← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§139.8-140.21

带附加谓项的结论与中项的选取

德米斯提厄斯论证在推论分析中,简单结论与带有附加谓项的结论在寻找中项的方法上有所不同。他证明对于带有附加谓项的结论,不能设定如“存在”这样过于普遍的中项,而必须设定切近且固有于主项的“某一特定存在”(如善或德性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#15

ὅταν δὲ τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν, τοῦ πῶς·1 οὕτως γὰρ δοξαστὸν ὡς μὴ ὄν. τοιαῦτα μὲν τὰ συμπεράσματα, ἐν οἷς προσκατηγορεῖταί τι, καὶ τοιούτων τινὰ δηλωτικά. τὰ δὲ ἁπλᾶ, ὅταν τὸ κατηγορούμενον ἁπλῶς ἄνευ προσθήκης τινὸς τοῦ ὑποκειμένου ἐν τῷ συμπεράσματι κατηγορηθῇ, οἷον ἂν ᾖ συμπέρασμα τὸ ‘ἡ δικαιοσύνη ἐπιστητόν’ ἢ ‘τὸ ἀγαθὸν ἐπιστητόν’· τὸ γὰρ ἐπιστητὸν ἔνθα μὲν τοῦ ἀγαθοῦ ἔνθα δὲ τῆς δικαιοσύνης ἁπλῶς κατηγορεῖται. οὔσης τοίνυν τοιαύτης διαφορᾶς ἐν τοῖς συλλογισμοῖς τε καὶ συμπεράσμασιν, οὔ φημι δεῖν τοὺς ὅρους ὁμοίως ζητεῖν ἔν τε τοῖς ἁπλῶς κατηγορουμένοις καὶ ἐν τοῖς μετὰ προσθήκης, ἀλλ’ ὅταν μὲν ἁπλοῦν ᾖ τὸ συμπέρασμα, οἷον ὅτι ἡ δικαιοσύνη ἢ τὸ ἀγαθὸν ἐπιστητόν, τὸν μέσον ὅρον ζητητέον καὶ θετέον κοινότερόν τινα, ὃς ἁπλῶς ὑπάρχει τῷ ὑποκειμένῳ ὅρῳ, τῇ δικαιοσύνῃ ἢ τῷ ἀγαθῷ, καθ’ οὗ δηλονότι καὶ ὁ κατηγορούμενος ἀληθῶς κατηγορηθήσεται οἷον τὸ ὄν· γίνεται γὰρ συλλογισμὸς ‘ἡ δικαιοσύνη ἢ τὸ ἀγαθὸν ὄν, τὸ ὂν ἐπιστητόν, ἡ δικαιοσύνη ἄρα ἐπιστητὸν ἢ 〈τὸ〉 ἀγαθόν. [ιʹ] ὅταν δὲ ᾖ τὸ συμπέρασμα μὴ ἁπλοῦν ἀλλ’ ἔχον προσκείμενόν τι καὶ προσκατηγορούμενον, δεῖ καὶ τὸν μέσον ὅρον μηκέθ’ ἁπλῶς καὶ κοινῶς ζητεῖν ὑπάρχοντα τῷ ὑποκειμένῳ ἀλλὰ προσεχέστερον καὶ κατὰ τὸν τρόπον τοῦτον ὑπάρχοντα, καθ’ ὃν ληφθέντος αὐτοῦ ἀληθὴς ὁ μείζων ἄκρος ἔσται κατ’ αὐτοῦ μετὰ τοῦ προκειμένου κατηγορούμενος.2 τὸ μὲν γὰρ ἐπιστητὸν ἁπλῶς κατὰ τοῦ ὄντος ἀληθὲς ἦν κατηγορῆσαι, οὐκέτι δὲ τὸ ‘ἐπιστητόν, ᾗ ἀγαθόν’ ἀληθὲς κατὰ τοῦ ὄντος, ἐπεὶ κοινότερον τὸ ὂν καὶ ἐπὶ πλέον τοῦ κατηγορουμένου. οὐ γὰρ ἀληθὴς ἡ πρότασις ἡ λέγουσα ‘τὸ ὂν ἐπιστητόν, ᾗ ἀγαθόν’· οὔτε γὰρ τὸ ὂν πᾶν ἀγαθόν, οὔτε μόνα τῶν ὄντων τἀγαθὰ ἐπιστητά, εἴ γε ἡ αὐτὴ ἐπιστήμη τῶν ἀντικειμένων.3 οὐκέτ’ οὖν ὁ μέσος ὅρος ἔσται τὸ ὂν ἁπλῶς ἀλλὰ τὶ ὄν, τουτέστιν οἰκειότερόν τε τῷ ὑποκειμένῳ καὶ προσεχέστερον 〈καὶ〉 οὐχ ὁμοίως κοινὸν ἀλλὰ οὕτως ὂν ὡς κατηγορεῖσθαι αὐτοῦ τὸν μείζονα ἄκρον δύνασθαι. ἔστι δὲ ὁ μείζων ἄκρος ‘ἐπιστητόν, ᾗ ἀγαθόν’. τὶ δὲ τοῦ ὄντος ἂν λάβωμεν, ὃ οἰκειότερόν ἐστι τῇ δικαιοσύνῃ ἢ τῷ ἀγαθῷ, κατηγορηθήσεται κατ’ αὐτοῦ τὸ ‘ἐπιστητόν, ᾗ ἀγαθόν’, οἷον ἂν τὸ ἀγαθὸν λάβωμεν ἢ τὸ αἱρετὸν ἢ τὴν ἀρετὴν ἢ τὸ ὠφέλιμον ἢ τὸ ἐφετὸν [ἢ] ἐπιστητόν, ᾗ ἀγαθόν. ἀλλὰ καὶ κατὰ τῆς δικαιοσύνης ἢ τοῦ ἀγαθοῦ ἀληθές ἐστι τὸ μέσον κατηγορῆσαι· ἀληθὲς γὰρ τὸ ‘ἡ δικαιοσύνη ἀγαθόν’ ἢ ‘τὸ ἀγαθὸν αἱρετόν’. καὶ οἰκειότερον καὶ προσεχέστερον τὸ τῆς δικαιοσύνης τὸ ἀγαθὸν ἢ τὴν ἀρετὴν κατηγορῆσαι ἤπερ τὸ ὄν· τὸ γὰρ ὂν κοινότερον· καὶ τοῦ ἀγαθοῦ πάλιν ἢ τῆς ἀρετῆς τὸ αἱρετόν. ὃ οὖν λέγομεν, ἐστίν, ὅτι, ἐν οἷς συμπεράσμασι τὸ κατηγορούμενον ἔχει προσκείμενόν τι δηλωτικὸν τοῦ ‘τὶ τόδε ἢ πῇ ἢ πῶς’, ἃ κοινότερον περιλαβόντες δηλοῦμεν διὰ τοῦ ‘τὶ ὄν’, δεῖ ἐν τούτοις τοῖς συλλογισμοῖς καὶ τὸν μέσον ὅρον ἤτοι τὸν αὐτὸν τῷ προκειμένῳ λαμβάνειν (δυνατὸν γὰρ τοιοῦτον συμπέρασμα γίνεσθαι διὰ τοῦ μέσου ἐπαναδιπλωθέντος, ὡς ἐδείχθη) ἢ προσεχὲς τῷ ὑποκειμένῳ. τὸ γὰρ ἀγαθὸν τῆς ἰδίου σημεῖον οὐσίας ἐστὶ τῆς δικαιοσύνης, ὁμοίως δὲ καὶ ἡ ἀρετὴ καὶ τὸ δι’ αὑτὸ αἱρετόν (ἐν γὰρ τῷ λόγῳ αὐτῆς), ἀλλ’ οὐ κοινὸν ὡς τὸ ὄν. ὁμοίως καὶ τὸ αἱρετὸν τοῦ ἀγαθοῦ· τὸ γὰρ ὂν καὶ κατὰ τῆς ἀδικίας ἀληθὲς καὶ κατὰ τοῦ κακοῦ. οὐ λέγω δέ, ὅτι ὁρισμὸν εἶναι δεῖ τὸν μέσον ὅρον, διὰ τὸ εἰπεῖν ‘τῆς ἰδίου σημεῖον οὐσίας’, ἀλλ’ ὅτι ἐγγυτέρω μᾶλλον καὶ οἰκειότερον αὐτὸν δεῖ εἶναι τοῦ ὑποκειμένου ἐν τοῖς τοιούτοις συλλογισμοῖς καὶ οὐ κοινὸν καὶ καθόλου ὁμοίως. καὶ γὰρ ἂν μὴ τοιοῦτον ληφθῇ τὸ μέσον ἀλλὰ κοινόν, οὐ συνάγεται τὸ προκείμενον συμπέρασμα τὸ ἔχον προσκατηγορούμενον. εἰ γὰρ ἦν τὸ ὂν μέσος ὅρος καὶ μὴ τὸ τί ὄν, οἷον τὸ ἀγαθὸν καὶ τὸ αἱρετὸν ἢ ἡ ἀρετή, οὐκ ἂν ἦν συμπέρασμα, ὅτι ἐστὶν ἡ ἐπιστήμη τοῦ ἀγαθοῦ ἢ τῆς δικαιοσύνης, ὅτι ἐστὶν ἀγαθόν, ἀλλ’ ὅτι ὄν· ἦν γὰρ καὶ τῷ ἄκρῳ, τουτέστι τῷ κατηγορουμένῳ, τὸ ὂν ἀλλ’ οὐ τὸ τί ὂν οἷον τὸ ἀγαθὸν προσκείμενον.

