← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§140.21-142.1

限定中项的选取与词项的同等替换

忒弥斯提乌斯总结了带有附加谓项的结论中摄取中项的规则,随后讨论了为了便于分析推论而将诸项替换(metalepsis)为具有同等效能的名或定义的方法,并指出须注意定冠词的有无所带来的意义差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#16

φανερὸν οὖν, ὅτι ἐν τοῖς οὐχ ἁπλῶς ἔχουσι τὸ κατηγορούμενον συλλογισμοῖς ἀλλὰ καὶ μετὰ προσθήκης τῆς δηλούσης ‘τί τόδε ἢ πῇ ἢ πῶς’ οὕτω ληπτέον τοὺς ὅρους· ταῦτα γὰρ καὶ τὰ τούτων δηλωτικὰ προσκείμενα τῷ κατηγορουμένῳ μερικώτερον αὐτὸν ποιεῖ.1 οὐ γὰρ ὁμοίως καθόλου ‘τό τε ἀγαθὸν ἐπιστητόν’ καὶ τὸ ‘τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ὄν’ ἢ ‘τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ἀγαθόν’ ἢ ‘δικαιοσύνη ἐπιστητόν, ᾗ ἀγαθόν’. ἐν τοῖς τοιούτοις οὖν συλλογισμοῖς καὶ οὕτως ἐν μέρει φανερόν, ὅτι οὕτως δεῖ λαμβάνειν τοὺς ὅρους. τὸν γὰρ μέσον οὐ κοινὸν ληπτέον ὄντος μερικωτέρου τοῦ συμπεράσματος διὰ τὸ προσκατηγορούμενον ἀλλὰ προσεχῆ καὶ τῆς ἰδίου οὐσίας δηλωτικὸν ἢ καὶ τὸν αὐτὸν τῷ προσκειμένῳ· οὕτως γὰρ αὐτῷ ὑπάρξει ὁ μείζων ἄκρος. πρότερον μὲν οὖν περὶ τοῦ ἀναδιπλουμένου εἴπομεν, ὅτι δεῖ αὐτὸν προσκεῖσθαι τῷ κατηγορουμένῳ· μετὰ δὲ ταῦτα πάλιν εἴπομεν, τίνα μέσον ὅρον 〈χρὴ〉 λαμβάνειν, ἐν οἷς ἐπικατηγορούμενόν τι πρόσκειται τῷ κατηγορουμένῳ, 〈καὶ〉 ἐδιδάξαμεν, ὅτι ἢ τὸ προσκείμενον ἢ οἰκεῖόν γέ τινα ἢ καὶ προσεχῆ τῷ ὑποκειμένῳ. Δεῖ δὲ ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ὑπὲρ τοῦ εὐκολωτέρως ἀναλύειν μεταλαμβάνειν τὰ ἐν τοῖς ὅροις κείμενα εἰς τὰ τὸ αὐτὸ δυνάμενα· τὸ αὐτὸ δὲ δύναται καὶ ὀνόματα ὀνόμασι καὶ λόγοι λόγοις καὶ ὀνόματα λόγοις. ἐπεὶ οὖν οὐκ ἐν ταῖς λέξεσιν ὁ συλλογισμὸς τὸ εἶναι ἔχει ἀλλ’ ἐν τοῖς σημαινομένοις, σημαίνει δὲ λόγοις ὀνόματα ταὐτόν, ὅταν ὦσιν οἱ ὅροι διὰ λόγων εἰλημμένοι, ἀναλύοντας χρὴ εἰς τὰ ἴσον τοῖς λόγοις ὀνόματα δυνάμενα καὶ σημαίνοντα ταὐτὸν προηγουμένως μεταλαμβάνειν τοὺς ὅρους.2 ῥᾷον γὰρ ἡ ἀνάλυσις τῶν συλλογισμῶν εἰς τὰς προτάσεις καὶ ἡ εὕρεσις τοῦ σχήματος, καθ’ ὃ ἠρώτηται, γίνεται ὀνομάτων ὄντων τῶν ὅρων καὶ μὴ λόγων· οἱ γὰρ λόγοι διὰ τὸ μῆκος ἀσάφειαν παρέχουσιν ἐν ταῖς τῶν προτάσεων εἰς τοὺς ὅρους διαιρέσεσί τε καὶ συμπλοκαῖς. οἷον ἂν ᾖ κείμενον κατὰ Σωκράτους ‘Σωκράτης ζῷον πεζὸν δίπουν’, κατὰ ζῴου πεζοῦ δίποδος οὐσία ἔμψυχος αἰσθητική, μεταληψόμεθα τῶν λόγων τὸν μὲν εἰς τὸν ἄνθρωπον τὸν δὲ εἰς τὸ ζῷον. πάλιν ἂν ᾖ κείμενον τῇ αὑτοῦ φύσει ἀγαθόν, μεταληψόμεθα εἰς τὸ δι’ αὑτὸ ἀγαθόν. καὶ ὄνομα δὲ ἀντ’ ὀνόματος, οἷον ἀντὶ χαρᾶς ἡδονήν· συνηθέστερον γάρ. ὁποίαν δὲ χρὴ τὴν μετάληψιν τῶν ὅρων ποιεῖσθαι καὶ πῶς, καὶ διὰ τῶνδε τῶν παραδειγμάτων δηλωτέον. εἰ γὰρ ταὐτὸν σημαίνει τῷ λόγῳ τῷ λέγοντι τὸ ὑποληπτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ὁ λέγων τὸ δοξαστὸν μὴ εἶναι, ὅπερ ὑποληπτόν,3 ἐπεὶ τὸ ‘ὅπερ’ τοῦ γένους ἐστὶ δηλωτικόν, εἰς τοῦτο χρὴ τὴν μετάληψιν ποιεῖσθαι καὶ ἀντὶ τοῦ τιθέναι ὅρον τὸ δοξαστὸν καὶ τὸν λόγον τὸν λέγοντα μὴ εἶναι τοῦ δοξαστοῦ γένος τὸ ὑποληπτὸν ληπτέον τὸ δοξαστὸν ὅρον καὶ τὸ ‘ὅπερ ὑποληπτόν’· ὁ γὰρ αὐτὸς ἔσται συλλογισμός. διὰ γὰρ τὰ σημαινόμενα ὑπὸ τῶν λέξεων, ὡς ἔφαμεν, ὁ συλλογισμὸς γίνεται, οὐ διὰ τὰς λέξεις· ὅταν γοῦν μηδὲν σημαίνωσιν ἢ ἀμφίβολοι ὦσιν, οὐ γίνεται συλλογισμὸς ἐξ αὐτῶν. ὥσθ’ ὅταν ταὐτὰ σημαίνηται ὑπὸ τῶν διαφόρων λέξεων καὶ προηγουμένως καὶ ὁμοίως λαμβάνηται, ὁ αὐτὸς ἔσται συλλογισμός. ταὐτὸν δὲ σημαίνει τῇ λέξει τῇ λεγούσῃ ‘τὸ ζῷον ἐν γένει ἐστὶ τῇ οὐσίᾳ’ ἡ λέγουσα λέξις ‘τὸ ζῷον, ὅπερ οὐσία, ἐστί’· γέγονε δὲ οὕτως λόγου εἰς λόγον μετάληψις· ὥστε καὶ ἡ μετάληψις [ὥστε καὶ ἡ μετάληψις] ἡ εἰς ἄλληλα κατ’ οὐδὲν ἀλλοιοτέρους ποιήσει τοὺς συλλογισμούς. οὐκ ἔστι δὲ τὸ νῦν εἰρημένον μαχόμενον τῷ εἰρῆσθαι δοκοῦντι πρὸ ὀλίγου τῷ ‘οὐ δεῖ δὲ τοὺς ὅρους ζητεῖν ὀνόματι ἐκτίθεσθαι’. ἐκεῖ τε γὰρ εἶπον ‘οὐκ ἀεὶ δεῖ ζητεῖν’, διότι ἐπ’ ἐνίων οὐχ οἷόν τέ ἐστιν εὑρεῖν· ἐνταῦθα δὲ ἀξιῶ τοῦτο ποιεῖν, ἐφ’ ὧν οἷόν τε εὑρεῖν τὰ ἴσα δυνάμενα λόγοις ὀνόματα. Ἐπεὶ δὲ οὐ ταὐτὸν σημαίνει τὸ λέγειν τὴν ἡδονὴν ἀγαθὸν εἶναι κἂν τὸ λέγειν τὴν ἡδονὴν τὸ ἀγαθὸν εἶναι4 (ὁ μὲν γὰρ ἀγαθὸν τὴν ἡδονὴν λέγων ἁπλῶς αὐτῆς κατηγορεῖ τὸ ἀγαθόν, ὁ δὲ τὸ ἀγαθὸν λέγων αὐτὴν ἤτοι τὴν ἐν τοῖς ἀγαθοῖς ὑπεροχὴν αὐτῆς κατηγορεῖ ἢ ὅτι πᾶν ἀγαθόν ἐστιν ἡ ἡδονή, οἷον ὅτι γένος τῶν ἀγαθῶν), 〈ἐν〉 δὴ ταῖς τῶν συλλογισμῶν ἀναλύσεσί φημι δεῖν παραφυλάττειν, κἂν μὲν ᾖ τἀγαθὸν ἡ ἡδονὴ κείμενον, ὅρους τὴν ἡδονὴν καὶ τἀγαθὸν ληπτέον, ἂν δὲ ᾖ ἁπλῶς ἡ ἡδονὴ ἀγαθόν, ἡδονὴν καὶ ἀγαθόν.

