- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:128.38-130.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯通过用依照状态的规定(健康、患病)替换作为状态本身(健康、疾病)的项,解决了在第一格和第二格中从必然大前提与实然小前提看似导出必然结论的谬误,进而转入对第三格中出现的相反困难的探讨。
ὃ οὖν τοῦ ἀνθρώπου κατηγορεῖται, τοῦτο δεῖ μέσον ὅρον τιθέναι· ἔστι δὲ τὸ νοσεῖν· οὕτως γὰρ ἀληθὲς τὸ νόσον ὑπάρχειν παντὶ ἀνθρώπῳ, ὅτι νοσεῖν οἷόν τε αὐτόν, οὐχ ὅτι 〈νόσον〉 εἶναι. οὐ γὰρ ὁμοίως τοῦ ἀνθρώπου τὸ ζῷον καὶ ἡ νόσος κατηγορεῖται· τὸ μὲν γὰρ τὸν ἄνθρωπον ζῷον εἶναι ἀληθές, τὸ δὲ νόσον εἶναι οὐκ ἀληθές, ὅτι μὴ ἐν τῷ τί ἐστιν αὐτοῦ τῶν τοιούτων τι κατηγορεῖται. οὐδεμία δὲ νόσος ὑγεία ἐξ ἀνάγκης, καθ’ ὅσον οὐχ οἷόν τε τὴν νόσον ὑγείαν εἶναι. καὶ ἄλλως τὸ ἀληθὲς ἐπὶ τῆς πρώτης προτάσεως, ἄλλως δὲ ἐπὶ τῆς δευτέρας· ἐπὶ μὲν γὰρ τῆς πρώτης τῷ τὴν νόσον εἰλῆφθαι, ἐπὶ δὲ τῆς δευτέρας τῷ τὸ νοσοῦν. τοῦ δὴ νοσοῦντος εἰ μὲν τὸ ὑγιαῖνον κατηγοροῖτο, ἐνδεχομένη ἀποφατικὴ ἔσται ἀλλ’ οὐκ ἀναγκαία, καὶ τὸ συμπέρασμα τοιοῦτον (τὸ γὰρ ὑγιαίνειν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ), εἰ δὲ ἡ ὑγίεια, ἔσται καὶ τὸ συμπέρασμα ἀναγκαῖον ἀποφατικόν· ἐξ ἀνάγκης γὰρ οὐδεὶς ἄνθρωπος ὑγεία ἐστίν. οὐ μὴν ἀληθὴς ἔτι ἡ τὴν νόσον παντὸς ἀνθρώπου κατηγοροῦσα οὕτως ὥστε λέγειν τὸν ἄνθρωπον νόσον εἶναι. εἰ δὲ τὸ ὑπάρχειν προσθείη τις, οὐ τὸν αὐτὸν λήψεται μέσον. μεταληφθέντων δὲ τῶν ὅρων ἀπὸ τῶν ἕξεων εἰς τὰ κατὰ τὰς ἕξεις οὐκ ἔσεσθαί φημι συλλογισμὸν τοῦτον, ὃν ἔλεγον ἐξ ἀναγκαίας ἀποφατικῆς τῆς μείζονος καθόλου καὶ καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι· οὐκέτι γὰρ γίνεται ἡ καθόλου ἀποφατικὴ ἀναγκαία ἀλλ’ ἐνδεχομένη. διὸ τοῦ μὲν ἀναγκαίου συλλογισμὸς οὐκ ἔσται, τοῦ δ’ ἐνδεχομένου ἔσται· γίνεται γὰρ ἐνδεχομένη μὲν ἀποφατικὴ ἡ μείζων καθόλου ἡ ‘τὸ ὑγιαίνειν οὐδενὶ νοσοῦντι’, ὑπάρχουσα δὲ ἡ ἐλάττων καθόλου καταφατικὴ ἢ ἐνδεχομένη καὶ [ἡ] αὐτὴ ἡ ‘τὸ νοσεῖν παντὶ ἀνθρώπῳ’. ὅπως δ’ ἂν ἔχῃ, συλλογιστικὴ μὲν ἡ συζυγία ἐν πρώτῳ σχήματι, οὐ μὴν ἐξ ἀνάγκης ἀλλὰ τοῦ ἐνδέχεσθαι τὸ συμπέρασμα· ἐνδέχεται γὰρ μηδενὶ ἀνθρώπῳ ὑπάρχειν ὑγείαν, τουτέστιν ἐνδέχεται μηδένα ἄνθρωπον ὑγιαίνειν· τὸ γὰρ ὑπάρχειν ὑγείαν ἢ νόσον τὸ ὑγιαίνειν ἢ νοσεῖν σημαίνει. Πάλιν καὶ ἐπὶ τοῦ δευτέρου σχήματος παρὰ τὴν τῶν ὅρων ὁμοίαν ἔκθεσιν τὸ δοκοῦν συμπέρασμα ψευδὲς γίνεται ἐπὶ ταῖς προτάσεσιν [ἀληθὲς] λαμβανομέναις ἀληθέσιν. ἂν γὰρ λάβωμεν ὑγείαν νόσῳ μὲν μηδεμιᾷ ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ παντὶ ὑπάρχειν, συνάγεσθαι μὲν δόξει τὸ νόσον ἐξ ἀνάγκης μηδενὶ ἀνθρώπῳ· ψευδὲς δὲ τοῦτο, ἐπειδὴ ἐπιδεκτικὸς ὁ ἄνθρωπος νόσου ὥσπερ οὖν καὶ ὑγείας. ἀλλ’ οὐχ ὁμοίως ἀληθὴς ἥ τε λέγουσα ‘ὑγεία μηδεμιᾷ νόσῳ’ καὶ ἡ λέγουσα ὑγείαν παντὶ ἀνθρώπῳ· ἡ μὲν γὰρ ‘ὑγεία οὐδεμιᾷ νόσῳ’ οὕτως ἀληθὴς ὡς λέγουσα ‘οὐδεμία νόσος ὑγεία ἐστί’ (τοῦτο γὰρ σημαίνει), ἡ δὲ ‘ὑγεία παντὶ ἀνθρώπῳ’ οὐκέτι ὡς λέγουσα ‘πᾶς ἄνθρωπος ὑγεία ἐστίν’ ἀλλ’ ὡς λέγουσα ‘πᾶς ἄνθρωπος ὑγιαίνει’. ἂν οὖν μεταλαμβάνωμεν ἀντὶ τῆς ὑγείας καὶ τῆς νόσου τὸ ὑγιαῖνον καὶ τὸ νοσοῦν, οὐκ ἔσται ἀναγκαία καθόλου ἀποφατικὴ ἀληθὴς ἡ λέγουσα τὸ ὑγιαίνειν οὐδενὶ ἐξ ἀνάγκης νοσοῦντι. ἔνεστι δὲ καὶ ἐπὶ ταύτης τῆς συζυγίας τὰ αὐτὰ εἰπεῖν, ὅτι οὐδὲ ἡ πρότασις ἀληθὴς ἁπλῶς ἡ λέγουσα ‘ὑγεία κατὰ παντὸς ἀνθρώπου,’ ὅτι μηδὲ ἀληθὲς εἶναι δύναται τὸ ‘πᾶς ἄνθρωπος ὑγεία ἐστίν’. ὥστε διὰ τοῦτο οὐ καλῶς οἱ ὅροι εἰσὶ κείμενοι, ἀλλὰ χρὴ μεταλαμβάνειν τὰς ἕξεις εἰς τὰ κατὰ τὰς ἕξεις. ὁ γὰρ λέγων παντὶ ἀνθρώπῳ ὑγείαν ὑπάρχειν ἴσον λέγει τῷ ‘πᾶς ἄνθρωπος ὑγιαίνει’. ὅρον οὖν τὸ ὑγιαίνειν θετέον, οὐ τὴν ὑγείαν. εἰ δέ τις ἐκείνην παραδέξαιτο ὡς ἀληθῆ, ἔσται καὶ τὸ συμπέρασμα ἀληθὲς τὸ νόσον μηδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἀναγκαῖον ἀλλ’ ὑπάρχον, ὅτι ἐστὶν ἀντιλεγόμενον ἡμῖν ἐπὶ τῆς προκειμένης μίξεως ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα.1 Δειχθέντος δ’ ἡμῖν ἐπὶ τοῦ πρώτου καὶ τοῦ δευτέρου σχήματος ἀναγκαίας τῆς μείζονος λαμβανομένης ὑπαρχούσης δὲ τῆς ἐλάττονος μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα παρὰ τὸ μὴ γίνεσθαι τὴν ἔκθεσιν τῶν ὅρων οἰκείως, διὰ τοῦ τρίτου σχήματος οὐκέτι κατὰ τὸ ἐξ ἀνάγκης μέν τινα λαμβάνεσθαι τῶν προτάσεων ὁμολογούμενον δὲ τῇ τοιαύτῃ προτάσει γενέσθαι τὸ συμπέρασμα τὸ ἄτοπον γενέσθαι φαμέν, ἀλλ’ ὅτι2 ἐνδεχομένων ἀμφοτέρων λαμβανομένων τῶν προτάσεων οὐκ ἀκολουθεῖ τὸ συμπέρασμα. ἔμπαλιν γὰρ ἐπὶ τούτου τοῦ σχήματος τὸ συμβαῖνον· ἀναγκαῖον γὰρ ἀποφατικὸν συναγόμενον εὑρίσκεται τὸ συμπέρασμα ἐξ ἐνδεχομένων καταφατικῶν, εἰ οὕτως οἱ ὅροι λαμβάνοιντο.
