- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:134.31-136.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂奥举出推论的具体例证,说明诸项在前提与结论中如何采取斜格(属格或与格)而非主格,并分析了前提为斜格而结论为主格(或反之)的构造,以及否定命题和第三格中斜格的表现。
δεικτέον ἐπὶ τοῦ παραδείγματος πάλιν· ἡ τοῦ ἀγαθοῦ γνῶσις σοφία ἐστίν, ἡ σοφία ἐπιστήμη ἐστίν, ἡ τοῦ ἀγαθοῦ ἄρα γνῶσις ἐπιστήμη ἐστίν. ἡ μὲν γὰρ μείζων πρότασις ἡ λέγουσα ‘ἡ σοφία ἐπιστήμη’ κατ’ εὐθεῖαν πτῶσιν ἔχει τοὺς ὅρους, οὐκέτι δὲ ἡ ἐλάττων ἡ λέγουσα τοῦ ἀγαθοῦ τὴν σοφίαν εἶναι· γενικὴ γὰρ πτῶσις ἡ ‘τοῦ ἀγαθοῦ’. ὥσπερ δὲ ἡ ἐλάττων πρότασις οὐκ εἶχε κατ’ εὐθεῖαν τὴν κατηγορίαν, οὕτως οὐδὲ τὸ συμπέρασμα. ἄλλοτε δὲ πάλιν ἡ μὲν ἐλάττων πρότασις κατ’ εὐθεῖαν ἔχει τὴν κατηγορίαν τοῦ μέσου κατὰ τοῦ ἐσχάτου ὅρου, ἡ δὲ μείζων οὐκέτι κατ’ εὐθεῖαν τὸν μείζονα τοῦ μέσου ἔχει κατηγορούμενον·1 οἷον τοῦ ἐναντίου παντὸς ἐπιστήμη ἐστί,2 τὸ ἀγαθὸν ἐναντίον· συμπέρασμα ‘τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν’. ἐν μὲν οὖν ταῖς προτάσεσιν ὁ μέσος ὅρος κατὰ τοῦ ἐλάττονος καὶ ὑποκειμένου κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται, οἷον τὸ ἀγαθὸν ἐναντίον * * * παντὸς ἐπιστήμη ἐστίν· οὐ γὰρ τὸ ἐναντίον ὑπόκειται, ὅ ἐστιν εὐθεῖα, ἀλλὰ τοῦ ἐναντίου, ὅ ἐστι γενική. ληπτέον δὲ μέσον ποτὲ μὲν ἐναντίον ποτὲ δὲ ποιόν. ὁπότερον γὰρ ἂν ληφθῇ, αἱ προτάσεις ὅμοιαι· ἔσται γὰρ ποτὲ μὲν ‘τὸ ἀγαθὸν ποιόν, τοῦ ποιοῦ ἐπιστήμη ἐστί’, ποτὲ δὲ ‘τὸ ἀγαθὸν ἐναντίον, τοῦ ἐναντίου ἐπιστήμη ἐστίν’. ἀλλ’ οὐδὲ τὸ συμπέρασμα κατ’ εὐθεῖαν γίνεται πτῶσιν· τοῦ γὰρ ἀγαθοῦ ἐπιστήμη εἶναι συνάγεται, ἀλλ’ οὐ τὸ ἀγαθόν, ὥσπερ οὐδὲ τὸ ποιὸν ἐλέγετο ἢ τὸ ἐναντίον ἐπιστήμη εἶναι, ἃ ἦσαν οἱ μέσοι ὅροι, ἀλλὰ τούτων ἐπιστήμη. τὸ μέντοι ἀγαθὸν ἔκειτο ἢ ἐναντίον εἶναι ἢ ποιὸν κατ’ εὐθεῖαν πτῶσιν. ἔστι δέ, ὅτε μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου μήτε τοῦτο κατὰ τοῦ τρίτου κατηγορεῖται, τουτέστι κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται· καὶ γὰρ τὴν κατ’ εὐθεῖαν καὶ οὕτως γινομένην κατηγορίαν ἁπλῶς κατηγορίαν λέγω, ὅταν ᾖ εἰπεῖν τόδε τόδε εἶναι, τὸ ὑποκείμενον, ὅπερ ἐστὶ τὸ κατηγορούμενον. τὸ δὲ πρῶτον τοῦ τρίτου οὕτως ἐχουσῶν τῶν προτάσεων ὁτὲ μὲν κατ’ εὐθεῖαν 〈ὁτὲ δὲ οὐ κατ’ εὐθεῖαν〉 κατηγορεῖται. παράδειγμα τοῦ μέν, ἐν ᾧ συλλογισμῷ μήτε τῶν προτάσεών