← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§136.9-137.28

主格项的提取与重述项的结合规则

特米斯提乌斯指出,在包含斜格的推论中各项本身应当作为主格名称提出,随后梳理了依照诸范畴进行谓述的多重方式,并阐明在分析含有重述项的论证时,重述的限定语应当与大项(谓项)而非中项相结合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#13

ἡ [δὲ] γὰρ ‘θεῷ χρόνος δέων οὐκ ἔστι’ σημαίνει, ὅτι θεῷ χρόνος ὠφέλιμος οὐκ ἔστι· τοῦτο δέ φημι, ὅτι εἰσί τινες, οἳ ὁρίζονται τὸν καιρὸν χρόνον ὠφέλιμον εἶναι. τοὺς μὲν ὅρους ἐκλέγοντας δεῖ αὐτὰ τὰ ὀνόματα ἐκτίθεσθαι·1 ὀνόματα δέ ἐστι τὰ κατ’ εὐθεῖαν λεγόμενα, καιρός, χρόνος δέων, θεός. τὴν μέντοι ἀποφατικὴν πρότασιν ἢ τὰς προτάσεις κατὰ δοτικὴν πτῶσιν· θεῷ γάρ, οὐ θεός, κατὰ δοτικὴν πτῶσιν. ὃ [δεῖ] καὶ καθόλου δεῖ ποιεῖν, τοὺς μὲν ὅρους ἐκτίθεσθαι κατὰ τὰς κλίσεις τῶν ὀνομάτων, τουτέστι κατὰ τὰ ὀνόματα (τὰς γὰρ πτώσεις οὐκ εἶναι ὀνόματα ἔφαμεν ἐν τῷ Περὶ ἑρμηνείας), συμπλέκειν δὲ αὐτοὺς ἐν ταῖς προτάσεσι κατὰ τὰς ἁρμοζούσας πτώσεις, οἷον, ἵνα ὥσπερ ἐπὶ τῶν πρός τι παραθέσεως τὰς διαφορὰς τῶν πτώσεων δηλώσωμεν, κατὰ μὲν δοτικήν, ὡς τὸ ἴσον καὶ ὅμοιον (ἴσῳ γὰρ τὸ ἴσον ἴσον καὶ ὁμοίῳ τὸ ὅμοιον 〈ὅμοιον〉), κατὰ δὲ γενικήν, ὡς τὸ διπλάσιον (ἡμίσεος γάρ), τὰ δὲ κατὰ αἰτιατικήν, ὡς τὸ τύπτον· τὸ γὰρ τύπτον τυπτόμενον τύπτει. τὸ δὲ τυπτόμενον κοινόν ἐστιν εὐθείας καὶ αἰτιατικῆς πτώσεως. οὐ πάντως δὲ τοῦτό φημι, πρὸς πτῶσιν καὶ κατὰ πτῶσιν τὰς πτώσεις συντάσσειν, ἀλλ’ ὅταν οὕτως ἁρμόζῃ· ὅταν δὲ κατ’ εὐθεῖαν, τῇ εὐθείᾳ χρηστέον· οἷον ὁ ἄνθρωπος ζῷον. Ἐπεὶ δ’ ἡμῖν ἐν τοῖς προειρημένοις ἱκανῶς εἴρηται περὶ τῆς κατὰ τὰς πτώσεις τῶν ὅρων συμπλοκῆς, λέγομεν νῦν, ποσαχῶς ἀληθές ἐστιν εἰπεῖν ἄλλο ἄλλῳ ὑπάρχειν· ὁσαχῶς γὰρ αἱ κατηγορίαι καὶ τὰ τῶν ὄντων γένη διῄρηται. ἢ γὰρ ὡς οὐσία τὸ κατηγορούμενον τοῦ ὑποκειμένου καὶ ἐν τῷ τί ἐστιν ὂν αὐτοῦ ληπτέον ἐν ταῖς προτάσεσιν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’, ἢ ὡς ποσότητα τούτου δηλοῦν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος τρίπηχύς ἐστιν’, ἢ ὡς ποιότητα, ἂν λευκὸς εἶναι ῥηθῇ, ἢ ὡς σχέσιν, ἐὰν δεξιὸς ἢ πατήρ, ἢ ὡς ἐνέργειαν, ἂν διαλέγηται ἢ γράφῃ, ἢ ὡς πάθος, ἂν τύπτηται ἢ ἀλγῇ, ἢ ὡς τόπον, ἂν ἐν Λυκίᾳ εἶναι ῥηθῇ, ἢ ὡς χρόνον, ἂν γένηται, ὅτι χθὲς ἦν ἢ πέρυσιν, ἢ ὡς κεῖσθαι, ὅταν καθῆσθαι λέγοιτο, ἢ ὡς ἔχοντός τι, ἂν ὑποδεδέσθαι ἢ ὡπλίσθαι λέγηται. τοσαῦται