- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:127.19-128.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯先通过具体范例(如善、适宜、快乐,以及性质与物体)论述了将不定前提混同于全称前提所导致的谬误,随后讨论在列出诸项时因混淆状态本身(健康、疾病)与依状态而定的规定(健康、患病)所引发的欺瞒,阐明了正确确立诸项的必要性。
ἐνδεχόμενον δὲ λαμβανέσθω τοῦτο ὡς καὶ τὸν διανοητὸν Ἀριστομένην ἀεὶ εἶναι ἢ ὡς Μικκάλου μουσικοῦ φθειρομένου αὔριον τῷ ἀποβάλλειν τὴν μουσικήν.1 τούτων γὰρ ὄντων ἀληθῶν ψεῦδός ἐστιν ἐπὶ τούτοις τὸ λέγειν συλλογιστικῶς τὸ Α τοῦ Β κατηγορεῖσθαι· καὶ γὰρ εἰ ἄλλως ἀληθές, ἀλλ’ ὡς ἐν συλλογισμῷ ψεῦδος. ταῦτα δὲ λέγων οὐ περὶ τοῦ συμπεράσματος ἀκριβολογούμενος λέγω νῦν, ἀλλὰ μόνον ἐνδείκνυμαι τὴν τῆς ἀδιορίστου καὶ τῆς καθόλου προτάσεως διαφορὰν διὰ τὸ λαβεῖν τῆς λεγούσης μουσικὸν αὔριον Μίκκαλον φθείρεσθαι ἀληθοῦς οὔσης μὴ πάντως ἀληθῆ γίνεσθαι τὴν λέγουσαν πάντα μουσικὸν Μίκκαλον αὔριον φθείρεσθαι·2 τὸ γὰρ ‘καθόλου Μίκκαλος μουσικὸς’ τὴν ‘πᾶς Μίκκαλος μουσικός’ σημαίνει. ἔστι δὲ τὸ λεγόμενον δεῖξαι καὶ διὰ φανερωτέρων παραδειγμάτων. ἔστω μείζων μὲν ὅρος ἀγαθόν, μέσος δὲ οἰκεῖον, ἐλάττων δὲ ἡδονή· τὸ δὴ ἀγαθὸν κατὰ τοῦ οἰκείου κατηγορείσθω· ἀλλὰ καὶ τὸ οἰκεῖον κατὰ τῆς ἡδονῆς. ἀληθῶν δὴ τῶν προτάσεων οὐσῶν οὐ πάντως τὸ ἀγαθὸν κατὰ τῆς ἡδονῆς, ὅτι μὴ ἐλήφθη τὸ ἀγαθὸν κατὰ παντὸς τοῦ οἰκείου, ἀλλ’ ἀδιορίστως. ἀλλὰ κἂν λάβῃ τις, ὅτι ἡ ποιότης ποιεῖ, τὸ ποιοῦν σῶμα, οὐ συλλογιεῖται ‘ἡ ποιότης ἄρα σῶμα’. οὐ γὰρ ἔλαβε ‘πᾶν τὸ ποιοῦν σῶμα’· ψεῦδος γάρ· ἀδιορίστως γὰρ ληφθὲν ἀληθὲς μέν, ἀσυλλόγιστον δέ. ὁμοίως δέ, 〈κἂν〉 μὲν τὸν ἄνθρωπον λάβῃ ζῷον εἶναι τὸ δὲ ζῷον γένος· οὐδὲ γὰρ καὶ ὁ ἄνθρωπος γένος. γίνεται δὲ ἐν τοῖς τοιούτοις ἡ ἀπάτη διὰ τὸ τῷ καθόλου ἐφαρμόζειν τὸ ἀδιόριστον· ὡς γὰρ τοῦ ἀδιορίστου ἴσον τῷ καθόλου δυναμένου συγχωροῦσι καὶ δέχονται. πλεῖστον δὲ διαφέρει· τὸ μὲν γὰρ καθόλου καὶ ἀδιορίστως εἰπεῖν ἀληθές, τὸ δὲ ἀδιορίστως ἀληθὲς οὐκέτι καὶ καθόλου ἐξ ἀνάγκης. ταύτην μὲν οὖν καὶ τὴν τοιαύτην ἀπάτην γίνεσθαί φημι διὰ τὸ παρὰ μικρόν· ὡς γὰρ οὐδὲν διαφέρον καθόλου εἰπεῖν πρότασιν ἢ ἀδιόριστον συγχωρήσαντες τὴν ἀδιόριστον ὡς καθόλου ἀπατῶνται. [δʹ] αἰτία δ’ ἀπάτης πάλιν γίνεται καὶ ἡ τῶν ὅρων ἔκθεσις· εἰ γὰρ λόγον ἀναλύοντες τὸν ‘τὸ ὑγιαίνειν οὐδενὶ νοσοῦντι ὑπάρχει’ λέγοντα, ‘τὸ νοσεῖν παντὶ ἀνθρώπῳ’ ἐκτιθέμενοι τοὺς ὅρους μὴ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν λαμβάνοιμεν ἀλλὰ νόσον καὶ ὑγίειαν, ἔσται τοῦτο ἡμῖν ἀπάτης αἴτιον. οὐ γὰρ δεόντως τοῦτο γεγένηται· ὅταν γὰρ ἀντὶ τῶν κατὰ τὰς ἕξεις αὐτὰς τὰς ἕξεις ἐν τοῖς ὅροις λάβωμεν ὡς μηδὲν διαφέρον οὕτως ἢ ἐκείνως λαβεῖν, ἀσυλλογίστους παρὰ τοῦτο ποιήσομεν τοὺς λόγους.3 ἐπεὶ γὰρ οὐκ ἔστιν ἀληθὲς οὐδὲ δυνατὸν ‘ἄνθρωπος ὑγεία ἐστίν’ ἢ ‘ἄνθρωπος νόσος ἐστί’, δύναται μέντοι ἀληθὲς εἶναι τὸ ‘ἄνθρωπος νοσεῖ’ ἢ τὸ ὑπάρχειν νόσον ἢ τὸ νοσεῖν ἀνθρώπῳ ἢ πάλιν τὸ ‘ἄνθρωπος ὑγιαίνει’ ἢ ‘ὑπάρχει αὐτῷ ὑγεία ἢ τὸ ὑγιαίνειν’ (ἡ μὲν γὰρ ὑγεία καὶ ἡ νόσος αἱ ἕξεις ἦσαν, τὸ δὲ ‘ὑγιαίνει’ καὶ τὸ ‘νοσεῖ’ διαθέσεις κατὰ τὰς ἕξεις), ὅταν οὖν τοὺς ὅρους τούτους ἐκτιθώμεθα ὡς κατηγορήσοντες τοῦ ἀνθρώπου, οὐ τὰς ἕξεις αὐτὰς χρὴ λαμβάνειν ἀλλὰ τὰς κατὰ τὰς ἕξεις διαθέσεις· ἢ γὰρ ψευδῆ πρότασιν ληψόμεθα, ἢ ἀσυλλόγιστος ὁ λόγος ἔσται. εἰ γὰρ λάβωμεν μείζονα ὑγίειαν, μέσον δὲ νόσον, ἐλάττονα δὲ ἄνθρωπον, ἐπεὶ ἡ ὑγίεια ἐξ ἀνάγκης οὐδεμιᾷ νόσῳ, ὅπερ ἐστὶν ἀληθές (ἐξ ἀνάγκης γὰρ οὐδεμία νόσος 〈ὑγεία ἐστίν〉), τὴν δὲ νόσον τῷ ἀνθρώπῳ ὑπάρχειν παντὶ θῶμεν, οἷον νόσος παντὶ ἀνθρώπῳ (οὐ γὰρ ἀδύνατον δόξει, ἐπειδὴ πᾶς ἄνθρωπος δοκεῖ δεκτικὸς εἶναι νόσου), δεήσει μὲν συνάγεσθαι τὸ ἐξ ἀνάγκης τὴν ὑγείαν μηδενὶ ἀνθρώπῳ, ἐπειδὴ εἴληπται ἐν τῷ πρώτῳ σχήματι ἀναγκαία μὲν ἡ μείζων ὑπάρχουσα δὲ ἡ ἐλάττων, ἐδόκει δὲ ἡμῖν ἐν ταῖς τοιαύταις μίξεσιν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ὅπερ ψεῦδός ἐστιν ἐπὶ τοῦ προκειμένου·4 τὸ γὰρ ὑγείαν ἐξ ἀνάγκης μηδενὶ ἀνθρώπῳ ὑπάρχειν ψεῦδος. τοῦτο δὲ τὸ ἄτοπον ἠκολουθηκέναι φημὶ παρὰ τὸ τοὺς ὅρους μὴ καλῶς ληφθῆναι· οὐ γὰρ τὰς ἕξεις ἐν τοῖς ὅροις δεῖ τιθέναι, τῷ τε μείζονι καὶ τῷ μέσῳ, τὴν ὑγείαν καὶ τὴν νόσον, ἀλλὰ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, ἅ ἐστι κατὰ τὰς ἕξεις· οὕτως γὰρ ληφθέντων οὐκέτι γίνεται ἀληθὲς τὸ ὑγιαίνειν ἐξ ἀνάγκης μηδενὶ νοσοῦντι. οὕτως δὲ δεῖ λαμβάνειν, ὅτι τὸ μὲν πάντα ἄνθρωπον νοσεῖν δύναται ὡς ὑπάρχον ἀληθὲς ληφθῆναι καθ’ ὑπόθεσιν, τὸ δὲ πάντα ἄνθρωπον νόσον εἶναι ἀδύνατον.
