← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§137.28-139.8

限定成分与大项的结合及附加谓项功能

特米斯提乌斯解释了在分析推论时为何必须将重述的限定成分(如“就其为善而言”)与大项(谓项)而非中项相结合,并列举鹿驼和三角形等例证来阐明附加谓项的功用与分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#14

οὕτως γὰρ κειμένων τῶν ὅρων καὶ ὄντος μείζονος μὲν ἄκρου ἐπιστήμης, ὅτι ἀγαθόν, μέσου δὲ ἀγαθοῦ, ἐλάττονος δὲ ἄκρου δικαιοσύνης ἔσται τὸ εἰρημένον συμπέρασμα τὸ τῆς δικαιοσύνης ἐπιστήμην εἶναι, ὅτι ἀγαθόν. καὶ ἡ ἀνάλυσις εἰς τοὺς εἰρημένους ὅρους ἔσται τοῦ συλλογισμοῦ. ἐὰν δὲ τὸ ἐπαναδιπλούμενον (τοῦτο δ’ ἐστὶ τὸ ‘ὅτι ἀγαθόν’) μὴ τῷ μείζονι ἄκρῳ συναφθῇ ἀλλὰ τῷ μέσῳ καὶ γένηται ὁ μέσος ‘ἀγαθόν, ὅτι ἀγαθόν’,1 οὔτε ἔτι συμπέρασμα ἔσται τὸ τὴν δικαιοσύνην ἐπιστήμην εἶναι, ὅτι ἀγαθόν, τῷ μὴ εἶναι τῷ κατηγορουμένῳ, τουτέστι τῷ μείζονι, προσκείμενον τὸ ‘ὅτι ἀγαθόν’, ὅπερ ἦν τὸ ἀναδιπλούμενον· ἀλλ’ οὐδ’ ἡ ἐλάττων πρότασις συνετή ἐστιν· ἔσται γὰρ ἡ δικαιοσύνη ἀγαθόν, ὅτι ἀγαθόν. εἰ δὲ τοῦτο, ἢ περιττῶς ἔσται προσκείμενον τῷ ἀγαθῷ τὸ ‘ὅτι ἀγαθόν’ μηδὲν σημαῖνον, καὶ ἀσύνθετος καὶ ἀσύστατος ἡ πρότασις ἔσται ἡ ἐλάττων ἡ λέγουσα ‘ἡ δικαιοσύνη ἀγαθόν, ὅτι ἀγαθόν’, ὡσανεὶ ἐλέγομεν ‘ὁ Σωκράτης ἄνθρωπός ἐστιν, ὅτι ἄνθρωπος’. ἢ εἰ σημαντικὸν τὸ διὰ τοῦτο τὴν δικαιοσύνην ἀγαθὸν εἶναι,2 ὅτι μόνη ἀγαθόν ἐστι καὶ ταὐτὸν τῷ ἀγαθῷ, τουτέστιν οὐ τὸ τυχὸν ἀλλ’ ὅπερ τὸ ἀγαθόν, τουτέστι τὸ καθόλου καὶ ὅλον ἀγαθόν, ψεῦδος ἂν τὸ λεγόμενον εἴη· οὐ γάρ ἐστι τὸ γενικὸν ἀγαθὸν δικαιοσύνη· ἔστι γὰρ καὶ ἄλλα ἀγαθά, σωφροσύνη, ὑγεία, φρόνησις. οὐ δὴ οὖν τῷ μέσῳ ὅρῳ χρὴ προσκεῖσθαι τὸ ἐπαναδιπλούμενον ἀλλὰ τῷ κατηγορουμένῳ· οὕτω γὰρ ἔσται ἀληθὴς ἡ ἐλάττων πρότασις, οἷον ὅτι ἡ δικαιοσύνη ἀγαθόν, ὅτι, ὅπερ ἀγαθόν, ἐστί, τουτέστιν, ὅτι ἐν γένει τῷ ἀγαθῷ ἐστι· τοῦτο δέ, ὅτι περιέχεται ὑπ’ αὐτοῦ. τὸ οὖν ‘ὅπερ’ ἀντὶ τοῦ περιέχειν ἐλάβομεν. ὁμοίως δὲ πάλιν, ἂν ᾖ συμπέρασμα, ὅτι τὸ ὑγιεινὸν ἐπιστητόν ἐστιν, ᾗ ἀγαθόν, τὸ μὲν ἐπαναδιπλούμενόν ἐστι τὸ ἀγαθόν· ἡ δ’ ἀνάλυσις ἔσται καὶ τούτου τοῦ συλλογισμοῦ εἴς τε τοὺς ὅρους καὶ τὰς προτάσεις· οἷον τὸ ὑγιεινὸν ἀγαθόν, τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ἀγαθόν, τὸ ὑγιεινὸν ἄρα ἐπιστητόν ἐστιν, ὅτι ἀγαθόν. πάλιν οὖν κἀνταῦθα εὖ ἀναλύσομεν, ἂν τῷ μείζονί τε καὶ κατηγορουμένῳ ὅρῳ προσκείμενον ᾖ τὸ ‘〈ᾗ〉 ἀγαθόν’ ἢ ‘ὅτι ἀγαθόν’ (ταὐτὸν γάρ), ἵνα ᾖ μείζων μὲν ἄκρος ἐπιστητόν, ᾗ ἀγαθόν, μέσος δὲ ἀγαθόν, ἔσχατος δὲ τὸ ὑγιεινόν. ἔσονται