← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§142.1-143.16

定冠词与谓述限定对推论有效性的影响

忒密斯提乌斯通过谬误论证与字母符号(Α、Β、Γ)的检验,阐明定冠词的有无以及谓述的限定方式(无限定还是全称)会改变项的含义并影响推论的有效性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#17

ὁμοίως τούτοις οὐ ταὐτόν ἐστι τὸν ἄνθρωπον ζῷον λαβεῖν ἢ τὸν ἄνθρωπον τὸ ζῷον εἶναι· τὸ μὲν γὰρ εἰπεῖν τὸν ἄνθρωπον ζῶον εἶναι ἀληθές, τὸ δὲ τὸν ἄνθρωπον τὸ ζῶον οὐκ ἀληθές. παρὰ τοῦτο γὰρ καὶ ὁ παραλογισμὸς ἐν τῷ λόγῳ τῷ ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον γένος’· οὐκέτι γὰρ ὁ ἄνθρωπος γένος, ὅτι μηδὲ τὴν ἀρχὴν ἐλήφθη ὁ ἄνθρωπος τὸ ζῷον εἶναι, ἀλλ’ ἁπλῶς ζῷον, οὐχ ἁπλῶς δὲ ζῶον γένος, ἀλλὰ τὸ ζῷον· οὐ γὰρ πᾶν ζῷον γένος. διὸ καὶ τοῦτο ὁ λόγος ἁμάρτημα ἔχει μὴ ληφθείσης καθόλου τῆς μείζονος προτάσεως. ὁμοίως δὲ καὶ τὸ μὲν εἰπεῖν, ὅτι ἡ χιὼν λευκή ἐστιν, ἀληθές, 〈τὸ δὲ ἡ ‘χιὼν τὸ λευκόν’ οὐκ ἀληθές〉. φημὶ οὖν δεῖν ἐν ταῖς τοιαύταις προσθήκαις ἀκριβολογεῖσθαι καὶ πρὸς τὸ σημαινόμενον βλέποντας τοὺς ὅρους ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ἐκλαμβάνειν, καθὰ ἐτέθησαν. οὕτω καὶ ἐν τῷ εἰς διαβολὴν τοῦ διὰ τριῶν φερομένου λόγου τοῦ ‘εἰ μηδέν ἐστιν, οὐδὲ νύξ ἐστιν, εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν, εἰ μηδὲν ἄρα ἐστίν, ἡμέρα ἐστί’ χρὴ ποιεῖν. ἐπεὶ γὰρ ἕπεται τῷ μηδὲν εἶναι οὐχ ἁπλῶς τὸ μὴ εἶναι νύκτα ἀλλὰ μηδὲ νύκτα, τοῦτον χρὴ τῆς δευτέρας συνεχείας ὅρον ἡγούμενον λαμβάνειν τὸν ‘εἰ μηδὲ νύξ ἐστιν’· ᾧ οὕτως ληφθέντι οὐκέτι ἀκολουθήσει τὸ ἡμέραν εἶναι. ἔτι καθ’ αὑτὸ μὲν λαμβανόμενον τὸ ‘εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν’ ἀληθές, ἐὰν δὲ ἐπὶ προκειμένῳ συνημμένῳ τῷ ‘εἰ μηδέν ἐστιν, οὐδὲ νύξ ἐστιν’, οὐκέτ’ ἀληθὲς τῷ τὸ μέσον τὸ ἑπόμενον μὲν ἐν τῷ πρώτῳ συνημμένῳ ἡγούμενον δὲ ἐν τῷ δευτέρῳ μὴ ὁμοίως ἐν ἀμφοτέροις λαμβάνεσθαι·1 ἐλήφθη γὰρ ἐν τῷ πρώτῳ συνημμένῳ ‘οὐδὲ νύξ’ ὡς ἴσον τῷ πρὸς τοῖς ἄλλοις μηδὲ νύκτα ἔσεσθαι, ᾧ οὐκέτι ἕπεται τὸ ἡμέραν εἶναι. Ἐπεὶ δὲ γίνεται καὶ παρὰ τὸν τρόπον τῆς κατηγορίας τὸ σημαινόμενον διάφορον, φημὶ δεῖν καὶ τοῦτο παραφυλάττειν ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν, πῶς