- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:12.22-14.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在总结产生必然结论的前提条件之后,本文转入对可能前提的探讨,给出了本义的可能的定义(区别于必然与实然),并通过对立关系的逻辑分析论证了该定义的妥当性。
εἰ δὲ ἀναγκαῖον, ἀναγκαίαν.1 περὶ μὲν οὖν τοῦ ἀναγκαίου, πῶς γίνεται ἀναγκαῖον συμπέρασμα, εἴρηται, ὅτι ἐκ δύο προτάσεων 〈ἀναγκαίων〉 ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, 〈καὶ〉 ὅτι, κἂν μόνη ἡ μείζων ᾖ ἀναγκαία, πάλιν ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, καὶ ὅτι τὸ ἀναγκαῖον τοῦ ὑπάρχοντος τῷ ἀεὶ εἶναι διαφέρει. ταῦτα οὖν εἴρηται ἱκανῶς. Διαλεχθεὶς περί τε τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων προτάσεων, ὅπως τε ἔχουσι καθ’ ἑαυτὰς καὶ ὅπως ἀλλήλαις συμπλεκόμεναι, νῦν λοιπὸν περὶ τῶν τοῦ ἐνδεχομένου προτάσεων ποιήσομαι τὸν λόγον. πρὶν δὲ τὸν περὶ τῶν προτάσεων τοῦ ἐνδεχομένου παραδοῦναι λόγον θεωρήματά τινα περὶ αὐτοῦ παραδώσομεν, πρῶτον μέν, τί ποτέ ἐστιν ὅλως τὸ ἐνδεχόμενον, ἔπειτα τὸν περὶ τῶν ἀντιστροφῶν τοῦ ἐνδεχομένου λόγον, τουτέστι περὶ τῆς ἐνδεχομένης ἀντιστροφῆς, ἐπεὶ καὶ ὅλως περὶ τοῦ ἐνδεχομένου ἐστὶν ὁ λόγος, ποῖαί εἰσιν αἱ ἀντιστρέφουσαι πρὸς ἀλλήλας προτάσεις, καὶ τρίτον ἐπὶ τούτοις παραδώσομεν τὴν διαίρεσιν τοῦ ἐνδεχομένου, ποσαχῶς λέγεται, ὅπερ καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἐποιήσαμεν, καὶ οὕτως λοιπὸν διδάξομεν, ὅπως τε ἔχουσιν αἱ τοῦ ἐνδεχομένου προτάσεις, καὶ τίνες τίσι συμπλεκόμεναι ποιοῦσι συλλογιστικὰς συζυγίας, ἔπειτα μίξομεν αὐτὰς τῷ ὑπάρχοντι καὶ τῷ ἀναγκαίῳ τρόπῳ, καὶ μετὰ τοῦτο διδάξομεν περὶ τῆς ἁπλῆς τοῦ ἐνδεχομένου ἀντιστροφῆς. σημαίνει δὲ ἡμῖν τὸ μὲν ‘διὰ τίνων’ τὸ διὰ δύο τοὐλάχιστον προτάσεων, τὸ δὲ ‘πῶς’ τὴν τῶν ὅρων τάξιν, ὅτι δεῖ τὸν μέσον ἢ τοῦ μὲν κατηγορεῖσθαι τῷ δὲ ὑποκεῖσθαι ἢ ἀμφοτέρων κατηγορεῖσθαι ἢ ἀμφοτέροις ὑποκεῖσθαι· διὰ δὲ τοῦ ‘πότε’ δεδηλώκαμεν, ὅτι οὐχ ὡς ἔτυχε συμπλεκόμεναι αἱ προτάσεις ποιοῦσι συλλογισμόν. Ὁρισόμεθα οὖν τὸ ἐνδεχόμενον οὐ τὸ ὁμωνύμως λεγόμενον (οὐ γὰρ οἷόν τέ τι ὁμωνύμως λεγόμενον ὁρίσασθαι), ἀλλ’ ἀποτεμόμενοι τὸ παρὰ τὸ ἀναγκαῖον καὶ τὸ ὑπάρχον· δεδείχαμεν γάρ, ὅτι τὸ ἐνδεχόμενον καὶ κατὰ τούτων κατηγορεῖται. ἔστιν οὖν τοῦτο τὸ ἐνδεχόμενον, οὗ μή ἐστιν ἐξ ἀνάγκης ἡ ὕπαρξις, ἐὰν δέ τις καθ’ ὑπόθεσιν τὸ μήπω ἐκβεβηκὸς ὡς ἐκβεβηκὸς θείη, μηδὲν ἀδύνατον ἀκολουθεῖν τῇ ὑποθέσει αὐτοῦ·2 οἷόν ἐστιν ἐνδεχόμενον τὸ νύκτωρ ἐσθίειν τὸν Σωκράτην, ὃ οὐκ ἔστι μὲν ἀληθές, ἐὰν δὲ ὑποθώμεθα νύκτωρ αὐτὸν ἐσθίειν, οὐδὲν ἀδύνατον ἀκολουθήσει ταύτῃ τῇ ὑποθέσει, κἂν ψευδὴς ᾖ. εἴρηται γοῦν, ὅτι τὸ μὲν ἀδύνατον πάντως καὶ ψεῦδος, οἷον 〈τὸ〉 τὸν ἄνθρωπον εἶναι πτερωτόν, τὸ δὲ ψεῦδος οὐ πάντως καὶ ἀδύνατον. τὸ γὰρ ἐνδεχόμενον ὁμωνύμως ἐστὶ φερόμενον καὶ κατὰ τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου καὶ κατὰ τοῦ κυρίως ἐνδεχομένου, οὗ εἴπομεν οἵα ἐστὶν ἡ ὕπαρξις. δύναται δὲ καὶ ὑπάρξαι καὶ μὴ ὑπάρξαι· ᾗ μὲν γὰρ μὴ ὄν, οὐκ ἀναγκαῖον, ᾗ δὲ οὔπω πάρεστιν, οὐχ ὑπάρχον. ἴδιον οὖν τοῦ ἐνδεχομένου τὸ μὴ ὂν ὑποτίθεσθαι εἶναι καὶ ὑποτεθὲν μηδὲν ἔχειν ἀδύνατον ἑπόμενον· ὅταν γὰρ μὴ ὑπάρχον ὑποτεθῇ ὑπάρχειν καὶ μηδὲν συμβαίνει ἀδύνατον, τοῦτο ἐστι τὸ περὶ οὗ ἡμῖν ὁ λόγος ἐστὶ κυρίως ἐνδεχόμενον. ὅτι δὲ τὸν ἀποδεδομένον περὶ τοῦ ἐνδεχομένου λόγον καλῶς ἀποδεδώκαμεν εἰπόντες ἐνδεχόμενον εἶναι, ‘οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον ἀκολουθεῖ’,3 πιστωτέον ἔκ τε τῶν ἀποφάσεων καὶ τῶν φάσεων ἀντικειμένων. τῇ μὲν οὖν τοῦ ἐνδεχομένου καταφάσει τῇ ‘ἐνδέχεται ὑπάρχειν’ ἀκολουθεῖ ἥ τε τοῦ ἀδυνάτου ἀπόφασις καὶ ἡ τοῦ ἀναγκαίου· ὁμοίως καὶ τῇ ἀποφάσει αἱ ἀντικείμεναι ταύταις. εἰ τοίνυν τῷ ‘ἐνδέχεται ὑπάρχειν’ ἀκολουθεῖ τὸ ‘οὐκ ἀνάγκη μὴ ὑπάρχειν’, καλῶς ἄρα εἴρηται τὸ ‘οὗ μὴ ὄντος ἀναγκαίου’· καὶ πάλιν εἰ τῷ ‘ἐνδέχεται ὑπάρχειν’ ἀκολουθεῖ τὸ ‘οὐκ ἀδύνατον ὑπάρχειν’, καλῶς ἄρα εἴρηται τὸ ‘τεθέντος δὲ τοῦ ἐνδεχομένου οὐδὲν ἀδύνατον ἀκολουθεῖ’· ὃ γὰρ ἐνδέχεται εἶναι, τοῦτο ἐδείχθη οὐκ ἀδύνατον εἶναι. αὗται δὲ αἱ προτάσεις ἢ αἱ αὐταί εἰσιν ἢ ἀκολουθοῦσιν ἀλλήλαις. αἱ αὐταὶ μὲν γάρ εἰσι τῷ σημαινομένῳ· συναληθεύουσι γάρ· ἀκολουθοῦσι δὲ ἀλλήλαις μὴ πάντη οὖσαι αἱ αὐταί· διαφέρουσι γὰρ κατὰ τὴν τῆς φωνῆς προφοράν. ὅτι δὲ καλῶς εἰρήκαμεν ἀκολουθεῖν ἤτοι ἰσοδυναμεῖν ταύτας ἀλλήλαις τὰς προτάσεις, δῆλον ἐξ ὧν ἐπὶ παντὸς πράγματος ἀνάγκη ἢ τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν τὰς ἀντιφατικῶς ἀντικειμένας.
