- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:131.34-133.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯阐释了《前分析篇》第一卷第35–36章,指出推论的项不仅可以由单一名词表达,亦可由复合短语表达,未能认识到这一点会导致将可论证的命题误认为无中介且不可论证的命题;此外,尽管在单独列出项时采用主格,但前提中项的结合却是在包含各种斜格的不同语法格中进行的。
διὰ τοῦτο πανταχοῦ λέγω δεῖν φυλάττεσθαι τὰς ὁμωνυμίας. οὐδ’ ἐνταῦθα δὲ ἡ μείζων πρότασις καθόλου· οὐ γὰρ ἀληθὲς τὸ ‘πᾶν τὸ ἀρχὴν ἔχον γέγονεν’. [εʹ] Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι· πολλῶν γὰρ συλλογισμῶν οἱ ὅροι ἢ τινὲς ἢ πάντες λόγῳ δηλοῦνται καὶ λόγοι εἰσίν, οὐκ ὀνόματα, ἐφ’ ὧν οὐ δεῖ τοὺς ἀναλύειν βουλομένους ζητεῖν πάντως τοὺς ὅρους δι’ ὀνομάτων ἐκτίθεσθαι, ἀλλὰ τοὺς λόγους αὐτοὺς τοὺς κειμένους ἐκθετέον ἐν τῇ τῶν ὅρων λήψει. παρὰ γὰρ τοῦτο πολλάκις χαλεπὴ καὶ δύσκολος ἡ ἀγωγὴ γίνεται τῷ μὴ εὑρίσκεσθαι τῶν ὅρων ὀνόματα. οἷον εἴ τις συλλογίσαιτο τὸν ἀνδρεῖον τιμῆς ἄξιον διὰ μέσου τοῦ καταφρονεῖν τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος λέγων ‘ὁ ἀνδρεῖος καταφρονεῖ τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος, πᾶς ὁ καταφρονῶν τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος τιμῆς ἄξιος, ὁ ἄρα ἀνδρεῖος τιμῆς ἄξιος’. τὸν γὰρ βουλόμενον ἐκλαμβάνειν τοὺς ὅρους τούτου τοῦ συλλογισμοῦ οὐ δεῖ τὸν μέσον ὅρον ὄνομα ζητεῖν· λόγος γάρ ἐστιν, οὗ φυλαχθέντος ἥ τε διαίρεσις ἡ εἰς τοὺς ὅρους φανερὰ καὶ ἡ τοῦ συλλογισμοῦ εἰς τὸ πρῶτον σχῆμα ἀνάλυσις. πάλιν εἴ τις λάβοι, ὅτι ἡ τοῦ ὄντος ἐπιστήμη ᾗ ὂν ἐπιστήμη ἐστὶ τοῦ πρώτου αἰτίου κινοῦντος, ἡ δέ γε ἐπιστήμη ἡ τοῦ πρώτου αἰτίου κινοῦντος ἡ πρώτη ἐστὶ φιλοσοφία, καὶ συνάγοι ἐκ τούτων, ὅτι ἡ τοῦ ὄντος ᾗ ὂν ἐπιστήμη ἡ πρώτη φιλοσοφία ἐστί· καὶ γὰρ οὗτος συλλογισάμενος τοὺς ὅρους οὐκ ὀνόματα ἀλλὰ λόγους εἴληφε πάντας, οὓς εἰ μὴ ὁ βουλόμενος ἀναλύειν τὸν λόγον λάβοι, ὀνόματα δὲ ζητοίη ἀντ’ αὐτῶν, οὐκ ἂν εὕροι τὴν ἀνάλυσιν τοῦ συλλογισμοῦ εἰς τὸ οἰκεῖον σχῆμα ὂν τὸ πρῶτον. μὴ εὑρίσκων δὲ ὀνόματα σημᾶναι τὸν μέσον οἰήσεται ἀμέσως ὑπάρχειν τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ 〈καὶ〉 ἀμέσου ὄντος τοῦ προβλήματος αὐτοῦ εἶναι ἀπόδειξιν, ὅπερ ἐστὶν ἀδύνατον. ἢ ἀποδεικτὰ μὲν ἀλλ’ οὐχὶ ὑπὸ ὀνόματος δηλωθῆναι δυναμένου τοῦ μέσου ὅρου, οὗ ὁ συλλογισμός. προλαβόντας δὲ καὶ οἰηθέντας εἶναι τὰ τοιαῦτα ἀναπόδεικτα τοῖς βουλομένοις αὐτὰ διὰ τοῦ οἰκείου μέσου δεικνύειν ὄντος λόγου ἐπεγκαλεῖν.1 οἷον εἰ βουληθείημεν δεῖξαι, ὅτι τοῦ ἰσοσκελοῦς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι. πρῶτον μὲν οὖν αὐτὸ τοῦτο τὸ κατηγορούμενον ὁρᾷς, πῶς οὐχ ἓν ὄνομά ἐστιν ἀλλὰ λόγος. ζητοῦντες δὲ τὸν μέσον, δι’ οὗ δεῖ συμπερᾶναι τὸ πρόβλημα, ἐνταῦθα μὲν εὐποροῦμεν ὀνόματι αὐτὸν ἐκθέσθαι λέγοντες οὕτως· τὸ ἰσοσκελὲς τρίγωνον τρίγωνόν ἐστι, παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, τοῦ ἰσοσκελοῦς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. 〈ἐὰν δὲ τὴν μείζονα θελήσωμεν κατασκευάσαι πρότασιν, πόθεν ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν,〉 οὐκέτι δύναμαι ὀνόματι τὸν μέσον ἐκθέσθαι, δι’ οὗ συνάγεται τὸ συμπέρασμα, ἀλλὰ δεῖ λόγῳ αὐτὸν ἑρμηνεύειν, οἷον ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δύο ταῖς ἐφεξῆς ἴσαι εἰσίν· δύο δὲ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· παντὸς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἐὰν οὖν τις ἡγοῖτο, ὅτι, ἐπεὶ μὴ ἔστι μέσον ὅρον δι’ ὀνόματος λαβεῖν, τὸ παντὸς τριγώνου τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι ἄμεσόν τε πρότασιν καὶ ἀναπόδεικτον εἶναι καὶ αἰτιῷτο τοὺς οὕτω δεικνύειν αὐτὸ πειρωμένους, ἀπατᾶται τὸ ἀποδεικτικὸν ἀναπόδεικτον ἡγούμενος· ἔστι γὰρ καὶ τοῦτο ἀπόδειξις, ἀλλὰ ὁ μέσος ὅρος λόγος ἐστίν, οὐκ ὄνομα. ὥστε οὐ πάντως οἰητέον, ὡς δεῖ ὀνόματι ἐκκεῖσθαι τοὺς ὅρους, ἀλλ’ ἔστιν, ὅτε καὶ διὰ λόγου αὐτοὺς σημαίνειν. διὸ τοὺς τοιούτους συλλογισμοὺς χαλεπὸν ἀνάγειν ὑπὸ τὰ σχήματα. Τὸ δὲ ὑπάρχειν τὸν μείζονα ὅρον τῷ μέσῳ καὶ τὸν μέσον τῷ ἐλάττονι οὐ δεῖ νομίζειν, ὅτι πάντως 〈δεῖ〉 κατ’ εὐθεῖαν πτῶσιν τοὺς ὅρους ἐκτίθεσθαι, οἷον ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία· πάντες γὰρ οἱ ὅροι ἐν τούτῳ κατ’ εὐθεῖαν πτῶσιν κεῖνται· ἀλλ’ ἐν μὲν ταῖς ἐκλογαῖς ἐκθετέον ἀεὶ κατ’ εὐθεῖαν πτῶσιν τοὺς ὅρους, τὰς δὲ συμπλοκὰς αὐτῶν, καθ’ ἣν ἂν ἐνδέχηται γίνεσθαι πτῶσιν, κατὰ ταύτην ποιητέον,2 ἐπειδὴ κατὰ πάσας τὰς πτώσεις αἱ κατηγορίαι τῶν ὅρων γίνονται. οὐ γὰρ πάντα τὰ κατηγορούμενα ὡς καθ’ ὑποκειμένου κατηγορεῖται· ἐπεὶ πάσας ἂν ἔδει τὰς προτάσεις τοὺς ὅρους ἔχειν κατ’ εὐθεῖαν πτῶσιν συντεταγμένους, οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν, ἡ γραμματικὴ ἐπιστήμη ἐστί, τὸ χρῶμα ποιότης ἐστίν.
