← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§130.18-131.34

第三格模态疑难与混淆词项所致的误推

德米斯提厄斯论证道,第三格中从可能肯定前提看似得出必然否定结论的悖理,同样可以通过将端项从状态自身替换为依照状态的规定而得以消除。进而,他指出中项的多义性以及混淆状态与具有状态者,会导致包括巴门尼德和关于宇宙生成论证在内的各种误推。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#9

ἐνδεχομένων γὰρ οὐσῶν καθόλου καταφατικῶν ἐν αὐτῷ τῶν δύο προτάσεων τὸ συμπέρασμα οὔτε ἐπὶ μέρους καταφατικὸν ἐνδεχόμενον γίνεται, ὃ συνάγεται ἐκ τῆς τοιαύτης συζυγίας, οὔτε ἐπὶ μέρους ἐνδεχόμενον ἀποφατικόν, ἀλλ’ οὐδὲ καθόλου καταφατικὸν ἐνδεχόμενον οὔτε ἀποφατικὸν καθόλου, ἀλλ’ ἀναγκαῖον ἀποφατικὸν καθόλου. ἐν μὲν γὰρ τῷ πρώτῳ καὶ δευτέρῳ σχήματι κατὰ τὸ ἀναγκαῖον, ὥσπερ εἶπον· ἀναγκαίας γὰρ οὔσης τῆς μείζονος οὐ γίνεται τὸ συμπέρασμα1 τοιοῦτον. ἐν δὲ τῷ τρίτῳ ἔμπαλιν αἱ μὲν προτάσεις ἐνδεχόμεναι τὸ δὲ συμπέρασμα ἀναγκαῖον· οὕτω γὰρ κειμένων τῶν ἄκρων ἐξ ἀνάγκης οὐδενὶ ὁ ἕτερος τῷ ἑτέρῳ. εἰ δὲ τοῦτο, ἀσυλλόγιστος ἂν γίνοιτο ἡ τοιαύτη συζυγία, ἣν φθάσας ἔδειξα οὖσαν συλλογιστικήν. ὑγείαν γὰρ ἐνδέχεται παντὶ ἀνθρώπῳ, καὶ νόσον ἐνδέχεται παντὶ ἀνθρώπῳ· ὑγεία δὲ ἐξ ἀνάγκης οὐδεμιᾷ νόσῳ. αἴτιον δὲ τούτου πάλιν τὸ μὴ καλῶς εἰλῆφθαι τοὺς ὅρους τοὺς ἄκρους τοὺς κατηγορουμένους τοῦ ἀνθρώπου· οὐ γὰρ τὴν ὑγείαν χρὴ λαμβάνειν καὶ τὴν νόσον ἀλλὰ τὸ ὑγιαῖνον καὶ τὸ νοσοῦν. οὕτως γὰρ λαμβανομένων αὐτῶν ἀληθεῖς αἱ προτάσεις ἐνδεχόμεναι καταφατικαὶ καὶ καθόλου, ἐκείνως δ’ οὔ. ὁ γὰρ λέγων τὴν ὑγείαν ἐνδέχεσθαι παντὶ ἀνθρώπῳ ἴσον λέγει τῷ ‘πάντα ἄνθρωπον ἐνδέχεται ὑγιαίνειν’· τὴν ὑγείαν γὰρ ἀντὶ τοῦ ὑγιαίνειν λαμβάνει· οὕτως γὰρ ἀληθὴς ἑκατέρα τῶν προτάσεων, ἀλλ’ οὐχ ὅτι ἐνδέχεται τὸν ἄνθρωπον ἢ ὑγείαν ἢ νόσον εἶναι. ὥστε ἐν τῇ τῶν ὅρων ἐκθέσει τὸ ὑγιαίνειν χρὴ τιθέναι· ὁμοίως δὲ καὶ ἐπὶ τῆς νόσου. ληφθέντων δὲ ἀντὶ τῶν ἕξεων τῶν κατὰ τὰς ἕξεις ὁμοίως αἵ τε προτάσεις ἀληθεῖς καὶ τὸ ἐπ’ αὐταῖς συμπέρασμα. τό τε γὰρ ὑγιαίνειν ἐνδέχεται παντὶ ἀνθρώπῳ· ὁμοίως δὲ καὶ τὸ νοσεῖν· καὶ τὸ ὑγιαίνειν ἐνδέχεται παντὶ νοσοῦντι, ὅπερ ἐστὶ τῆς προκειμένης συζυγίας συμπέρασμα. ὁ δ’ αὐτὸς λόγος, κἂν ἄλλαι τινὲς ἕξεις ἐναντίαι ληφθῶσι. καὶ ἔοικέ γε φανερώτερον διαβεβλῆσθαι ἡ τοιαύτη τῶν ὅρων λῆψις ἐπὶ τοῦ τρίτου σχήματος ἢ ἐπὶ τῶν πρὸ αὐτοῦ. ἐπ’ ἐκείνων μὲν γὰρ διεβάλλετο, ἐπεὶ κειμένῳ τῷ ἐξ ἀναγκαίας τῆς μείζονος 〈καὶ〉 ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον ἐγίνετο τὸ συμπέρασμα, ὃ οὐκ ἦν συγχωρούμενον· ἐπὶ δὲ τοῦ τρίτου ὁμολογούμενον, ὃ ἀναιρεῖται τῷ ἐξ ἐνδεχομένων γίνεσθαι ἐνδεχόμενον τὸ συμπέρασμα. ἀξιῶ δὲ ἐν ταῖς τῶν τοιούτων συλλογισμῶν ἀναλύσεσι τοὺς ὅρους ἐκτιθεμένους μὴ τὰς ἕξεις αὐτὰς ἐκτίθεσθαι ἀλλὰ 〈τὰ〉 κατὰ τὰς ἕξεις. Σημειωτέον δέ, ὅτι γίγνεταί ποτε ἀπάτη καὶ παρὰ τὸ τὸν μέσον μὴ τὸν αὐτὸν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν ἢ τῇ λέξει μόνον, οἷον ἂν ληφθῇ τὸ χρῶμα κατὰ παντὸς λευκοῦ, τὸ λευκὸν κατὰ παντὸς κύκνου· οὐκέτι γὰρ τὸ χρῶμα κατὰ παντὸς κύκνου· οὐ γὰρ ὁ κύκνος χρῶμα. αἴτιον δέ, ὅτι τὸ λευκὸν οὐ ταὐτὸν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ἐλήφθη, ἀλλ’ ἐν μὲν τῇ πρώτῃ ἡ ποιότης (ὡς γὰρ λευκότης, ὅπερ ἐστὶν ἡ ἕξις αὐτή), ἐν δὲ τῇ δευτέρᾳ τὸ τὴν ποιότητα ἔχον ὡσανεὶ τὸ κατὰ τὴν ἕξιν· οὐ γὰρ τὸ λευκὸν τὸ ὡς λευκότης ἀληθὴς κατὰ τοῦ κύκνου (ἦν γὰρ ἂν πᾶς κύκνος λευκότης), ἀλλ’ ὡς τὸ λευκότητα ἔχον. ἢ καὶ τοῦτο τὸ εἶδος ὑπάγεται τῷ τὴν μείζονα ἀδιόριστον, μὴ καθόλου λαμβάνεσθαι· οὐ γὰρ ἀληθὴς ἡ λέγουσα τὸ χρῶμα κατὰ παντὸς λευκοῦ· ψεῦδος γὰρ τὸ πᾶν λευκὸν χρῶμα. οὕτω παραλογίζεται καὶ Παρμενίδης ἑαυτὸν λέγων “τὸ παρὰ τὸ ὂν οὐκ ἔστιν ὄν, τὸ μὴ ὂν οὐδέν ἐστι”. τὸ μὲν γὰρ πρῶτον οὕτως ἀληθὲς ἐλάμβανεν, ὅτι ἀντὶ τῆς οὐσίας τῷ ὄντι ἐχρήσατο· τὸ γὰρ παρὰ τὴν οὐσίαν οὐκ ἔστιν οὐσία· διὰ γὰρ τοῦ οὕτως λαμβάνειν τὸ ὂν πειρᾶται ἐπιφέρειν τὸ “ἓν ἄρα τὸ ὄν”. τὸ δὲ δεύτερον οὐκ ἐπὶ τῆς 〈οὐσίας〉 φυλάσσει τὸ ὄν· οὐ γὰρ ἀληθὲς τὸ παρὰ τὴν οὐσίαν εἶναι μηδέν· ἀλλ’ ὡς λαβὼν τὸ πρῶτον τὸ παρὰ πᾶν τὸ ὂν πᾶν οὐκ ὂν εἶναι οὕτως τὸ δεύτερον προστίθησι τὸ οὐκ ὂν οὐδέν.2 οἷς οὕτως εἰλημμένοις ἕπεται τὸ συμπέρασμα τὸ παρὰ πᾶν τὸ ὂν μηδὲν εἶναι, δι’ οὗ συμπεράσματος ὁμολογεῖται πολλὰ εἶναι τὰ ὄντα· τὸ γὰρ ‘πᾶν’ τοῦ ‘πολλά’ δηλωτικόν. τοιοῦτός ἐστιν ὁ λέγων ‘τὸ πεπερασμένον ἀρχὴν ἔχει, τὸ ἀρχὴν ἔχον ἐγένετο, τὸ πεπερασμένον ἄρα γέγονεν, ὥστε, εἰ καὶ ὁ κόσμος πεπερασμένος, γέγονε· τὸ γὰρ ἀρχὴν ἔχειν ὅπου μὲν εἴληπται τὴν κατὰ μέγεθος (οὕτως γὰρ ἐπὶ τοῦ πεπερασμένου καὶ τοῦ κόσμου), ἐν δὲ τῷ γεγονότι τὴν κατὰ χρόνον· τὸ γὰρ τὴν κατὰ χρόνον ἀρχὴν ἔχον γέγονεν, οὐ τὸ τὴν κατὰ τὸ μέγεθος.

