- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:126.1-127.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯概括了根据所要论证的论题类型与中项位置将推论还原至诸格的方法,随后讨论了将非推论误认为推论的受骗缘由,例如混淆单纯的必然性与推论性必然性,或混淆全称前提与不定前提(以阿里斯托墨涅斯与米卡洛斯的范例加以说明)。
Ἐπεὶ δὲ ἔχομεν τεσσάρων ὄντων τῶν προβλημάτων, ποῖον ἐν ἑκάστῳ σχήματι δείκνυται,1 ὑπογραπτέον καὶ ταύτην τὴν ὁδὸν τῆς ἀναλύσεως τῶν συλλογισμῶν τῆς εἰς τὰ σχήματα· χρὴ λαβόντας τὸ πρόβλημα καὶ τὸ συμπέρασμα, δι’ οὗ σχήματος συνάγεσθαι τοῦτο πέφυκεν, ἐν τούτῳ ζητεῖν ἀναλύειν καὶ μὴ ἐν πᾶσιν. ἐπὶ μὲν οὖν τοῦ καθόλου καταφατικοῦ ῥᾴδιον τοῦτο· ἐν γὰρ τῷ πρώτῳ σχήματι μόνῳ τοῦτο δέδεικται τὸ πρόβλημα. τῶν δ’ ἄλλων προβλημάτων τὸ μὲν καθόλου ἀποφατικὸν διά τε τοῦ πρώτου δείκνυται καὶ τοῦ δευτέρου σχήματος, τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν πάλιν διά τε τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου, τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν διὰ τῶν τριῶν. ἐπὶ δὲ τῶν διὰ πλείστων σχημάτων δεικνυμένων προβλημάτων ἐπιβλεπτέον καὶ ἐκεῖνο, δι’ οὗ μᾶλλον δείκνυται, καὶ τὸ πλεονάκις. οὐ μὴν ἀλλὰ γνώριμον ποιήσει τὸ σχῆμα ἡ τοῦ μέσου θέσις· εἰ γὰρ ὁ αὐτὸς ὑποκείμενός τε καὶ κατηγορούμενος εἴη, τὸ πρῶτον, εἰ δὲ μόνον κατηγορούμενος, τὸ δεύτερον, εἰ δὲ μόνον ὑποκείμενος, τὸ τρίτον. Ἐπεὶ δ’ ἐδείξαμεν, πῶς χρὴ τὴν ἀνάλυσιν τῶν συλλογισμῶν ποιεῖσθαι, νῦν ὑπογράψομεν, τίνα δεῖ φυλάττεσθαι ὡς δυνάμενα ἡμᾶς ἐξαπατᾶν πρὸς τὸ ἡγεῖσθαι τοὺς μὴ συλλογισμοὺς συλλογισμοὺς εἶναι· τοῦτο γὰρ εἰδότες φυλάττεσθαι οὐ ματαιοπονήσομεν ὡς συλλογισμοὺς ἀναλύειν πειρώμενοι τοὺς μὴ συλλογισμούς. πρῶτον μὲν οὖν χρὴ μὴ πρὸς τὸ ἀναγκαίως ἕπεσθαι τοῖς κειμένοις τὸ ἐπιφερόμενον βλέποντας εὐθὺς ἡγεῖσθαι καὶ συλλογιστικὸν εἶναι τὸν λόγον· ἀπάτη γὰρ γίνεται παρὰ τοῦτο. εἴρηται δὲ περὶ τούτου καὶ δέδεικται, ὅτι ἐπὶ πλέον τὸ ἀναγκαῖον τὸ ἐν τοῖς λόγοις τοῦ ἐν συλλογισμῷ. ἐνίοτε δὲ ἀπατώμεθα διὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· οὐδὲν γὰρ δοκεῖ διαφέρειν ἢ ἀδιορίστως θεῖναι τὴν πρότασιν ἢ καθόλου. διὸ καὶ προτείναντός τινος ἀδιόριστον πρότασιν συγχωροῦμεν ὡς οὐδὲν διαφέρουσαν τῆς καθόλου. τοιούτων δὲ ληφθεισῶν οὐ γίνεται συλλογισμός. οἷον ἔστω ἐπὶ μὲν τοῦ Α ἀεὶ εἶναι, ἐπὶ δὲ τοῦ Β διανοητὸς Ἀριστομένης, 〈ἐπὶ δὲ τοῦ Γ Ἀριστομένης.〉 