← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§133.14-134.31

主格选词与斜格结合构成前提

对应亚里士多德《前分析篇》第一卷第36章,特米斯蒂乌斯阐明了在遴选项时以主格列出与在生成前提时通过包括斜格在内的结合方式之间的区别,并通过“对立者有一门科学”的实例解释了格的屈折变化对于保证谓述的自然性与前提的真实性所起的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#11

ἐπεὶ δ’ οὐ μόνα τὰ καθ’ ὑποκειμένου λεγόμενα κατηγορεῖται ἀλλὰ καὶ τὰ συμβεβηκότα καὶ ἐν ὑποκειμένῳ ὄντα, ὧν οὐκ ἀεὶ κατ’ ὀρθὴν πτῶσιν αἱ κατηγορίαι, ἀλλὰ ποτὲ μὲν κατ’ ὀρθήν, ὡς ὅταν λέγωμεν ‘τὸ σῶμα λευκόν ἐστιν, ἡ ὑγίεια ἀγαθόν ἐστι’, ποτὲ δὲ κατὰ γενικήν, ὡς ὅταν λέγωμεν ‘ὁ ἀδελφὸς ἀδελφὸς ἀδελφοῦ ἐστι’, ποτὲ δὲ κατὰ δοτικήν, ὡς ‘τὸ ὅμοιον ὁμοίῳ ὅμοιον’, ποτὲ δὲ κατὰ αἰτιατικήν, ὡς ὅταν λέγωμεν ‘τὸ μέγα πρὸς μικρὸν λέγεται’ καὶ ‘Πλάτων ἐπαινεῖ Σωκράτην’, ἐπεὶ τοίνυν αἱ κατηγορίαι τῶν κατηγορουμένων κατὰ πάσας γίνονται τὰς πτώσεις, αἱ δὲ προτάσεις ἐν ταῖς κατηγορίαις, δεῖν φημι1 τοὺς ὅρους ἐκτίθεσθαι τοὺς τῶν προτάσεων καὶ τῶν συλλογισμῶν, ὅταν ἐκλέγωμεν αὐτούς, κατ’ εὐθεῖαν πτῶσιν, τὰς δὲ κατηγορίας αὐτῶν καὶ τὰς προτάσεις ἐν τῇ πρὸς ἀλλήλας συντάξει ποιεῖσθαι, ὡς ἐγχωρεῖ. ὅταν οὖν τὸ συγχωρούμενον κατ’ εὐθεῖαν κατηγορεῖται, τότε κυρίως κατὰ τοῦ ὑποκειμένου κατηγορεῖται· καὶ γὰρ τὸ ὑποκείμενον τότε καθ’ εὐθεῖαν λαμβάνεται. ἂν δὲ κατὰ πτῶσιν, οὐκέτι κατ’ αὐτοῦ τῷ τὴν πτῶσιν μὴ τὸ ὑποκείμενον αὐτὸ σημαίνειν,2 τοῦ δὲ σημαινομένου ὑπὸ τῆς πτώσεως κατηγορεῖται. ἀλλ’ οὐδ’ ὁμοίως, ὡς τὸ πρῶτον τοῦ δευτέρου κατηγορούμενον εἴληπται 〈καὶ〉 καθ’ ἣν πτῶσιν, κατὰ τὴν αὐτὴν καὶ τὸ δεύτερον τοῦ τρίτου ληπτέον πάντως κατηγορεῖσθαι. οὔτε γάρ, εἰ τὸ πρῶτον τοῦ δευτέρου κατ’ εὐθεῖαν, δεῖ καὶ τοῦτο τοῦ ἐσχάτου ἄκρου κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖν. τὸ δ’ αὐτὸ οὐ μόνον ἐπὶ τῶν καταφατικῶν, τουτέστι καταφατικῶς κατηγορουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀποφατικῶν ποιητέον. καθ’ ὅσους γὰρ τρόπους καὶ καθ’ ὅσας πτώσεις ἄλλο ἄλλῳ συντάττοντες τῷ εἶναι καὶ τῷ ‘ἐστί’ χρώμεθα ἐπ’ αὐτῶν, καὶ ὁσαχῶς συντεταγμένων ἀλλήλοις τῶν ὅρων ἔστιν ἀληθῆ εἰπεῖν εἶναι τὴν πρότασιν, τοσαυταχῶς χρὴ τοὺς ὅρους ἐν ταῖς προτάσεσι πειρᾶσθαι συμπλέκειν ἀλλήλοις καὶ λέγειν ὑπάρχειν τὸν ἕτερον τῷ ἑτέρῳ. δεικτέον δέ, πῶς μὲν χρὴ τὴν ἔκθεσιν τῶν ὅρων τῶν ἐν ταῖς προτάσεσιν κατ’ εὐθεῖαν ποιεῖσθαι, πῶς δ’ αὐτοὺς ἐν τῇ γενέσει τῶν προτάσεων συμπλέκειν