由此可见,在那些并非单纯地具有谓项,而是带有表明“某个此物,或就某一方面,或如何”的附加项的推论中,人们必须以此种方式摄取诸项;因为这些项以及表明这些项的东西附加于谓项,使它变得更加特称。因为“善是可知”与“善依其为存在乃可知”,或“善依其为善乃可知”,或“正义依其为善乃可知”,并不具有同样的普遍性。因此,在这样的推论中,且在结论以此种方式成为特称时,显然必须以此种方式摄取诸项。因为当结论因附加谓项而成为更特称的时,人们绝不可将中项取为共有的,而必须取为邻近的、且表明固有本质的,或者甚至是与附加项相同的项;因为唯有如此,大端项才将从属于它。因此,先前我们谈到了被重述的项,即它必须被附加于谓项;在此之后我们又谈到了在附加谓项被附加于谓项的情形中应当摄取何种中项,并且我们指明:必须摄取附加项,或者摄取对主项而言固有的、甚至是邻近的某种项。 在推论的分析中,为了更容易地进行分析,必须将诸项中设立的内容替换为具有相同效能的内容;名与名、定义与定义、名与定义都可以具有相同的效能。因此,既然推论的存在不在于言辞之中,而在于被表明的事物之中,并且名与定义表明相同的事物,所以当诸项是通过定义被摄取时,分析者应当首先将诸项替换为与定义具有同等效能且表明相同事物的名。因为当诸项是名而非定义时,将推论分析为诸前提以及发现据以发问的格就更容易进行;因为定义由于其冗长,会在前提分解和组合为诸项时带来晦涩。例如,如果关于苏格拉底设立了“苏格拉底是两足陆生动物”,关于两足陆生动物设立了“有生命的具感觉之实体”,我们将把这两个定义一个替换为人,另一个替换为动物。再如,如果设立了“因其自身本性而善”,我们将把它替换为“因其自身而善”。而且也可以用一名替换另一名,例如用“快感”替换“喜悦”;因为这更为常用。应当对诸项进行何种替换以及如何进行,还必须通过以下实例来说明。因为,如果说可领会者不是可被意见者的属的定义,与说可被意见者并非正是可领会者表明相同的事物——因为“正是”表明属——就必须向此进行替换,并且不再将可被意见者以及说可领会者不是可被意见者的属的定义设定为项,而是必须将可被意见者以及“正是可领会者”摄取为诸项;因为推论将是相同的。因为正如我们所说,推论是因言辞所表明的事物而产生,而非因言辞产生;无论如何,当言辞毫无所指或存在歧义时,并不能由它们产生推论。因此,当不同的言辞表明相同的事物并且被首先且同样地摄取时,推论将是相同的。说“动物在属上属于实体”的言辞与说“动物正是实体”的言辞表明相同的事物;这样就产生了解释向解释的替换;因此它们彼此间的替换绝不会使推论有任何不同。刚才所说的话与不久前看似说过的“不应寻求用名来展示诸项”并不矛盾。因为在彼处我说的是“不应总是寻求”,因为在某些情况下是不可能找到的;而在此处我所要求的,是在能够找到与定义具有同等效能的名的情况下这样做。 既然说快感是善与说快感是那个善并不表明相同的事物(因为说快感是善的人是单纯地就快感谓述善,而说快感是那个善的人要么谓述它在诸善中的卓越,要么谓述快感是一切善,例如是善的属),因此在推论的分析中,我认为必须仔细防范:如果设立的是快感是那个善,就必须将快感和“那个善”摄取为诸项;但如果单纯是快感是善,就必须摄取快感和“善”。