κατηγορείσθω οὖν τὸ Α κατὰ τοῦ Β ἀδιορίστως, τὸ ἀεὶ εἶναι κατὰ τοῦ διανοητοῦ Ἀριστομένους, ἀληθὲς ὄν (διανοητὸς γὰρ Ἀριστομένης ἀεί, τουτέστιν οἷόν τε ἀεὶ διανοεῖσθαί τινα Ἀριστομένην καὶ διανοεῖσθαί τινα περὶ Ἀριστομένους), τὸ δὲ Β κατὰ τοῦ Γ· καὶ γὰρ τοῦτο ἀληθὲς τὸ τὸν Ἀριστομένην, ὅπερ ἐστὶ τὸ Γ, διανοητὸν εἶναι Ἀριστομένην, ὃ ἦν τὸ Β. οὐκέτι οὖν ἀληθὲς γίνεται τὸ τὸ Α κατὰ τοῦ Γ, τὸ ἀεὶ εἶναι κατὰ Ἀριστομένους, ὅπερ ἐστὶ τὸ συνάγεσθαι δοκοῦν. οὐ γὰρ ἀεί ἐστιν Ἀριστομένης· φθαρτὸς γάρ. οὕτως δὲ 〈δόξει〉διαβάλλεσθαι τοῦ πρώτου σχήματος ἡ πρώτη συμπλοκὴ καὶ ὁ πρῶτος συλλογισμός, εἴ γε ἀληθῶν οὐσῶν τῶν προτάσεων τὸ συμπέρασμα ψεῦδος. ἀλλὰ τούτου αἴτιον τὸ μὴ συλλογιστικῶς ληφθῆναι τὰς προτάσεις. ἀδιορίστως μὲν γὰρ λαμβανομένη ἡ Α Β πρότασις ἀληθὴς εἶναι δύναται ἡ λέγουσα ἀεὶ εἶναι τὸν διανοητὸν Ἀριστομένην, ἂν μέντοι καθόλου ληφθῇ ‘πᾶς ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστιν’, 〈ψευδής. ὁ γὰρ λέγων ‘πᾶς ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστιν’〉 οὐκέτι λαμβάνει πάντα τὸν διανοητὸν Ἀριστομένην ἀεὶ εἶναι διανοητόν, ἀλλὰ Ἀριστομένη, ᾧ ὑπάρχει διανοητῷ εἶναι, 〈ἀεὶ εἶναι〉· ὃ ψεῦδος ὂν εἰ ἐσήμαινε καὶ ἡ ἀδιόριστος ἡ λέγουσα ‘ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστι’, ψευδὴς ἂν ἦν καὶ αὕτη τῷ μηκέτι 〈Ἀριστομένη, ᾧ συμβέβηκε〉 διανοητῷ εἶναι,2 δύνασθαι ἀεὶ εἶναι. νῦν δὲ ἄλλο μὲν ὑπ’ ἐκείνης τῆς ἀδιορίστου ἐσημαίνετο, ἄλλο δὲ τὸ σημαινόμενον καὶ ἀλλοῖον ἐγένετο τοῦ ‘πᾶς’ προστεθέντος. ἐπεὶ εἰ καὶ προστεθέντος τοῦ ‘πᾶς’ ταὐτὸ ἔτι ἐσημαίνετο, ἦν ἂν καὶ ἡ καθόλου ὁμοίως τῇ ἀδιορίστῳ ἀληθής· πᾶς γὰρ Ἀριστομένης ἀεὶ διανοητός ἐστι. διὸ οὐ ταὐτὸν τὸ νῦν εἰρημένον ὑφ’ ἡμῶν τῷ πρὸ ὀλίγου, ὅτε ἐλέγομεν “πάλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι”. οὕτως δέ γε λαμβανομένη ἀνάγκη συλλογιστικὴ γίνεται, ἀλλ’ οὐκ ἀδιορίστως· δεῖ γὰρ ἐν τῷ πρώτῳ σχήματι τὴν μείζονα πρότασιν ἀεὶ καθόλου εἶναι. χρηστέον δὲ καὶ ἄλλῳ παραδείγματι πρὸς τὴν τοῦ αὐτοῦ δεῖξιν· λαμβανέσθω γὰρ ἐπὶ μὲν τοῦ Γ Μίκκαλος, ἐπὶ δὲ τοῦ Β μουσικὸς Μίκκαλος, ἐπὶ δὲ τοῦ Α τὸ φθείρεσθαι Μίκκαλον αὔριον· ἔπειτα τὸ μὲν Β τοῦ Γ κατηγορείσθω, ὁ μουσικὸς Μίκκαλος Μικκάλου, ὡς ἀληθὲς ὄν, τὸ δὲ Α τοῦ 〈Β,〉 φθείρεσθαι αὔριον κατὰ μουσικοῦ Μικκάλου.