ἀλλήλοις. λαβόντες γὰρ πρότασιν τὴν λέγουσαν τῶν ἐναντίων μίαν εἶναι ἐπιστήμην ἐκτιθέμενοι μὲν τοὺς ὅρους ‘μία ἐπιστήμη ἐστί’ καὶ τὰ ἐναντία ἀλλήλοις ἐκθησόμεθα· λαβόντες δὲ τοὺς ὅρους ἐν τῇ προτάσει οὐ ‘τὰ ἐναντία μία ἐπιστήμη ἐστίν’ ἐροῦμεν, 〈ἀλλ’〉 ἀντὶ τοῦ ‘〈τὰ〉 ἐναντία ἐστί’ μετασχηματίσαντες ποιήσομεν ‘τῶν ἐναντίων ἐστὶ μία ἐπιστήμη’· οὕτως γὰρ ἀληθὴς ἡ πρότασις. ὡς γὰρ εἴρηται, ὁσαχῶς καὶ καθ’ ὅσους τρόπους καὶ καθ’ ὅσας πτώσεις ἄλλο ἄλλου κατηγορούμενον ἀληθεύεσθαι δύναται κατὰ τὸν τῆς λέξεως μετασχηματισμὸν καταφατικῶς τε καὶ ἀποφατικῶς, τοσαυταχῶς καὶ τὰς προτάσεις καὶ τὰς τῶν ὅρων κατηγορίας ποιεῖσθαι χρή, ὡς ἂν ὑπακούωσιν οἱ μέσοι ὅροι ἐν τῇ πρὸς ἀλλήλους συμπλοκῇ πρός τε τὸ κατὰ φύσιν γίνεσθαι τὴν κατηγορίαν καὶ πρὸς τὸ ἀληθές. τὸ μὲν οὖν ζῶον κατὰ τοῦ ἀνθρώπου καὶ ὁ ἄνθρωπος γραμματικοῦ καὶ τὸ ζῶον κατὰ γραμματικοῦ ὁμοίως πάντα· κατὰ γὰρ εὐθεῖαν πτῶσιν ὅ τε γραμματικὸς ἄνθρωπός ἐστι καὶ ὁ ἄνθρωπος ζῶον καὶ διὰ τοῦτο ὁ γραμματικὸς ζῶον. οὐ μὴν ἐπὶ πάντων τῶν συλλογισμῶν οἷόν τε οὕτως κατηγορεῖσθαι τὰ κατηγορούμενα, οἷον ὡς ἐν τῇ προτάσει τῇ λεγούσῃ τῶν ἐναντίων 〈ἀλλήλοις μίαν〉 εἶναι ἐπιστήμην κατηγορούμενον μέν ἐστι τὸ ‘μία ἐπιστήμη ἐστί’ καὶ μείζων ὅρος, ὑπόκειται δὲ τὸ ‘τῶν ἐναντίων ἀλλήλοις’, ὅ ἐστι μέσος. οὐ δὴ οὕτως ὑπάρχει ὁ μείζων τῷ μέσῳ ἐνταῦθα ὡς δύνασθαι λέγειν ‘τόδε τόδε ἐστίν’, ὡς λέγομεν ‘ὁ γραμματικὸς ἄνθρωπός ἐστιν’· οὐ γάρ ἐστιν ἡ πρότασις [ἡ] λέγουσα ‘τὰ ἐναντία μία ἐστὶν ἐπιστήμη’, ἀλλ’ ὅτι τῶν ἐναντίων, ὅπερ ἐστὶ γενικὴ πτῶσις, μία ἐστὶν ἐπιστήμη· οὕτως γὰρ συντεταγμένων αὐτῶν ἀληθές ἐστιν εἰπεῖν τὸ ‘τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη’. ἐν μὲν οὖν τῇ ἐκθέσει τῶν ὅρων ἦν κείμενα τὰ ἐναντία καὶ μία ἐπιστήμη, ἐν δὲ τῇ προτάσει οὐ ‘τὰ ἐναντία’ ἔτι ἤρκεσε λαβεῖν ἀλλὰ ‘τῶν ἐναντίων’. Ἔτι δ’ οὐ μόνον ἐπὶ τοῦ παραδείγματος τοῦ ‘τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη’ δείκνυται ἐν ταῖς προτάσεσιν οὐκ ἀεὶ κατ’ εὐθεῖαν γίνεσθαι τὰς τῶν ὅρων κατηγορίας ἀλλὰ καὶ καθόλου ἐπὶ πασῶν τῶν ἐν τοῖς συλλογισμοῖς προτάσεων, ὅτι μὴ ἀεὶ αἱ κατηγορίαι τῶν ὅρων ὅμοιαι καὶ κατὰ τὴν αὐτὴν πτῶσιν, ἀλλ’ ἐν τισὶ μὲν ὁ μὲν πρῶτος ὅρος κατὰ τοῦ μέσου λέγεται, τουτέστι κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται, οὐκέτι δὲ ὁ μέσος τοῦ τρίτου.