语法注4 条
  1. 3.0μερικώτερον αὐτὸν ποιεῖ

    代词 αὐτόν 在语境中回指前面的对格短语 τὸ κατηγορούμενον(谓项),在语法性上与阳性的 ὁ ὅρος 一致。其含义是附加项缩小了谓项的外延,使之成为更为特称的项。

  2. 3.0ἀναλύοντας χρὴ εἰς τὰ ἴσον τοῖς λόγοις ὀνόματα δυνάμενα καὶ σημαίνοντα ταὐτὸν προηγουμένως μεταλαμβάνειν τοὺς ὅρους

    无人称动词 χρὴ 支配不定词 μεταλαμβάνειν,分词 ἀναλύοντας 采用对格作为该不定词的逻辑主语(即“分析者应当把诸项替换为……”)。τοὺς ὅρους 是 μεταλαμβάνειν 的直接宾语,介词短语 εἰς τὰ ... ὀνόματα 表示替换的目标。

  3. 3.0εἰ γὰρ ταὐτὸν σημαίνει τῷ λόγῳ τῷ λέγοντι τὸ ὑποληπτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ὁ λέγων τὸ δοξαστὸν μὴ εἶναι, ὅπερ ὑποληπτόν

    动词 σημαίνει 的主语是带冠词的分词短语 ὁ λέγων(省略了 λόγος),ταὐτόν 为直接宾语,τῷ λόγῳ τῷ λέγοντι... 为与其相配的与格补足语,整个从句意为“如果说可被意见者并非正是可领会者的[表述]与说可领会者不是可被意见者的属的定义表明相同的事物”。

  4. 3.0κἂν τὸ λέγειν τὴν ἡδονὴν τὸ ἀγαθὸν εἶναι

    紧接句首的 Ἐπεὶ δὲ οὐ ταὐτὸν σημαίνει τὸ λέγειν...,此处的 κἂν 并不表条件,而是作为相当于 καὶ 的强化连词,连接第二个带冠词不定词短语 τὸ λέγειν τὴν ἡδονὴν τὸ ἀγαθὸν εἶναι,构成“说快感是善与说快感是那个善并不表明相同的事物”的并列主语结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:140.21-142.1