μὲν γὰρ αἱ προτάσεις, ὡς εἴπομεν, ‘τὸ ὑγιεινὸν ἀγαθόν, τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ἀγαθόν’, συμπέρασμα δὲ ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν’. ἂν δὲ μὴ τῷ κατηγορουμένῳ τὸ ἐπαναδιπλούμενον ἐν τῇ ἀναλύσει προστεθῇ ἀλλὰ τῷ μέσῳ, οὔτε τὸ συμπέρασμα ἔτι δειχθήσεται τὸ προκείμενον ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν’, οὔτε ἡ πρότασις ἀληθὴς ἔσται ἡ συνετὴ λέγουσα ‘τὸ ὑγιεινὸν ἀγαθόν, ᾗ ἀγαθόν’. ὅμοιον δὲ τούτοις ἐστὶ καὶ τὸ ‘ὁ τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν’. ἐπεὶ δὲ σφόδρα συντόμως ῥηθὲν τοῦτο ἀσάφειαν ἔχει (μόνον γὰρ ἐλάβομεν τὸ ἐπαναδιπλούμενον τοῦ ὑποκειμένου κατηγορούμενον μὴ εἰπόντες τὸ δεῖν αὐτὸ τῷ κατηγορουμένῳ προσκεῖσθαι), ἐξαπλωτέον ἡμῖν αὐτό· οἷον ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν δοξαστόν, ᾗ μὴ ὄν· ἐφ’ αἷς προτάσεσι συμπέρασμα τὸ ‘ὁ τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν’. ὅμοιον παράδειγμα τούτοις τοῖς προειρημένοις καὶ τὸ ‘ὁ ἄνθρωπος φθαρτόν, ᾗ αἰσθητόν’· ἔστι γὰρ συμπέρασμα ἐπαναδιπλούμενον ἔχον τὸ αἰσθητὸν δῆλον ὡς διὰ μέσου ὅρου τοῦ αἰσθητοῦ γεγονότος καὶ δεδειγμένον· ὁ γὰρ ἄνθρωπος αἰσθητόν, τὸ αἰσθητὸν φθαρτόν, ᾗ αἰσθητόν, ὁ ἄνθρωπος ἄρα φθαρτόν, ᾗ αἰσθητόν, τοῦ αἰσθητοῦ ἐπαναδιπλουμένου καὶ δεύτερον εἰλημμένου τῷ κατηγορουμένῳ ἄκρῳ συντεταγμένου ἀλλ’ οὐ τῷ μέσῳ. τὸ δὲ ἐπαναδιπλούμενον ἐπικατηγορούμενον εἶπον, ἐπεὶ τῷ κατηγορουμένῳ συντάσσεται3 καὶ ἔστιν ἐν τοῖς συμπεράσμασι προσκατηγορούμενόν τε καὶ ἐπικατηγορούμενον. [οὐκοῦν μὲν] Οὔ φημι δὲ δεῖν ἐν ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι τὴν αὐτὴν καὶ ὁμοίαν θέσιν καὶ ζήτησιν τῶν ὅρων ποιεῖσθαι,4 ὅταν τε ἁπλῶς τι ἐν τῷ συμπεράσματι ᾖ κατηγορούμενον εἰλημμένον, καὶ ὅταν μετὰ προσθήκης τινὸς ἐπικατηγορουμένου τῷ κατηγορουμένῳ συντεταγμένου, ὡς ἐδείξαμεν 〈ἐν τοῖς〉 τὸ ἐπαναδιπλούμενον προσκατηγορούμενον συμπέρασμα ἔχουσιν, ὃ δεδηλώκαμεν διὰ τοῦ ‘τὶ τόδε ἢ πῇ ἢ πῶς’. τῶν γὰρ προσκατηγορουμένων τὰ μέν, τί ἐστι τὸ ὑποκείμενον, δηλοῖ, ὡς ἐπὶ τοῦ συμπεράσματος τοῦ τὸ ἰσοσκελὲς δυσὶν ὀρθαῖς ἴσας ἔχειν, ᾗ τρίγωνον (τὸ γὰρ προσκατηγορούμενον, ἔστι δὲ ‘ᾗ τρίγωνον’, τί ἐστιν ἰσοσκελές, δηλοῖ, ὅ ἐστιν ἐν τῷ συμπεράσματι ὑποκείμενον), τὸ δὲ πῇ, ὡς ἐπὶ τοῦ ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν· πῇ γὰρ τὸ ὑγιεινὸν ἐπιστητόν· καθὸ γὰρ ἀγαθόν, ἐπιστητόν.