由于我们掌握了在存在四个论题的情况下,哪一论题在每一格中被论证,因此我们亦应当勾勒出将推论还原至诸格的这一途径:在把握了论题与结论之后,应当在它天然赖以推导出的那一格中寻求还原,而非在所有的格中寻求。在全称肯定论题的情况下,这是容易的;因为唯在第一格中这一论题才被论证。而在其他论题中,全称否定论题通过第一格与第二格被论证,特称否定论题再次通过第一格与第三格被论证,特称否定论题则通过全部三格被论证。在通过最多格被论证的诸论题上,亦必须着眼于它更多赖以论证、且更频繁赖以论证的那一格。不仅如此,中项的位置亦将使该格易于辨认;因为如果同一项既作主项又作谓项,则是第一格;如果仅作谓项,则是第二格;如果仅作主项,则是第三格。 既然我们已经指明应当如何进行推论的还原,现在我们将勾勒出应当防范哪些能够欺骗我们、使我们将非推论视为推论的事物;因为知晓防范此事,我们便不至于在试图将非推论当作推论加以还原时徒劳无功。首先,绝不应当一看到推出的结论必然跟随所设定的前提,就立即认定该论辩亦是推论性的;因为欺瞒正由此而生。关于这一点,已经论及并论证过:论辩中的必然性比推论中的必然性范围更宽广。有时,我们亦因诸项位置的相似性而受骗;因为将前提不定地设定还是全称地设定,似乎并无差别。因此,即使有人提出了不定前提,我们亦会赞同它,视其与全称前提毫无差异。然而摄取了这样的前提,并不能产生推论。例如,设Α代表常在,Β代表被思惟的阿里斯托墨涅斯,Γ代表阿里斯托墨涅斯。那么,作为真实的陈述,设Α不定地作为Β的谓项,即“常在”作为“被思惟的阿里斯托墨涅斯”的谓项(因为被思惟的阿里斯托墨涅斯常在,即某人总是可能思惟阿里斯托墨涅斯并思惟关于阿里斯托墨涅斯的事),而Β作为Γ的谓项;因为阿里斯托墨涅斯(即Γ)乃是被思惟的阿里斯托墨涅斯(即Β),这亦是真实的。于是,Α作为Γ的谓项,即“常在”作为“阿里斯托墨涅斯”的谓项——这正是似乎被推导出来的结论——便不再为真。因为阿里斯托墨涅斯并非常在;因为他是可朽的。这样一来,若在前提为真的情况下结论为假,第一格的第一联结和第一推论便似乎受到了反驳。但此事的缘由在于诸前提并未推论性地被摄取。因为在不定地被摄取时,断言被思惟的阿里斯托墨涅斯常在的Α-Β前提固然可以为真;然而若全称地被摄取为“每一个被思惟的阿里斯托墨涅斯皆常在”,则是虚假的。因为说“每一个被思惟的阿里斯托墨涅斯皆常在”的人,不再是假定每一个被思惟的阿里斯托墨涅斯皆常被思惟,而是假定具有被思惟属性的阿里斯托墨涅斯常在;这既然是虚假的,那么倘若那条断言“被思惟的阿里斯托墨涅斯常在”的不定前提亦表示此意,它亦将由于偶具被思惟属性的阿里斯托墨涅斯不再能够常在而成为虚假的。但实际上,由那条不定前提所表示的是一回事,而加上了“每一个”之后所表示的含义则变成了另一回事且完全不同。因为如果加上了“每一个”之后依然表示相同的事,全称前提亦将如同不定前提一样为真;因为每一个阿里斯托墨涅斯皆恒常是可思惟的。因此,我们现在所说的与不久前我们说“再次,若人存在时必然动物存在”之时所说的并不相同。但以这种方式被摄取的必然性便成为了推论性的,而并非不定地如此;因为在第一格中大前提必须始终是全称的。为了论证同一事物,亦必须采用另一个范例:设Γ代表米卡洛斯,Β代表通晓音乐的米卡洛斯,Α代表米卡洛斯明日消亡;然后,作为真实的陈述,设Β作为Γ的谓项,即通晓音乐的米卡洛斯作为米卡洛斯的谓项,而Α作为Β的谓项,即明日消亡作为通晓音乐的米卡洛斯的谓项。
- 3.0τεσσάρων ὄντων τῶν προβλημάτων, ποῖον ἐν ἑκάστῳ σχήματι δείκνυται
属格独立结构 τεσσάρων ὄντων τῶν προβλημάτων(在存在四个论题的情况下)置于主动词 ἔχομεν 之前,而间接疑问从句 ποῖον ἐν ἑκάστῳ σχήματι δείκνυται(哪一个在每一格中被论证)作为 ἔχομεν 的直接宾语。ἔχομεν 在此表示认识上的掌握。
- 3.0τῷ μηκέτι 〈Ἀριστομένη, ᾧ συμβέβηκε〉 διανοητῷ εἶναι, δύνασθαι ἀεὶ εἶναι
带冠词不定式的与格 τῷ ... δύνασθαι(由于……能够)表示原因。宾格 Ἀριστομένη 是不定式 δύνασθαι 的逻辑主语,关系从句 ᾧ συμβέβηκε διανοητῷ εἶναι(对其而言偶具被思惟之属性)修饰该主语,其中 διανοητῷ 与关系代词 ᾧ 在与格上保持一致。