而若[结论是]必然的,[该前提亦必须是]必然的。那么,关于必然的[结论],必然结论如何产生已经被论述过了:即由两个必然前提产生必然结论,并且即使仅有大前提是必然的,同样产生必然结论,以及必然的事物与实然的事物的区别在于始终存在。因此,这些事已经被充分论述了。既然已经讨论了实然前提和必然前提,它们本身如何,以及它们如何相互结合,那么接下来我将就可能前提展开论述。但在传授关于可能前提的论述之前,我们将传授关于它的一些定理:首先,一般的可能究竟是什么;其次,关于可能的诸换位之论述,也就是说关于可能性的换位——因为论述一般是关于可能的——哪些前提可以相互换位;第三,除这些之外,我们将传授可能的划分,即它以多少种方式被述说(这也是我们在《解释篇》中所做的);这样,接下来我们将讲授可能前提处于何种状态,哪些前提与哪些前提结合能构成推论性组合,然后我们将它们与实然式和必然式相混合,在此之后我们将讲授关于可能的简单换位。对我们来说,“通过什么”意味着至少通过两个前提;“如何”意味着词项的排列,即中项必须要么被述说于其一而作为另一项的主项,要么被述说于两者,要么作为两者的主项;而通过“何时”,我们表明了前提并非随意结合就能构成三段论。因此,我们将要定义的可能,不是那同名异义地被述说的(因为不可能定义任何同名异义地被述说的事物),而是排除掉必然的和实然的之后的[本义的可能];因为我们已经表明,可能也述说于这些事物。于是,这一可能就是:其存在并非必然的,并且如果有人出于假设将尚未发生的事情设定为已经发生,其假设不会跟随有任何不可能的后果;例如苏格拉底在夜间进食是可能的,这虽不是真的,但如果我们假设他在夜间进食,即便它是假的,这一假设也不会跟随有任何不可能的后果。无论如何,已经说过:不可能的事物必然也是假的(例如人长有翅膀),但假的事物并非必然是不可能的。因为可能不仅同名异义地适用于实然的事物和必然的事物,而且适用于本义的可能,对于后者我们已经说明了其存在是怎样的。它是既能够属于又能够不属于的;因为就其不存在而言,它不是必然的;就其尚未在场而言,它不是实然的。因此,可能的特征在于:不存在的事物被假设为存在,且被假设之后没有任何不可能的后果跟随;因为每当不实然存在的事物被假设为实然存在而没有发生任何不可能的事,这就是我们所论述的本义的可能。而我们对于可能所给出的定义是妥当的——即说可能是“在其并非必然,被设定为实然存在时,没有不可能的后果跟随”——这必须从相对立的否定和肯定中得到确证。那么,对于可能的肯定“可能属于”,跟随有不可能的否定和必然的否定;同样,对于否定,跟随有与这些相对立的陈述。那么,如果跟随“可能属于”的是“非必然不属于”,那么说“在其并非必然”就是妥当的;再次,如果跟随“可能属于”的是“非不可能属于”,那么说“在可能的事物被设定时,没有不可能的后果跟随”就是妥当的;因为可能存在的事物,已经被证明并非不可能存在。这些命题要么是相同的,要么相互跟随。因为它们在所指上是相同的(因为它们同真);但它们并非完全相同而只是相互跟随(因为它们在言语表达上有所不同)。我们说这些前提相互跟随即等值是妥当的,这一点从在任何事情上矛盾对立的肯定或否定必有一真这一事实中是显然的。
- 1.1εἰ δὲ ἀναγκαῖον, ἀναγκαίαν
承接上一语言块末尾的句构,应补全省略理解为:εἰ δὲ ἀναγκαῖον [εἴη τὸ συμπέρασμα], [ἀνάγκη μίαν τῶν προτάσεων] ἀναγκαίαν [εἶναι],与前文关于实然结论的从句相对称。
- 1.1οὗ μή ἐστιν ἐξ ἀνάγκης ἡ ὕπαρξις, ἐὰν δέ τις καθ’ ὑπόθεσιν τὸ μήπω ἐκβεβηκὸς ὡς ἐκβεβηκὸς θείη, μηδὲν ἀδύνατον ἀκολουθεῖν τῇ ὑποθέσει αὐτοῦ
可能(τὸ ἐνδεχόμενον)的定义部分。前半部分为关系从句(οὗ μή ἐστιν...),后半部分为条件句(ἐὰν δέ τις... θείη),其归结从句使用不定词 μηδὲν ἀδύνατον ἀκολουθεῖν,在由 ἔστιν 引导的定义式中起名词性/独立陈述功能。
- 1.1οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον ἀκολουθεῖ
亚里士多德关于可能定义的概括性引用。οὗ 为指代 τὸ ἐνδεχόμενον 的属格,其后接续 μὴ ὄντος ἀναγκαίου 与 τεθέντος δὲ ὑπάρχειν 两个属格独立结构,分别表达“在其并非必然”与“被设定为实然存在”两重条件。