τις κατ’ εὐθεῖαν εἴληπται μήτε τὸ συμπέρασμα, ὁ λέγων συλλογισμὸς ‘οὗ ἔστιν ἐπιστήμη, ἔστι τούτου γένος, τοῦ δὲ ἀγαθοῦ ἐστιν ἐπιστήμη’· οὔτε γὰρ ἐν ταῖς προτάσεσιν εἴληπται ὅρος τις ὅρου κατ’ εὐθεῖαν πτῶσιν κατηγορούμενος οὔτε ἐν τῷ συμπεράσματι. τοῦ δέ, ἐν ᾧ ἐν μὲν ταῖς προτάσεσιν ἐν οὐδετέρᾳ αὐτῶν κατ’ εὐθεῖαν ἡ κατηγορία ἐν μέντοι τῷ συμπεράσματι κατ’ εὐθεῖαν, ὁ τοιόσδε συλλογισμός· οὗ ἔστιν ἐπιστήμη, γένος ἐστὶ τοῦτο· τοῦ δ’ ἀγαθοῦ ἔστιν ἐπιστήμη· συμπέρασμα ‘τὸ ἀγαθὸν ἄρα γένος’. τοῦτο μὲν γὰρ κατ’ εὐθεῖαν πτῶσιν, τῶν δὲ προτάσεων οὐδετέρα τοῦτ’ ἔχει. ἄκρον δὲ ὅρον πάλιν εἶπον τὸν ἔσχατον ὅρον τὸν ὑποκείμενον ἐν τῷ συμπεράσματι,3 ὅ ἐστι τὸ ἀγαθόν· κατὰ μὲν γὰρ τούτου τὸ γένος αὐτὸ εἶναι κατηγορεῖται. ἐν δὲ ταῖς προτάσεσιν οὔτε τούτου ἡ ἐπιστήμη οὔτε τῆς ἐπιστήμης τὸ γένος. Τὸν αὐτὸν δὲ τρόπον καὶ ὁμοίως ἐπὶ τῶν ἀποφατικῶν προτάσεών τε καὶ συμπερασμάτων οὐκ ἀεὶ τὴν αὐτὴν κατηγορίαν κατὰ τὰς πτώσεις γενομένην ἔστιν ἰδεῖν. οὐ γὰρ ἀεὶ ἐπὶ τῶν ἀποφατικῶν προτάσεων ὥσπερ οὐδὲ ἐπὶ τῶν καταφατικῶν κατ’ εὐθεῖαν συμπλέκονται οἱ ὅροι, ἀλλ’ ἐνίοτε καὶ κατ’ ἄλλην πτῶσιν, ἢ γενικὴν ἢ δοτικὴν ἢ αἰτιατικήν· οἷον οὐκ ἔστι κινήσεως κίνησις, ἢ οὐκ ἔστι γενέσεως γένεσις· ἡδονῆς δέ ἐστι γένεσις ἢ ἡδονῆς ἐστι κίνησις· οὐκ ἄρα ἡ ἡδονὴ γένεσις ἢ κίνησις. τῶν μὲν γὰρ προτάσεων οὐδεμία κατ’ εὐθεῖαν πτῶσιν συντέτακται, τὸ μέντοι συμπέρασμα τὸ ‘οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις’ κατ’ εὐθεῖαν. καὶ πάλιν γέλωτός ἐστι σημεῖον, σημείου δὲ οὐκ ἔστι σημεῖον, ὥστε οὐ σημεῖον ὁ γέλως· καὶ γὰρ ἐπὶ τούτου τῶν μὲν προτάσεων οὐδετέρα κατ’ εὐθεῖαν, οὔτε ἡ καταφατικὴ οὔτε ἡ ἀποφατικὴ κατ’ εὐθεῖαν πτῶσιν συντέτακται, τὸ μέντοι συμπέρασμα κατ’ εὐθεῖαν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ἐν οἷς ἀποφατικὸν συνάγεται πρόβλημα κατὰ τὴν ποιὰν σχέσιν τοῦ κατηγορουμένου πρὸς τοὺς ἄκρους, φημὶ δὲ τοῦ μέσου ὅρου πρὸς τοὺς αὐτῷ ὑποκειμένους. πάλιν ἔστω ἡμῖν παράδειγμα ἐν τρίτῳ σχήματι τὸ μὲν συμπέρασμα ἔχον ἀποφατικὸν ἐπὶ μέρους κατ’ εὐθεῖαν πτῶσιν τῶν μέντοι προτάσεων οὔτε τὴν καταφατικὴν οὔτε τὴν ἀποφατικὴν κατ’ εὐθεῖαν πτῶσιν· θεῷ γὰρ καιρός ἐστιν, θεῷ χρόνος δέων οὐκ ἔστιν· ἐξ ὧν συνάγεται, ὅτι τις καιρὸς χρόνος δέων οὐκ ἔστι, διὰ τὸ μηδὲν εἶναι θεῷ ὠφέλιμον.