而当说“羊鹿依其为非存在乃可被意见”时,[附加谓项则表明]“如何”;因为它是这样即作为非存在而可被意见的。那些有某物被进一步谓述的结论就是如此,且表明这类事物。而简单结论则是指:当谓项在结论中不带任何附加而单单就主项受谓述时,例如结论是“正义是可知”或“善是可知”;因为可知在此处单单就善,在彼处单单就正义受谓述。因此,既然在推论和结论中存在这样的差异,我认为在单单受谓述的情形和带有附加的情形中,人们不应当同样地探究诸项,而是当结论是简单的时候,例如正义或善是可知,必须探究并设定某一更普遍的中项,它单单从属于主项即正义或善,显然受谓述的项也将真实地就该中项受谓述,例如“存在”;因为形成的推论是“正义或善是存在,存在是可知,因此正义或善是可知”。 但是当结论不是简单,而是包含某种附加项和附加受谓述者时,人们就必须不再将中项作为单单且普遍地从属于主项者来探究,而是作为更邻近地、且依此种方式从属于主项者来探究:即在中项被摄取后,大端项连同所提出的附加项将真实地就它受谓述。因为单单就存在而言,谓述可知是真实的,但就存在而言,“依其为善可知”却不再真实,因为存在比受谓述者更普遍且外延更广。因为说“存在依其为善乃可知”的前提并不是真的;因为既不是一切存在皆为善,而且如果对立面属于同一科学,存在物中亦并非唯有善才是可知的。因此,中项将不再是单单的存在,而是某一特定的存在,即对于主项而言更固有且更邻近、且非同样普遍的存在,而是大端项能够就其受谓述的这样一种存在。而大端项是“依其为善可知”。如果我们从存在中摄取某种对于正义或对于善更为固有的东西,“依其为善可知”就将能够就它受谓述,例如我们若摄取善或可抉择者或德性或有益者或所向往者[作为]依其为善可知。而且就正义或善而言,谓述该中项也是真实的;因为“正义是善”或“善是可抉择的”为真。并且就正义而言,谓述善或德性比谓述存在更为固有且更邻近;因为存在更为普遍;就善或德性而言谓述可抉择者亦复如是。因此我们所说的意思就是:在谓项具有表明“某个此物,或就某一方面,或如何”的附加项的那些结论中(我们通过“某一特定的存在”更普遍地概括来表明这些),在这些推论中必须将中项要么取作与所提出者相同(因为正如已经表明的,通过被重述的中项能够产生这样的结论),要么取作邻近于主项者。因为善是正义之固有本质的标志,同样德性以及因其自身而可抉择者亦然(因为它们存在于正义的定义之中),但并不像存在那样普遍。可抉择者之于善亦是如此;因为存在就非正义和恶而言亦是真实的。但我说“固有本质的标志”,并不是说中项必须是定义,而是说在这样的推论中,中项必须离主项更近、更为固有,而不能同样普遍和全称。因为如果中项不被取为这样,而是被取为普遍的,那么包含附加谓项的所提出的结论便不能被推导出来。因为如果存在是中项,而非某一特定的存在如善、可抉择者或德性,那么结论就不会是关于善或正义的知识是在于它是善,而会是在于它是存在;因为附加于端项即受谓述者的,乃是存在,而非某一特定的存在如善。

语法注3 条
  1. 3.0ὅταν δὲ τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν, τοῦ πῶς

    此处呼应前一分块末尾的句式(τῶν προσκατηγορουμένων τὰ μέν... δηλοῖ, τὸ δὲ πῇ, ὡς...)。在 ὅταν 引导的从句中省略了动词(如 ᾖ),主句则承前省略了 δηλωτικόν ἐστι,并支配属格 τοῦ πῶς(“如何”)。

  2. 3.0καθ’ ὃν ληφθέντος αὐτοῦ ἀληθὴς ὁ μείζων ἄκρος ἔσται κατ’ αὐτοῦ μετὰ τοῦ προκειμένου κατηγορούμενος

    关系代词短语 καθ' ὃν 依附于前文的 κατὰ τὸν τρόπον τοῦτον。在关系从句内部插入了一个属格绝对结构 ληφθέντος αὐτοῦ(当中项被摄取时),主语 ὁ μείζων ἄκρος 的谓语则由分词 κατηγορούμενος 与将来时动词 ἔσται 构成迂回谓语形式。

  3. 3.0εἴ γε ἡ αὐτὴ ἐπιστήμη τῶν ἀντικειμένων

    省略了系动词 ἐστί 的条件句。基于亚里士多德哲学中“对立面的知识是同一的”这一著名前提,借助小词 εἴ γε(“既然/如果确实”)说明了为何在存在物中不仅善是可知对象(恶亦作为对立面而可知)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:139.8-140.21