因此我到处都说,必须提防同名异义(多义性)。此处大前提亦非全称;因为“凡有起点者皆已生成”并非真实。 [5] 并且不应当总是寻求用单一名词来列出项;因为在许多推论中,其项的部分或全部都是由短语表明的,并且它们是短语而非单一名词,在这些推论中,想要还原的人决不应当寻求完全通过名词来列出项,而是在摄取项时必须列出所给出的短语本身。因为正是由此缘故,由于找不到项的名词,引导[还原]往往变得困难而繁琐。例如,若有人通过中项“为了公共利益而轻视自身的安全”,推论勇敢者配受尊敬,他说:“勇敢者为了公共利益而轻视自身的安全;凡为了公共利益而轻视自身安全者皆配受尊敬;因此勇敢者配受尊敬。”因为想要把握此推论诸项的人,不应当为中项寻求一个名词;因为它是短语,只要保持该短语,向诸项的划分以及将该推论向第一格的还原就都是显然的。又如,若有人设定:关于作为有的有的科学是关于第一动因的科学,而关于第一动因的科学是第一哲学,并由此推导出:关于作为有的有的科学是第一哲学;因为这一推论者在项的摄取上亦全部摄取了短语而非名词,想要还原这一论证的人若不摄取这些短语,而是在其位置上寻求名词,他就找不到该推论向其本性格即第一格的还原。而由于找不到名词来指示中项,他便会认为谓项无中介地属于主项,且认为在该论题本身是无中介的情况下存在论证,这是不可能的;或者[会认为]这些虽可论证,但成立推论的中项却不能由名词表明。于是[这些人]预先假定并认为此类事情不可论证,进而指责那些想要通过短语构成的固有中项来证明它们的人。例如,若我们想要证明等腰三角形的三内角等于两直角。首先,你看到这谓项本身不是一个名词而是短语。而在寻求据以推导出该论题的中项时,在此处我们用名词列出它并无困难,如此陈述道:“等腰三角形是三角形;凡三角形的三内角皆等于两直角;因此等腰三角形的三内角等于两直角。”[但若我们想要确立大前提,即凡三角形的三内角皆等于两直角从何而来,]我便不再能够用单一名词列出推导结论所依据的中项,而必须用短语来解释它,例如“凡三角形的三内角皆等于两个邻角;而两个邻角等于两直角;因此凡三角形的三内角皆等于两直角”。因此,若有人认为,既然无法通过单一名词摄取中项,那么凡三角形的三内角等于两直角就是无中介的前提且不可论证,并责难那些试图如此证明它的人,他便是受了欺骗,将可论证者认作了不可论证者;因为这也同样是论证,只是中项是短语而非单一名词。因此决不可认为项必须通过名词来列出,而是有时亦必须通过短语来表明它们。正因如此,将此类推论归纳到各格之下是困难的。 此外,关于大项属于中项以及中项属于小项,不应认为项必须一律以主格列出,例如“人是动物,动物是实体,因此人是实体”;因为在这一推论中所有项都是以主格设置的;相反,在项的遴选中必须始终以主格列出诸项,而它们的结合则必须按照可能出现的任何格来进行,因为项的谓述是按照所有的格进行的。因为并非所有谓项都是像关于基体那样被谓述的;否则,所有前提就都必须将其诸项以主格组合在一起了,例如“人是动物”、“文法学是科学”、“颜色是性质”。
- 3.0προλαβόντας δὲ καὶ οἰηθέντας εἶναι τὰ τοιαῦτα ἀναπόδεικτα τοῖς βουλομένοις αὐτὰ διὰ τοῦ οἰκείου μέσου δεικνύειν ὄντος λόγου ἐπεγκαλεῖν.
宾格分词 προλαβόντας καὶ οἰηθέντας 与不定式 ἐπεγκαλεῖν 的句法关系。该句承接前文关于因找不到合适名词而产生误判之人的讨论,作为表结果或承接的“宾格加不定式”结构(省略了如 συμβαίνει 等主导词):“[人们]预先假定并认为此类事情不可论证,便指责那些想要……的人”。宾格分词作不定式 ἐπεγκαλεῖν 的逻辑主语。
- 3.0ἐν μὲν ταῖς ἐκλογαῖς ἐκθετέον ἀεὶ κατ’ εὐθεῖαν πτῶσιν τοὺς ὅρους, τὰς δὲ συμπλοκὰς αὐτῶν, καθ’ ἣν ἂν ἐνδέχηται γίνεσθαι πτῶσιν, κατὰ ταύτην ποιητέον
动形容词 ἐκθετέον 与 ποιητέον 的对比结构。ἐκλογαῖς 指脱离结合、单独列出项的操作,在此处必须一律使用主格(κατ’ εὐθεῖαν πτῶσιν);与之相对,诸项在前提中的实际结合(συμπλοκάς)则必须按照可能出现的任何语法格(καθ’ ἣν ἂν ἐνδέχηται ... πτῶσιν,包括各种斜格)来进行。