因为在该[第三]格中,当两个前提皆为全称肯定可能命题时,结论既不成为特称肯定可能命题——这是从这种结合中推导出来的——也不成为特称否定可能命题,甚至根本不成为全称肯定可能命题或全称否定命题,而是成为必然的全称否定命题。因为正如我所说,在第一格和第二格中是关于必然命题[产生悖理];因为当大前提为必然命题时,结论并不成为那样的命题。但在第三格中则恰恰相反,前提是可能的,而结论却是必然的;因为诸端项一旦如此安放,必然地一方不属于任何另一方。如果这样,我先前证明为具有推论性的这种结合就将变得毫无推论性了。因为健康对于每个人皆有可能,疾病对于每个人亦皆有可能;但健康必然不属于任何疾病。而造成这种情况的原因,再次在于作为人的谓项的端项未被恰当地选取;因为不应当选取健康与疾病,而应当选取健康者与患病者。因为当它们如此被选取时,前提是真实的可能肯定全称命题,但按那样选取则并非如此。因为说健康属于每个人是可能的人,所说的等同于“每个人皆可能健康”;因为他是用“健康”来代替“是健康的”;因为各个前提在这一意义上为真,而不是因为人可能是健康或疾病。因此在项的列出中必须安放“是健康的”,在疾病上亦同样如此。而当依照状态的规定被选取来代替状态自身时,前提以及基于前提的结论同样皆为真。因为“是健康的”属于每个人是可能的,“是患病的”亦同样如此;并且“是健康的”属于每个患病者是可能的,这正是目前结合的结论。即使选取了其他某些相反的状态,道理亦是相同的。并且这种项的选取在第三格中似乎比在其之前的诸格中遭受了更为明显的反驳。因为在之前的那些格中,它遭到反驳是因为当设定大前提为必然命题且小前提为实然命题时,得出了不被承认的必然结论;但在第三格中,由于结论本应从可能命题中得出可能结论这一公认之点遭到了取消[从而受到反驳]。因此,在对此类推论的还原中,我要求列出项的人不要列出状态自身,而要列出依照状态的规定。 还应当注意的是,有时谬误亦产生于中项在两个前提中未被作为同一者摄取,或者仅仅在措辞上相同;例如,如果摄取颜色属于所有白,白属于所有天鹅;颜色便不再属于所有天鹅;因为天鹅不是颜色。其原因在于,白在两个前提中并未作为同一者被摄取,而是在第一个前提中作为性质(即作为白度,这正是状态自身),在第二个前提中则作为具有该性质者,如同依照状态的规定;因为作为白度的白作为天鹅的谓项并不为真(否则每只天鹅都将是白度了),而作为具有白度者[则为真]。或者这一类型亦归属于大前提被不定地、而非全称地摄取;因为断言颜色属于所有白的前提并不为真;因为“凡白皆是颜色”是虚假的。巴门尼德亦是如此使自己陷入误推的,他说:“在有之外的不是有,非有是无。”因为他摄取第一个命题为真,乃是因为他用“有”代替了实体;因为在实体之外的不是实体;正是通过如此摄取“有”,他试图得出“因此有是一”。但在第二个命题中,他并未在[实体]上保持“有”;因为在实体之外的是无并不为真;相反,由于他把第一个命题摄取为“在所有有之外的皆是非有”,他便如此添加了“非有是无”这一第二个命题。对于如此摄取的前提,随之而来的结论是“在所有有之外的是无”,通过这一结论,诸存在者是多数便被承认了;因为“所有”是表明“多数”的。同样,断言“凡有限者皆有起点;凡有起点者皆已生成;因此凡有限者皆已生成;所以如果宇宙亦是有限的,它便已生成”的人亦属此类。因为“具有起点”在一处被摄取为关于大小的起点(在有限者和宇宙上正是如此),而在已生成者中则被摄取为关于时间的起点;因为在时间上具有起点者才已生成,而不是在大小上具有起点者已生成。