γὰρ αἱ κατηγορίαι, καὶ τοσαχῶς οἷόντε ἄλλο ἄλλῳ ὑπάρχειν τε καὶ ἀληθεύεσθαι κατ’ αὐτοῦ. καὶ τούτων τῶν κατηγορουμένων καὶ ἀληθευομένων κατά τινος ἢ ἁπλῶς ἢ καθόλου ληπτέον τὰ κατηγορούμενα κατηγορεῖσθαι ἢ πῇ· τὰ μὲν γὰρ γένη καὶ αἱ διαφοραὶ καὶ τὰ ἴδια καὶ οἱ ὁρισμοὶ καὶ ἁπλῶς κατηγοροῦνται, ὧν εἰσι, καὶ ἀληθεύονται κατ’ αὐτῶν, τὸ δὲ συμβεβηκὸς ποτὲ μὲν ἁπλῶς, ὡς ἐπὶ τῆς χιόνος τὸ λευκόν, ποτὲ δὲ πῇ, ὡς τοῦ ὀφθαλμοῦ τὸ λευκόν. ἔτι δὲ ἢ ἁπλῶς τε καὶ ἄνευ συνθέσεως κατηγορητέον, τουτέστιν ἕν τι καὶ μιᾶς κατηγορίας, ἢ συμπεπλεγμένα τε καὶ συγκείμενα· ἡ μὲν γὰρ ‘Σωκράτης ἄνθρωπός ἐστιν’ ἁπλοῦν ἔχει τὸ κατηγορούμενον, ἡ δὲ λέγουσα ‘Σωκράτης ἄνθρωπος λευκός ἐστιν’ ἢ ‘Σωκράτης καθήμενος διαλέγεται’ σύνθετόν τε καὶ συγκείμενον. ἐπεὶ δὲ τῶν συγκειμένων ἐν ταῖς κατηγορίαις τὰ μὲν μίαν πρότασιν ποιεῖ, τὰ δ’ οὐ μίαν, ἔστι δὲ τῶν ἰδίᾳ κατηγορουμένων ἀληθῶς τὰ μὲν καὶ συνθέντας ἀληθῶς κατηγορῆσαι, τὰ δὲ συνθέντας οὐκ ἔστιν ἀληθῶς κατηγορῆσαι, περὶ τούτων ἀξιῶ ἄμεινον δεῖν ἐπεσκέφθαι· ἀλλὰ καὶ περὶ τῶν ἄλλων, ὧν τὰ κεφάλαια ἐκτεθείμεθα ἐν τῷ Περὶ ἑρμηνείας. Ἐπεὶ δ’ εὑρίσκομεν πολλάκις ἐν τοῖς παρὰ τοῖς ἀρχαιοτέροις κειμένοις λόγοις ὅρους τινὰς δὶς παραλαμβανομένους ἐν τῇ αὐτῇ προτάσει κἀν τῷ συμπεράσματι τὸν μέσον ὅρον κείμενον, διδακτέον, πῶς δεῖ καὶ τοὺς τοιούτους ἀναλύειν συλλογισμούς, καὶ ποίᾳ τῶν προτάσεων συντακτέον τὸν ἐπαναδιπλούμενον ὅρον. ἐπαναδιπλούμενον δέ ἐστιν, ὅπερ εἶπον, ἡ τοῦ αὐτοῦ ὅρου δὶς ἐν τῇ αὐτῇ προτάσει παράληψις ὡς καὶ ἐν τῷ συμπεράσματι πάντως εὑρίσκεσθαι. τὸ οὖν ἐπαναδιπλούμενον, ὅ ἐστιν, ὡς εἶπον, τὸ δὶς λαμβανόμενον· ἔστι δὲ οὗτος ὁ μέσος ὅρος· τοῦτον οὖν τὸν δεύτερον ὅρον λαμβανόμενον καὶ ἐπαναδιπλούμενον οὐ δεῖ ἐν ταῖς ἀναλύσεσι τῶν τοιούτων συλλογισμῶν τῷ 〈μέσῳ〉 ὅρῳ συντάσσεσθαι ἀλλὰ τῷ πρώτῳ,2 τουτέστι τῷ μείζονι καὶ κατηγορουμένῳ. οἷον ἔστω δεδειγμένον, ὅτι τῆς δικαιοσύνης ἐπιστήμη ἐστίν, ὅτι ἀγαθόν· ἔστι μὲν γὰρ ἁπλῶς δικαιοσύνης ἐπιστήμην εἶναι, ὅτι ἐστὶ τοῦ κατ’ ἀξίαν ἑκάστῳ ἀπονεμητική· ἔστι δὲ καὶ ἐπιστήμην περὶ αὐτῆς ἔχειν, ὅτι ὠφέλιμος ἢ αἱρετὴ ἤ τι τοιοῦτον ἄλλο, ὡς ἔχει καὶ ὁ νῦν λόγος· ἡ δικαιοσύνη ἀγαθόν, τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη, ὅτι ἀγαθόν, τῆς δικαιοσύνης ἄρα ἐστὶν ἐπιστήμη, ὅτι ἀγαθόν.