然而,设此事作为可能之事被摄取,犹如被思惟的阿里斯托墨涅斯常在,或者如通晓音乐的米卡洛斯因丧失音乐能力而于明日消亡一样。因为即便这些为真,在这些前提下推论性地断言Α作为Β的谓项却是虚假的;因为即使在其他意义上为真,但作为在推论之中则是虚假的。我说这些话,并非现在对结论吹毛求疵而言,而仅仅是通过指出:尽管断言通晓音乐的米卡洛斯明日消亡的前提为真,断言每一个通晓音乐的米卡洛斯皆明日消亡的前提却绝不必然为真,从而表明不定前提与全称前提的差别;因为“全称地米卡洛斯通晓音乐”意味着“每一个米卡洛斯皆通晓音乐”。亦可以通过更为显明的事例来说明所言之事。设大项为“善”,中项为“适宜的”,小项为“快乐”;那么,设“善”作为“适宜的”的谓项,但“适宜的”亦作为“快乐”的谓项。在诸前提为真的情况下,“善”却绝非必然作为“快乐”的谓项,这是因为“善”并未作为全部“适宜的”的谓项被摄取,而是不定地被摄取。再者,纵使有人假定性质起作用,起作用者为物体,他亦无法推论出“因此性质是物体”。因为他并未摄取“一切起作用者皆是物体”;因为这是虚假的;不定地被摄取时固然为真,却是不成推论的。同样,纵使有人假定人是动物,而动物是属;因为人亦绝非是属。在诸如此类的事情中产生欺瞒,乃是由于将不定者套用于全称者;因为人们把不定者当作具有与全称者同等的力量而加以赞同和接纳。然而二者相差甚巨;因为把全称之事不定地表述亦是真实的,而不定地为真之事却不再必然全称地为真。因此我断言,这一欺瞒以及诸如此类的欺瞒乃是因微小的差异而产生的;因为人们赞同不定前提,以为全称地陈述前提与不定地陈述前提毫无差异,于是将其当作全称前提而受到了欺骗。 第四,项的列出亦再次成为受骗的原因;因为在分析断言“健康属于任何患病者皆不成立”和“患病属于每个人”的论辩时,我们在列出诸项之际如果摄取的不是“健康”和“患病”[的活动状态],而是“疾病”与“健康”[本身的状态],这就会成为我们受骗的原因。因为此事并未适当地进行;因为每当我们用状态本身代替依照状态的规定而列入项中,以为如此摄取或那样摄取毫无差异时,我们便正因此而使论辩不成推论。因为“人是健康”或“人是疾病”既非真实亦不可能,然而“人患病”或疾病属于人、患病属于人,抑或“人健康”或“健康或健康〔这一性状〕属于他”,却可以为真(因为健康与疾病乃是状态,而“健康”与“患病”乃是依照状态的性状),所以当我们列出这些项以便作为人的谓项时,不应当摄取状态本身,而应当摄取依照状态的性状;否则我们要么摄取虚假前提,要么论辩将不成推论。因为如果我们取大项为“健康”,中项为“疾病”,小项为“人”,既然健康必然属于任何疾病皆不成立,这乃是真实的(因为必然地,没有任何疾病是健康),而我们若设定疾病属于每个人,例如疾病属于每个人(因为这不会显得不可能,既然每个人似乎都能够接纳疾病),那么就必须推导出健康必然属于任何人都不可成立,因为在第一格中大前提被摄取为必然的而小前提被摄取为实然的,而在我们看来,在这样的混合中结论成为必然的,而这在目前的事例中却是虚假的;因为健康必然属于任何人都不可成立乃是虚假的。而我断言,这一悖理的出现乃是由于诸项未被恰当摄取;因为不应当将大项和中项中的状态——即健康与疾病——置于诸项中,而应当置于诸项中的是依照状态的规定,即“健康”与“患病”;因为若如此摄取,则“健康必然属于任何患病者皆不成立”便不再为真。而且必须这样摄取,因为每一个人都患病能够作为实然且依假定为真而被摄取,而每一个人皆是疾病则是不可能的。
- 3.0ἐνδεχόμενον δὲ λαμβανέσθω τοῦτο ὡς καὶ τὸν διανοητὸν Ἀριστομένην ἀεὶ εἶναι ἢ ὡς Μικκάλου μουσικοῦ φθειρομένου αὔριον τῷ ἀποβάλλειν τὴν μουσικήν.
