαι τὸν δὲ ὑποκεῖσθαί τε καὶ κατηγορεῖσθαι ἐν ταῖς προτάσεσιν αἱ δείξεις. ἐξ οὐδενὸς γὰρ τῶν, ἃ μὴ ἔχει πρὸς ἄλληλα οἰκειότητα, οἷόν τέ τι δειχθῆναι συναγόμενον συλλογιστικῶς. τὰ δὲ στοιχεῖα οὐδεμίαν τοιαύτην σχέσιν ἔχει πρὸς ἄλληλα, ἀλλὰ σημεῖα κοινὰ τῶν ὅρων εἴληπται οὐδὲν παρ’ αὐτῶν συντελοῦντα εἰς τὸ ἢ συνακτικὴν δειχθῆναι τὴν συζυγίαν ἢ ἀσύνακτον. ὡς γὰρ ὁ γεωμέτρης ὑπὲρ σαφηνείας τῆς κατὰ τὴν διδασκαλίαν καταγραφὴν ποιεῖταί τινα καὶ λέγει ‘ἔστω ποδιαία ἥδε, καὶ ἔστω εὐθεῖα ἥδε’ οὔτε τὴν ποδιαίαν ποδιαίαν λαμβάνων οὔτε τὴν εὐθεῖαν εὐθεῖαν, οὐδὲ τοῖς καταγεγραμμένοις προσχρώμενος δείκνυσιν αὐτῷ τὸ προκείμενον, ἀλλὰ τούτοις σημείοις χρῆται οὐδὲν συντελοῦσιν ἢ συνεισφέρουσι πρὸς τὸ δεικνύμενον (οὐδὲν γὰρ ἔλαττον καὶ μὴ καταγράψας ταύτας μηδὲ προσχρησάμενος αὐτῷ δύναται δεῖξαι τὸ προκείμενον), ἀλλ’ ὑπὲρ τοῦ ἀπαρακολουθήτου τοῦ μανθάνοντος2 ἐκτίθεται εὐθεῖάν τινα καὶ ταύτην ἀξιοῖ ἀπλατῆ εἶναι οὐκ οὖσαν ἀπλατῆ ἢ ἄπειρον οὐκ οὖσαν ἄπειρον, ὁμοίως καὶ κύκλον γράφει οὐκ ὄντα κύκλον καὶ διάμετρον ὁμοίως καὶ κέντρον καὶ τὰ λοιπά, ἃ λαμβάνει, καὶ οὐ παρὰ τὰ ἐκτεθέντα συμβαίνει τὰ ἀποδεικνύμενα ἀλλὰ παρὰ τὰ νοούμενα, οἷον τὸ ἀπλατῆ εἶναι τὴν εὐθεῖαν, κἂν ἡ ἐκκειμένη μή ἐστιν ἀπλατής, καὶ παρὰ 〈τὸ〉 τοῦ κύκλου κέντρον ἢ τὴν διάμετρον, κἂν τὰ ἐκκείμενα μὴ οὕτως ἔχῃ, τῆς δὲ διδασκαλίας ἕνεκεν μόνης ἐκτίθεται τὰ τοιαῦτα, διότι οἱ εἰσαγόμενοι δέονται τῆς δι’ αἰσθήσεως ὁδηγίας μήπω τοῖς νοητοῖς αὐτοῖς καθ’ αὑτὰ ἐπιβάλλειν δυνάμενοι, οὕτως καὶ ἡμεῖς3 τοῖς στοιχείοις ἐχρησάμεθα καὶ τοῖς ὅροις εἰς τῆς διδασκαλίας τὴν σαφήνειαν οὐ παρὰ ταῦτα ἀποδείξαντες τὰ ἀποδεδειγμένα ἀλλὰ παρὰ τὴν συμπλοκὴν τοῦ καθόλου καὶ μερικοῦ καταφατικοῦ καὶ ἀποφατικοῦ.
然而,推论性的组合并非在某些质料上为真而在另一些质料上不为真,而是在一切质料上都为真;因为属于非推论性组合的性质是在某些质料上为真而在另一些质料上为假,以致显而易见的是,即便当它们为真时,也并非由于前提的组合而为真,而是由于质料而为真。绝不应当认为,由于诸项的陈列而发生了某种荒谬和虚假之事,因为在推论的传授中我们使用字母代替诸项,并在它们之上展示推论性组合与非推论性组合,仿佛摄取字母成了看似展示某种被推导出的事物或不被展示的原因,仿佛许多时候某些非推论性的事物由于质料而被展示为推导出某种事物。或许我们并未清楚地说出我们所想要表达的;因此应当尽可能清楚地说明。绝不应当认为且猜想,字母的陈列是某些组合成为推论性或非推论性的原因,因为我们在整部书中都通过字母的陈列来进行教学;因为在推论的传授中所发生的事情并非由于字母的陈列而发生。而且我何必谈论字母,在连所采用的诸项的陈列也未曾使任何发生的事情发生的情况下?因为对我们而言,陈列这些项对于所展示的事物毫无贡献。因为推导的产生并非由于它们之中一个是Α而另一个是Β或Γ;因为即使我们使用其他事物代替它们,同样的事情也会发生。这在“凡人皆是动物,凡能笑者皆是人”的情形下并不会发生;因为从这些前提中看似推导出凡人皆是能笑者。但这完全是由于所摄取的诸项相互之间的某种关系,而不是由于格;无论如何,如果在这样的组合中摄取了其他的项,就什么也推导不出来,正如同在“凡人皆是动物,凡马皆是动物”的情形中一样。但在字母的陈列中则不然;这一点我们自己也在每个格中时而使用不同的字母展示过了。因为在字母的情形下,不可能一个被摄取为整体而另一个被摄取为它的部分,正如“有生命的”和“动物”所具有的关系那样;因为前者如同整体(因为外延更广且是全称的),而后者如同部分;并且如果相对于这个动物——即在第一个前提中被摄取为部分的动物——又摄取另一个作为部分,例如人;因此,诸证明正是从如此相关的诸项——即在前提中一个被谓述,另一个既作为主词又被谓述——中产生的。因为从相互之间不具有亲和性的任何事物中,都不可能推论性地展示出任何被推导出的事物。而字母相互之间没有任何这样的关系,而是被摄取为诸项的共同标记,对于展示组合是能推导的还是不能推导的,它们自身毫无贡献。因为正如几何学家为了教学上的明晰而作出某种作图并说“设此为一尺,设此为直线”,既没有把一尺之物真正当作一尺,也没有把直线真正当作直线,亦不是通过利用所画出的图形来向他展示预定的论题,而是将这些用作对所展示的事物毫无贡献或助益的标记(因为即便不画出它们也不利用它们,他也同样能够展示预定的论题),而是为了防止学习者跟不上而陈列某条直线,并要求它是无宽度的尽管它并非无宽度,或者要求它是无限的尽管它并非无限,同样也画出并非圆的圆,同样画出直径、中心以及他所摄取的其余事物,而所证明的事物并非由于被陈列之物而成立,而是由于所思想的事物而成立,例如直线是无宽度的,即便被陈列的线并非无宽度,以及由于圆的中心或直径而成立,即便被陈列的图形并不如此,陈列此类事物仅仅是为了教学的缘故,因为初学者需要通过感觉的引导,尚不能单凭自身直接领会那些理知事物本身——同样,我们也为了教学的明晰而使用了字母和诸项,所证明出的事物并非由于这些而得到证明,而是由于全称与特称、肯定与否定的组合而得到证明。
- 3.0ὡς τῆς τῶν στοιχείων λήψεως αἰτίας γεγενημένης
带有连词ὡς的独立属格结构,表示主观认定的或错误的理由。在此语境中,它指出了应当被否定的错误预设,即把字母的采用误当作推导看似成立与否的原因。
- 3.0ὑπὲρ τοῦ ἀπαρακολουθήτου τοῦ μανθάνοντος
由介词ὑπέρ加上中性名词化的形容词属格构成的表目的/预防的结构。ἀπαρακολούθητος意为“无法跟上”或“未能理解”,整个短语表达了几何学家陈列图形是为了防止学习者“跟不上”以辅助其理解。
- 3.0ὡς γὰρ ὁ γεωμέτρης ... οὕτως καὶ ἡμεῖς
长篇比喻句的骨架结构。以ὡς γὰρ ὁ γεωμέτρης...引导几何学家利用感性图线讲授理知属性的长大比喻,最终通过οὕτως καὶ ἡμεῖς...(“同样我们也使用了字母与诸项”)相呼应,从而说明字母与项在逻辑教学中所起的辅助作用。