语法注2 条
  1. 3.0ἐπὶ δὲ τοῦ τρίτου ὁμολογούμενον, ὃ ἀναιρεῖται τῷ ἐξ ἐνδεχομένων γίνεσθαι ἐνδεχόμενον τὸ συμπέρασμα

    ὁμολογούμενον 承接前一分句的对比结构(ἐπ’ ἐκείνων μὲν γὰρ διεβάλλετο, ἐπεὶ ... ὃ οὐκ ἦν συγχωρούμενον):前两格是由于得出了未被同意的必然结论而遭到反驳,而在第三格中则是由于公认之点(即从可能命题应当得出可能结论这一规则)遭到破坏而受到反驳。τῷ 引导的冠词不定词短语在此作表示原因的与格。

  2. 3.0ἀλλ’ ὡς λαβὼν τὸ πρῶτον τὸ παρὰ πᾶν τὸ ὂν πᾶν οὐκ ὂν εἶναι οὕτως τὸ δεύτερον προστίθησι τὸ οὐκ ὂν οὐδέν

    ὡς λαβών 是表示主语(巴门尼德)的主观预设或意图的分词短语,支配带不定词的宾格从句(τὸ παρὰ πᾶν τὸ ὂν πᾶν οὐκ ὂν εἶναι)。主句动词 προστίθησι 与副词 οὕτως 呼应,并以命题短语 τὸ οὐκ ὂν οὐδέν(“非有是无”)作为其直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:130.18-131.34