必须再次通过例证加以说明:“关于善的知识是智慧,智慧是科学,所以关于善的知识是科学”。因为宣称“智慧是科学”的大前提在主格中具有诸项,但宣称智慧是关于善的小前提则不再如此;因为“善的”是属格。正如小前提并不具有主格的谓述,结论同样也不具有。又在另一时候,小前提在主格中具有中项对最后项的谓述,而大前提则不再在主格中具有大项对中项的谓述;例如:凡对立者皆有科学,善是对立者;结论是“关于善有科学”。在诸前提中,中项就小项且基词而言是按主格被谓述的,例如在“善是对立者……对每一者皆有科学”中;因为置于主项位置的并非主格的“对立者”,而是属格的“对立者的”。应当有时取“对立者”为中项,有时取“有性质者”为中项。因为无论取哪一个,前提都是相似的;因为有时会是“善是有性质者,关于有性质者有科学”,有时则是“善是对立者,关于对立者有科学”。但结论也并非按主格产生;因为推导出来的是关于善有科学,而不是善本身[是科学],正如被说成是科学的既不是有性质者也不是对立者(它们本是中项),而是关于它们的科学。然而善本身按主格被设定为是对立者或有性质者。 有时,第一项既不就中项受谓述,中项也不就第三项受谓述,即均非按主格受谓述;因为每当能够说“这者是那者”、即基词乃是谓词所在时,我将这种按主格且如此产生的谓述简称为谓述。在诸前提处于这种状况时,第一项对第三项有时按主格、有时不按主格受谓述。关于前一种情况(即在这类推论中前提与结论均非按主格摄取),其例证是宣称如下的推论:“凡有关于其科学者,亦有其属;而关于善有科学”;因为无论在前提中还是在结论中,都没有任何一项被摄取为按主格对另一项谓述。而关于后一种情况(即在诸前提中无一是在主格中的谓述,但在结论中却按主格),则是如下的推论:“凡有关于其科学者,此者即是一属;而关于善有科学;结论:因此善是一属”。因为结论是按主格的,而前提中则无一具有此格。我在此再次将结论中作为主项的最后项称为极端项,这便是“善”;因为“它是一属”正是就此项而受谓述的。但在诸前提中,既非科学就此项〔受谓述〕,亦非属就科学〔受谓述〕。 以同样的方式,在否定前提与结论中亦同样可以看到,按照格并不总是发生相同的谓述。因为在否定前提中,正如在肯定前提中一样,诸项并不总是按主格结合,而是有时亦按其他格,或属格、或与格、或宾格;例如:不存在运动的运动,或不存在生成的生成;但有快乐的生成,或有快乐的运动;因此快乐并非生成或运动。因为前提中无一是按主格构造的,然而“快乐并非生成”这一结论则是按主格的。又如:笑有征兆,但征兆无征兆,因此笑不是征兆;因为在此例中,前提中无论肯定前提还是否定前提均非按主格构造,然而结论则是按主格的。其他情况亦同样如此,在那些情况中,否定论题是根据谓项对极端项的某种关系(我指的是中项对置于其下的诸项的关系)而被推导出来的。让我们再以第三格中的一个论证为例,其结论是在主格中的特称否定,但诸前提中无论肯定前提还是否定前提均非在主格中:“神有适当时机,神无所需之时间”;由此推导出“某适当时机不是所需之时间”,这是因为对神而言无任何有益之物。
- 3.0τὸ ὑποκείμενον, ὅπερ ἐστὶ τὸ κατηγορούμενον
此句作为前述“说这者是那者”(εἰπεῖν τόδε τόδε εἶναι)的同位解释短语。它说明了主格谓述的严格条件,即作为主项的基词(τὸ ὑποκείμενον)直接等同于谓项所指示的内容(τὸ κατηγορούμενον)。
- 3.0οἷον τὸ ἀγαθὸν ἐναντίον * * * παντὸς ἐπιστήμη ἐστί
文本中的星号( *)表示写本中的残缺(lacuna)。在小前提“善是对立者”(τὸ ἀγαθὸν ἐναντίον)之后、大前提“凡[对立者]皆有科学”([τοῦ ἐναντίου] παντὸς ἐπιστήμη ἐστί)之间的过渡文字脱落,但根据前后文的平行表述,其论证结构是明确的。
- 3.0ἄκρον δὲ ὅρον πάλιν εἶπον τὸν ἔσχατον ὅρον τὸν ὑποκείμενον ἐν τῷ συμπεράσματι
带有动词 εἶπον(“称作”)的双重宾格结构:“我将结论中作为主项的最后项再次称为极端项(ἄκρον ὅρον)”。在此处,“最后项”(ἔσχατος ὅρος)与“极端项”指的是小项(minor term)。