ἡ κατηγορία γέγονε, πότερον ἀπροσδιορίστως ἢ προσδιωρισμένως. καὶ ὅτι γε παρὰ τὸν τρόπον τῆς κατηγορίας τὸ σημαινόμενον διάφορον γίνεται, δείκνυμι. λέγω γάρ, ὅτι οὔτε κατὰ τὴν τῶν πραγμάτων ὑπόστασιν οὔτε κατὰ τὴν τῶν λόγων προφορὰν ταὐτόν ἐστι τὸ ὑπάρχειν τε ἁπλῶς καὶ ἀπροσδιορίστως καὶ παντὶ ὑπάρχειν, ὥς φαμεν τὸ φιλοσοφεῖν ἀνθρώπῳ ὑπάρχειν, καίτοι οὐ πᾶς ἄνθρωπος φιλοσοφεῖ, ἀλλ’ ὅτι τινὶ ὑπάρχει. ἔστωσαν οὖν ὅροι τρεῖς Α Β Γ. ἐὰν μὲν οὕτως εἴπω, ὅτι, ᾧ τὸ Β ὑπάρχει παντί, τούτῳ καὶ τὸ Α ὑπάρχει παντὶ οἷον τῷ Γ,2 συλλογιστικὸς οὗτος ὁ λόγος. ἐὰν δὲ οὕτως εἴπω, ὅτι, ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, παραλογίζομαι· καὶ τὸ Β γὰρ εἰ ὑπάρχει τῷ Γ, ἐνδέχεται τὸ Α οὐ μόνον οὐ παντὶ τῷ Γ ὑπάρχειν, ἀλλ’ ἔστιν, ὅτε καὶ οὐδενί. τοῦτο δὲ συμβαίνει διὰ τὸ ἀπροσδιόριστον εἰλῆφθαι τὴν Β Γ πρότασιν, λέγω δὴ τὴν ἐλάττονα, τὰς δὲ ἀπροσδιορίστους ἰσοδυναμεῖν ταῖς μερικαῖς. ἔστω μὲν γὰρ τὸ μὲν Α λευκόν, τὸ δὲ Β πτηνόν, τὸ δὲ Γ ζῶον. ἀληθὲς δὴ εἰπεῖν, ὅτι τὸ πτηνὸν ὑπάρχει τῷ ζῴῳ· τινὶ γὰρ ζῴῳ ὑπάρχει· αἱ γὰρ ἀπροσδιόριστοι ἰσοδυναμοῦσι ταῖς μερικαῖς. οὐκέτι δὲ ἀληθὲς εἰπεῖν, ὅτι τὸ λευκὸν παντὶ ζῴῳ ὑπάρχει· τινὶ γὰρ ὑπάρχει οἷον τῷ κύκνῳ. εἰ δὲ ληφθείη μέρος τοῦ ζώου, ᾧ μὴ ὑπάρχει τὸ λευκὸν οἷον κόρακι, τούτῳ τὸ πτηνὸν μὲν ὑπάρχει, τὸ δὲ λευκὸν οὐχ ὑπάρξει. οὐ μόνον δέ, ὅτε οὕτω φαμέν, ὅτι, ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, ἐνδέχεται τὸ Α ποτὲ μὲν παντὶ τῷ Γ ποτὲ δὲ μηδενί, ἀλλὰ κἂν οὕτως εἴπω, ὅτι, ᾧ τὸ Β παντί, τούτῳ καὶ τὸ Α παντί. οὐδὲ γὰρ οὕτως ἀεὶ ἀληθὲς τὸ ‘ᾧ τὸ Β παντί, τούτῳ καὶ τὸ Α παντί’· ἐνδέχεται γὰρ μηδενί· ἡ γὰρ Α εἰ ἀποφατικὴ ληφθείη, τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχει, τὸ δὲ Α οὐδενί. ἔστω γὰρ τὸ μὲν Α ἄψυχον, τὸ δὲ Β ζῶον, τὸ δὲ Γ πτηνόν· τὸ μὲν οὖν Β παντὶ τῷ Γ ὑπάρχει, τὸ δὲ Α οὐδενί. εἰ δέ ποτε ἐνδέχεται, οἷον εἰ ἀντὶ τοῦ ἀψύχου τὸ ἔμψυχον λάβω, καὶ ἐπὶ τῆς ἑτέρας συμπλοκῆς τὸ αὐτὸ ἐνδέχεται, εἰ λάβω λευκόν, ἄλογον, κύκνον· ᾧ γὰρ ὑπάρχει τὸ ἄλογον οἷον κύκνῳ, τούτῳ παντὶ ὑπάρχει τὸ λευκόν.