因为“神无需要之时间”意指神无有益之时间;我之所以这样说,是因为有人将适当时机定义为有益的时间。在挑选各项时,必须列出名称本身;而名称乃是按主格被言说的词,即“适当时机”、“需要之时间”、“神”。然而,否定前提或诸前提则是按与格;因为是“对神”,而非“神”,这是按与格的。事实上在普遍情况下亦当如此行事:按名称的词尾变化即按名称列出各项(因为我们在《解释篇》中曾说,格变化并不是名称),但在前提中则按照相适合的格将它们结合起来。例如,为了像在并列关系项时那样显示诸格的差异,按与格的有如“相等者”与“相似者”(因为相等者对相等者乃相等,相似者对相似者乃相似);按属格的有如“两倍者”(因为是一半之物的[两倍]);按宾格的有如“击打者”(因为击打者击打受击打者,而“受击打者”对主格与宾格是共通的)。但我并非在任何情况下都主张就格而言且按格来构造诸格,而是在如此适合时才如此;若按主格适合,则当使用主格,如“人是动物”。 既然在前面的讨论中我们已经充分论述了诸项按格的结合,现在我们就来谈谈说一事物属于另一事物有多少种为真的方式;因为这正如范畴以及诸实有之属所区分的那样多。在诸前提中,被谓述者要么必须被摄取为主项的实体且在它的本质之中(如在“人是动物”中);要么被摄取为表明它的数量(如在“人高三肘”中);要么被摄取为性质(若被说成是白的);要么被摄取为关系(若是右边的或父亲);要么被摄取为能动(若在讨论或在写字);要么被摄取为受动(若受击打或感到疼痛);要么被摄取为地点(若被说成在吕基亚);要么被摄取为时间(若出现“是在昨天”或“在去年”);要么被摄取为姿态(每当说“坐着”时);要么被摄取为具有某物(若被说成“穿着鞋”或“全副武装”)。因为范畴有这么多,一事物属于另一事物并在其上为真亦可有这么多种方式。在这些就某物被谓述且为真的事物中,必须将受谓述者理解为或是单凭自身、或是全称地、或是就某一方面受谓述。因为属、种差、固有属性和定义就它们所归属的事物而言,既是单凭自身受谓述,亦在其上为真;而偶性则有时是单凭自身,如雪的白,有时则是就某一方面,如眼睛的白。此外,或是必须单凭自身且不带结合地受谓述(即作为单一者且属于单一范畴),或是必须作为复合且结合之物受谓述;因为“苏格拉底是人”具有简单的受谓述者,而说“苏格拉底是白的人”或“苏格拉底坐着讨论”的命题则具有复合且结合的受谓述者。但是,在谓述中复合的事物中,有些构成单一前提,有些则不构成单一前提,而在个别地为真被谓述的事物中,有些即使结合起来亦能为真地受谓述,有些结合起来则不能为真地受谓述,我认为应当更好地考察这些事情,以及我们在《解释篇》中列出要点的其他事项。 然而,由于我们在古人留下的论证中常常发现某些项在同一前提中被取了两次,且中项置于结论中,因此必须教导人们如何亦去分析这类推论,以及重述项应当与诸前提中的哪一个相结合。正如我所言,重述项就是在同一前提中将同一项摄取两次,以至于完全亦出现在结论中。因此,重述项(正如我所言,即被取了两次者——而这便是中项),这个被第二次摄取且重述的项,在对此类推论的分析中不应当与中项相结合,而应当与第一项、即大项且受谓述的项相结合。例如,假定已证明:关于正义有其为善的科学;因为不仅单单关于正义有科学(即它是将各人应得之物配给各人的),而且正如当前的论证一样,亦可有关于它的科学,即它是有益的或值得选择的或诸如此类的其他事物:正义是善,关于善有其为善的科学,因此关于正义有其为善的科学。

语法注2 条
  1. 3.0τοὺς μὲν ὅρους ἐκλέγοντας δεῖ αὐτὰ τὰ ὀνόματα ἐκτίθεσθαι

    在非人称动词 δεῖ 下,分词 ἐκλέγοντας(宾格阳性复数)充当不定式 ἐκτίθεσθαι 的逻辑主语,指代一般人(“在挑选各项时,[人们]必须列出名称本身”)。

  2. 3.0τὸ οὖν ἐπαναδιπλούμενον ... τοῦτον οὖν τὸν δεύτερον ὅρον λαμβανόμενον καὶ ἐπαναδιπλούμενον οὐ δεῖ ... τῷ 〈μέσῳ〉 ὅρῳ συντάσσεσθαι ἀλλὰ τῷ πρώτῳ

    句首的主格短语 τὸ οὖν ἐπαναδιπλούμενον(悬垂主题)在经过关系从句与解释性说明后,以代词宾格短语 τοῦτον οὖν τὸν δεύτερον ὅρον λαμβανόμενον καὶ ἐπαναδιπλούμενον 的形式被重新提起,充当 δεῖ 所支配的不定式 συντάσσεσθαι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:136.9-137.28