既然不仅就基词而说的属性被谓述,而且偶性以及在基词之内的属性亦被谓述,而关于它们的谓述并不总是按照主格进行,而是有时按主格,例如当我们说“物体是白的”、“健康是善”时;有时按属格,例如当我们说“兄弟是兄弟之兄弟”时;有时按与格,例如“相似者与相似者相似”;有时按宾格,例如当我们说“大是相对于小说”以及“柏拉图称赞苏格拉底”时;既然谓项的谓述是按照所有的格进行的,而前提又在于诸谓述之中,因此我主张:当我们遴选前提与推论的诸项时,必须以主格列出它们,而它们的谓述以及命题则必须按照相互结合中可能容许的方式来进行。因此,当所认同的属性按主格被谓述时,那时它是本义地就基词而受谓述的;因为基词在那时也是以主格被摄取的。但若它是按照斜格,则不再就基词本身受谓述,因为斜格并不指示基词本身,而是就该格所指示的事物而受谓述。 然而,第二项也决非必须完全按照第一项被取作第二项的谓项时那样以及按照同一格而被取作对第三项的谓述。因为并非是如果第一项按主格对第二项谓述,就必须把该项对最后的极端也按主格进行谓述。而不仅在肯定者(即肯定地受谓述者)中必须这样做,在否定者中亦同样如此。因为我们将一事物与另一事物结合时,在其上使用“有”和“是”的方式与格有多少种,诸项相互结合时命题能够被说成是真实的方式有多少种,在诸前提中就必须以同样多的方式尝试将诸项相互结合,并说这一项属于另一项。 并且必须表明,如何应当以主格列出诸前提中的项,以及在诸前提的生成中又如何应当将它们相互结合。因为若摄取一个宣称“对立者有一门科学”的前提,在列出诸项时我们将列出“有一门科学”和“相互对立者”;但在前提中摄取这些项时,我们不会说“对立者是一门科学”,而是改变表述,代替“对立者是”而作成“对立者有一门科学”;因为唯有如此前提才是真实的。因为正如已经说过的,一事物对另一事物受谓述时,按照字面的改变,无论肯定地还是否定地能够成真的方式、样态和格有多少种,就必须以同样多的方式构造前提和诸项的谓述,以使中项在相互结合中既顺应自然地成立谓述,又顺应真理。因此,动物之于人、人之于文法学者,以及动物之于文法学者,全都同样;因为文法学者是人、人是动物,且因此文法学者是动物,都是按照主格的。然而并非在所有的推论中谓项都能如此被谓述,例如在宣称“相互对立者有一门科学”的前提中,“有一门科学”是谓项且是大项,而“相互对立者的”作为主项则是中项。此处大项并不是以能够说“这者是那者”的方式属于中项,如我们说“文法学者是人”那样;因为该前提并非宣称“对立者是一门科学”,而是宣称属于对立者(这正是属格)有一门科学;因为只有当它们如此结合时,“对立者有一门科学”才是真实陈述。因此,在项的列出中放置的是对立者与一门科学,但在前提中却不再足以取“对立者”,而必须取“对立者的”。 此外,不仅在“对立者有一门科学”这一例证中,而且在推论的所有前提中都可以普遍表明,前提中诸项的谓述并不总是按主格进行的,诸项的谓述并不总是相同且按照同一格,而是在某些推论中第一项就中项而言说(即按主格被谓述),中项对第三项却不再如此谓述。

语法注2 条
  1. 3.0ἐπεὶ δ’ οὐ μόνα ... δεῖν φημι

    这是一个长大的照应复述句式:开头由 ἐπεὶ δʼ 引导的冗长原因从句(列举了主格、属格、与格和宾格的谓述例证),通过其后的 ἐπεὶ τοίνυν 加以重述收束,最终引向受主句动词 φημί 支配的带不定式宾语结构(δεῖν ... ἐκτίθεσθαι)。

  2. 3.0τῷ τὴν πτῶσιν μὴ τὸ ὑποκείμενον αὐτὸ σημαίνειν

    带与格定冠词 τῷ 的不定式短语表示原因(“由于斜格并不指示基词本身”)。后文的属格 τοῦ δὲ σημαινομένου 则作 κατηγορεῖται 的支配对象(“就该格所指示的事物而受谓述”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:133.14-134.31