句子的核心骨架为第三人称命令式动词 λαμβανέσθω,主语为 τοῦτο,带补足性形容词 ἐνδεχόμενον(“设此事作为可能之事被摄取”),随后接两个由 ὡς 引导的并列比较从句(ὡς καὶ... ἢ ὡς...)。在后一个 ὡς 从句中,Μικκάλου μουσικοῦ φθειρομένου 构成属格独立结构,并由表示手段/原因的定冠词不定词与格 τῷ ἀποβάλλειν(“因丧失音乐能力”)修饰。
- 3.0διὰ τὸ λαβεῖν τῆς λεγούσης μουσικὸν αὔριον Μίκκαλον φθείρεσθαι ἀληθοῦς οὔσης μὴ πάντως ἀληθῆ γίνεσθαι τὴν λέγουσαν πάντα μουσικὸν Μίκκαλον αὔριον φθείρεσθαι
介词短语 διὰ τὸ λαβεῖν(“通过摄取/指出……”)支配一个宾格不定词结构(μὴ πάντως ἀληθῆ γίνεσθαι τὴν λέγουσαν...)。其间嵌套了具有让步意味的属格独立结构 τῆς λεγούσης... ἀληθοῦς οὔσης(“尽管断言……的前提为真”),与后面的对格主语 τὴν λέγουσαν 形成对照。
- 3.0ὅταν γὰρ ἀντὶ τῶν κατὰ τὰς ἕξεις αὐτὰς τὰς ἕξεις ἐν τοῖς ὅροις λάβωμεν ὡς μηδὲν διαφέρον οὕτως ἢ ἐκείνως λαβεῖν, ἀσυλλογίστους παρὰ τοῦτο ποιήσομεν τοὺς λόγους.
主句为 ποιήσομεν τοὺς λόγους ἀσυλλογίστους(“我们将使论辩不成推论”)。在 ὅταν ... λάβωμεν 时间/条件从句中,嵌入了 ὡς μηδὲν διαφέρον 这一绝对对格结构(源自非人称动词 διαφέρει 的中性对格分词,表示主观理由“视作毫无差异”)。
- 3.0δεήσει μὲν συνάγεσθαι τὸ ἐξ ἀνάγκης τὴν ὑγείαν μηδενὶ ἀνθρώπῳ, ἐπειδὴ εἴληπται ἐν τῷ πρώτῳ σχήματι ἀναγκαία μὲν ἡ μείζων ὑπάρχουσα δὲ ἡ ἐλάττων, ἐδόκει δὲ ἡμῖν ἐν ταῖς τοιαύταις μίξεσιν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ὅπερ ψεῦδός ἐστιν ἐπὶ τοῦ προκειμένου
句子的核心为主节非人称动词 δεήσει(“将必须……”),其真正主语是由冠词短语 τὸ ἐξ ἀνάγκης τὴν ὑγείαν μηδενὶ ἀνθρώπῳ [ὑπάρχειν] 与不定词 συνάγεσθαι 构成的结论命题。其后跟随解释前提设定的原因从句 ἐπειδὴ εἴληπται... 和 ἐδόκει δὲ ἡμῖν...;中性单数关系代词 ὅπερ 先行词为上述必然结论,指出这一结论在眼前的事例中为假。