与这些情形相似,摄取人是动物与人是那个动物并不是同一回事;因为说人是动物是真实的,但说人是那个动物则不是真实的。因为在“人是动物,动物是属”这个论证中的谬误正是由这一点引起的;人不再是属,因为一开始人甚至并未被摄取为是那个动物,而是被摄取为单纯的动物,而单纯的动物并不是属,那个动物才是属;因为并非每一个动物都是属。因此,由于大前提没有被全称地摄取,论证也包含了这个错误。同样地,说雪是白的是真实的,〈但说雪是那个白则不是真实的〉。因此我认为,在这样的附加项中必须言辞精确,并且在推论的分析中注视着所表明的事物,按照它们被设立的原样来提取诸项。在驳斥通过三个命题进行的论证“如果没有任何事物存在,那么夜也不存在;如果夜不存在,那么昼存在;因此,如果没有任何事物存在,那么昼存在”时,也必须这样做。因为既然随没有任何事物存在而来的并不是单纯的夜不存在,而是连夜也不存在,就必须将“如果连夜也不存在”摄取为第二个假言命题的前件项;对于以此种方式被摄取的项,昼存在便不再随之而来。此外,“如果夜不存在,昼存在”就其自身被摄取时是真实的,但若置于在先的假言命题“如果没有任何事物存在,那么夜也不存在”之后,则不再是真实的,这是由于中项——即在第一个假言命题中作为后件、在第二个假言命题中作为前件者——在两者中并未被同样地摄取;因为在第一个假言命题中,“连夜也不[存在]”被摄取为等同于“除了其他事物之外连夜也将不存在”,而昼存在不再随之而来。 既然所表明的事物也因谓述的样态而变得不同,我认为在推论的分析中也必须仔细防范这一点:谓述是如何产生的,是无限定地产生还是被限定地产生。并且我证明:所表明的事物确实因谓述的样态而变得不同。因为我说,无论根据事物的实在还是根据言辞的陈述,单纯且无限定地从属与全称地从属都不是同一回事,正如我们说从事哲学从属于人,尽管并非每个人都从事哲学,而是因为它从属于某个人。因此,设存在三个项:Α、Β、Γ。如果我这样说:“Β全称地从属于何物,Α也全称地从属于此物,例如从属于Γ”,这个论证是推论性的。但如果我这样说:“Β从属于何物,Α就全称地从属于此物”,我便犯了谬误;因为即便Β从属于Γ,Α也可能不仅不全称地从属于Γ,而且有时甚至根本不从属于Γ。发生这种情况是由于Β-Γ前提——我指小前提——被无限定地摄取,而无限定的前提与特称的前提具有同等的效能。因为设Α为白,Β为有翼者,Γ为动物。那么说有翼者从属于动物是真实的;因为从属于某个动物;因为无限定的前提与特称的前提具有同等的效能。但说白全称地从属于动物则不再是真实的;因为从属于某个动物,例如天鹅。然而,如果取动物中白不从属的一部分,例如乌鸦,则有翼者从属于它,白却将不从属。而且,不仅当我们这样说“Β从属于何物,Α就全称地从属于此物”时,Α有可能有时全称地从属于Γ,有时根本不从属,而且即便我这样说“Β全称地[从属于]何物,Α也全称地[从属于]此物”,也是如此。因为即便这样,“Β全称地从属于何物,Α也全称地从属于此物”也并非总是真实的;因为完全可能根本不从属;因为如果Α被取为否定的,Β全称地从属于Γ,而Α根本不从属。因为设Α为无生命的,Β为动物,Γ为有翼者;那么Β全称地从属于Γ,而Α根本不从属。但如果有时可能,例如如果我用有生命的代替无生命的,那么在另一种组合中同样也是可能的,如果我取白、无理性的、天鹅;因为无理性的从属于何物,例如天鹅,白就全称地从属于此物。

语法注2 条
  1. 3.0οὐκέτ’ ἀληθὲς τῷ τὸ μέσον τὸ ἑπόμενον μὲν ἐν τῷ πρώτῳ συνημμένῳ ἡγούμενον δὲ ἐν τῷ δευτέρῳ μὴ ὁμοίως ἐν ἀμφοτέροις λαμβάνεσθαι

    带冠词的不定式短语 τῷ ... μὴ ... λαμβάνεσθαι 作表示原因的与格。其逻辑主语是表示中项的名词短语 τὸ μέσον(以及与之同位的分词短语 τὸ ἑπόμενον μὲν ... ἡγούμενον δὲ ...)。

  2. 3.0ᾧ τὸ Β ὑπάρχει παντί, τούτῳ καὶ τὸ Α ὑπάρχει παντὶ οἷον τῷ Γ

    与格关系代词 ᾧ 由其后紧接的与格指示代词 τούτῳ 所承接。此外,οἷον τῷ Γ 以同格与格的形式作为 τούτῳ(或先行词)的具体例证补充说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:142.1-143.16