因为如果诸项如此设定,且大端项是“关于其为善的科学”,中项是“善”,小端项是“正义”,那么上述结论便会成立,即“关于正义有其为善的科学”。而推论的分析将是归入上述诸项。但如果重述项(即“其为善”)不是与大端项结合,而是与中项结合,且中项变成“依其为善之善”,那么结论就不再会是正义有其为善的科学,因为曾作为重述项的“其为善”并未附加于受谓述者即大项;而且小前提亦不可理解;因为将会是“正义依其为善而为善”。如果这样,要么“其为善”将是多余地附加于“善”而无所意指,且说“正义依其为善而为善”的小前提将是非复合的且不能成立的,正如我们说“苏格拉底依其为人而为人”一样;要么,如果它意指正义因此而是善,即只有它是善且与善相同,也就是说并非任意的善,而是真正的善本身,即普遍且整体的善,那么所说的将是假的;因为属类的善并不是正义,因为还有其他善,如节制、健康、明智。因此,重述项绝不应当附加于中项,而应当附加于受谓述者;因为这样小前提才会为真,如同说正义是善,因为它是正是善者,也就是说,它存在于善的属之中;而这意指它被善所包含。因此我们取“正是”来代替包含。同样地,如果结论是“健康者依其为善乃可知”,重述项便是“善”;而这个推论向诸项和诸前提的分析亦将是:健康者是善,善依其为善乃可知,因此健康者因其为善乃可知。因此在这里,如果“依其为善”或“因其为善”(因为这是同一回事)附加于大项且受谓述的项,使大端项为“依其为善可知”,中项为“善”,极项为“健康者”,我们就能很好地分析。因为诸前提正如我们所说,将是“健康者是善,善依其为善乃可知”,而结论将是“健康者依其为善乃可知”。但是如果在分析中重述项不是被添加到受谓述者,而是被添加到中项,那么所提出的结论“健康者依其为善乃可知”既不再能被证明,说“健康者依其为善是善”的可理解的前提亦不会为真。与这些相似的还有“羊鹿依其为非存在乃可被意见”。由于这句话说得极其简略因而含有含混(因为我们只取了重述项就主项受谓述,而没有说明它必须附加于受谓述者),我们必须将它展开:例如鹿驼是非存在,非存在依其为非存在乃可被意见;在这些前提下结论是“鹿驼依其为非存在乃可被意见”。与上述这些相似的例子还有“人依其为可感觉者乃会毁灭”;因为这是包含作为重述项的“可感觉者”的结论,显而易见它是通过作为中项的可感觉者而产生并被证明的:因为人是可感觉者,可感觉者依其为可感觉者乃会毁灭,因此人依其为可感觉者乃会毁灭,其中可感觉者被重述且第二次被摄取,是与受谓述的端项相结合,而非与中项结合。我之所以称重述项为进一步谓项,是因为它与受谓述者结合,且在结论中乃是附加受谓述者与进一步谓项。但我认为,在推论的分析中,无论在结论中某事物单单作为受谓述者被摄取,还是伴随有与受谓述者相结合的某一进一步谓项的附加(正如我们在具有包含重述的附加谓项的结论中所证明的那样,我们已通过“某个此物,或就某一方面,或如何”表明了这一点),人们都不应当对诸项做相同且类似的安放与探究。因为在附加受谓述者中,有些表明主项是什么,如在结论“等腰三角形依其为三角形具有等于两直角的〔内角〕”中(因为附加受谓述者,即“依其为三角形”,表明了作为结论中主项的等腰三角形是什么),而另一些则表明在某一方面,如在“健康者依其为善乃可知”中;因为健康者是在某一方面可知,既然它是就其为善而言乃可知。