因此,凡作为人的谓项者,必须将其置为中项;而这就是“患病”。因为“疾病属于每个人”之所以为真,乃是在于人可能患病,而不是在于人是[疾病本身]。因为“动物”与“疾病”并非以相同方式作为人的谓项;因为人是动物固然为真,但人是疾病则不为真,这是由于在人的“是什么”之中并不包含此类事物的述说。另一方面,任何疾病必然都不是健康,其程度在于疾病不可能成为健康。而在第一个前提中的真实是一回事,在第二个前提中的真实则是另一回事;因为在第一个前提中是由于摄取了“疾病”,在第二个前提中则是由于摄取了“患病者”。因此,若对“患病者”述说“健康者”,它将是可能否定命题而非必然否定命题,其结论亦将如此(因为健康可能不属于任何人);但若述说的是“健康”[本身状态],则结论亦将是必然否定命题;因为必然地,没有任何人是健康。然而,将疾病述说于每个人以至于说人是疾病的前提,则不再为真。而如果有人添上“属于”,他所摄取的中项便不再是同一个了。但我断言,当诸项从状态转变为依照状态的规定时,他们所说的由必然全称否定大前提与实然肯定小前提在第一格中构成的这一推论将不复存在;因为全称否定命题不再成为必然的,而是成为可能的。因此不会有必然结论的推论,却会有可能结论的推论;因为作为全称否定的大前提“健康属于任何患病者皆不成立”成为可能的,而全称肯定的小前提“患病属于每个人”是实然的,或者其自身亦是可能的。无论情况如何,该结合在第一格中确实构成推论,但结论绝非出于必然,而是出于可能;因为健康属于任何人皆有可能不成立,换言之,任何人皆有可能不健康;因为健康或疾病属于,乃是意味着健康或患病[的活动状态]。 再次,在第二格中,亦同样由于项的类似列出,在被承认为真的前提下,看似得出的结论却变为虚假。因为如果我们摄取健康必然不属于任何疾病,但属于每个人,看似将推导出疾病必然不属于任何人;但这却是虚假的,既然人如同能够接纳健康一样能够接纳疾病。然而,断言“健康不属于任何疾病”与断言健康属于每个人,并非以同样的方式为真;因为“健康不属于任何疾病”作为断言“任何疾病皆不是健康”而为真(因为它意味着此点),而“健康属于每个人”则不再是作为断言“每个人皆是健康”而为真,而是作为断言“每个人皆健康”而为真。因此,如果我们用“健康者”与“患病者”来替换健康与疾病,则断言健康必然不属于任何患病者的前提,将不再是真实的必然全称否定命题。而且对于这一结合亦能说同样的话,即断言“健康作为每个人的谓项”的前提亦非绝对为真,因为“每个人皆是健康”根本不可能为真。所以正因如此,诸项并未被适当地安放,而是必须将状态替换为依照状态的规定。因为说健康属于每个人的人,所说的等同于“每个人皆健康”。因此必须将“健康”[的活动状态]置为项,而非“健康”[本身]。但如果有人将那前提作为真实的而加以接纳,则“疾病不属于任何人”这一结论亦将为真,然而并非作为必然的,而是作为实然的为真,因为在目前的混合中结论成为必然的,正是被我们所反对的[争议焦点所在]。 在我们于第一格和第二格中表明了当大前提被摄取为必然的而小前提为实然的时,由于项的列出未被恰当地进行,结论并不成为必然的之后,我们断言,在第三格中所产生的悖理,不再是由于前提中某一个被摄取为必然的而结论与该前提相一致地产生,乃是由于当两个前提皆被摄取为可能的时结论并不随之而来。因为在这一格中所发生的恰恰相反;因为如果诸项如此被摄取,便会发现从可能肯定前提中推导出了必然否定结论。
- 3.0ὅτι ἐστὶν ἀντιλεγόμενον ἡμῖν ἐπὶ τῆς προκειμένης μίξεως ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα
ὅτι 引导的从句的主语是不定式短语 ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα,中性分词 ἀντιλεγόμενον 用作谓语(“被争议”、“被反驳”)。与格 ἡμῖν 既可理解为被动分词的行为主体与格(“被我们反驳”),亦可理解为关系与格(“对我们而言是争议焦点”)。
- 3.0Δειχθέντος δ’ ἡμῖν ἐπὶ τοῦ πρώτου καὶ τοῦ δευτέρου σχήματος … οὐκέτι κατὰ τὸ ἐξ ἀνάγκης μέν τινα λαμβάνεσθαι … φαμέν, ἀλλ’ ὅτι
句首为属格独立结构 Δειχθέντος δ’ ἡμῖν … μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα(被动态分词 δειχθέντος 统辖带分词的宾格结构),作为前置条件。主句由 φαμέν 驱动,并通过 οὐκέτι κατὰ τὸ … 与 ἀλλ’ ὅτι … 形成理由上的对照(“不再根据……而是因为……”)。