语法注4 条
  1. 3.0τῷ μὴ εἶναι τῷ κατηγορουμένῳ, τουτέστι τῷ μείζονι, προσκείμενον τὸ ‘ὅτι ἀγαθόν’

    由带冠词的不定式 τῷ μὴ εἶναι 构成的表原因的与格结构,用于说明前文 οὔτε ἔτι συμπέρασμα ἔσται... 的理由。不定式 εἶναι 的主语是宾格短语 τὸ ‘ὅτι ἀγαθόν’,述语补足语为中性单数宾格的被动分词 προσκείμενον,支配与格 τῷ κατηγορουμένῳ。

  2. 3.0ἢ εἰ σημαντικὸν τὸ διὰ τοῦτο τὴν δικαιοσύνην ἀγαθὸν εἶναι

    省略了系动词 εἴη 的条件从句。带冠词的不定式短语 τὸ ... εἶναι 充当主语,中性形容词 σημαντικόν 作述语补足语,整个句式意为“或者如果正义因这一原因而为善是具有表明……之含义的”。

  3. 3.0τὸ δὲ ἐπαναδιπλούμενον ἐπικατηγορούμενον εἶπον, ἐπεὶ τῷ κατηγορουμένῳ συντάσσεται

    动词 εἶπον 支配双宾格:客体宾格 τὸ ἐπαναδιπλούμενον 与表称谓的宾格补足语 ἐπικατηγορούμενον(“我称重述项为附加谓项”)。随后的 ἐπεὶ 从句解释了如此命名的理由。

  4. 3.0Οὔ φημι δὲ δεῖν ἐν ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι τὴν αὐτὴν καὶ ὁμοίαν θέσιν καὶ ζήτησιν τῶν ὅρων ποιεῖσθαι

    否定词 οὔ 置于主动词 φημι 之前,但语义上否定随后的不定式 δεῖν(否定前移:“我主张不应当……”)。中间语态不定式 ποιεῖσθαι 与宾格名词短语 τὴν αὐτὴν καὶ ὁμοίαν θέσιν καὶ ζήτησιν 结合,意为“进行设置与探究”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:137.28-139.8