- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:124.24-125.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯阐明必然的推衍结果并不直接等同于推论(三段论),解释了假言推衍链条如何通过补充全称前提而转化为定言三段论。进而他提出了分析与还原推论的步骤:把握两条前提、提取中项,并根据中项与两端项的关系判定其所属的三种格的规则。
ληφθέντος γὰρ τοῦ καθόλου, οὗ προειρήκαμεν, καὶ προσληφθέντος αὐτῷ τοῦ ‘ἀνθρώπου δὲ ὄντος ζῷόν ἐστι καὶ ζῴου οὐσία’ συνάγεσθαι συλλογιστικῶς1 καὶ ἐν τούτοις ἀνθρώπου ὄντος οὐσίαν εἶναι. ὅτι γὰρ οὐ παρὰ τὴν κειμένην ἀκολουθίαν τὸ συμπέρασμα ἀλλὰ παρὰ τὸ τὴν καθόλου ἀληθῆ εἶναι,2 ἣν προσειλήφαμεν, δῆλον ἂν γένοιτο, εἰ ἄλλην τινὰ ἀκολουθίαν προχειρισαίμεθα ἀληθῆ μὲν αὐτὴν οὐκέτι 〈δὲ ὑπό τι〉 ἀληθὲς καθόλου τεταγμένην, οἵα ἐστὶν ἡ τοιαύτη ‘τὸ Α τοῦ Β πήχει ὑπερέχει, καὶ τὸ Β τοῦ Γ πήχει ὑπερέχει’. οὐκέτι γὰρ καὶ τὸ Α τοῦ Γ πήχει ὑπερέξει· ψεῦδος γὰρ τοῦτο. ἡ δ’ αἰτία τούτου, ὅτι καὶ ἡ καθόλου ψευδὴς ἡ λέγουσα ‘εἴ τί τινος ὑπερέχει μέτρῳ τινὶ κἀκεῖνο ἄλλου τῷ αὐτῷ, καὶ τὸ πρῶτον τοῦ τρίτου τῷ αὐτῷ ὑπερέξει’. δῆλον δὲ διὰ τούτων καὶ ὡς ὁ διὰ τριῶν λεγόμενος λόγος ἐξ ἀνάγκης μὲν ἔχει τὸ ἑπόμενον τὸ τοῦ πρώτου ὄντος τὸ τρίτον εἶναι, οὐ μὴν συλλογιστικῶς, οὐδ’ ἔστιν ὁ διὰ τριῶν λόγος συλλογισμὸς οὐδὲ ὅλως ὁ δι’ ὅλων ὑποθετικὸς λεγόμενος. διὸ καὶ μᾶλλον δύναται ἐπὶ τοῦ παραδείγματος τοῦ ‘εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι’ εἰρῆσθαι τὸ ‘ἀλλ’ οὔπω συλλελόγισται’· οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴπομεν, ὅτι μὴ δεικτικῶς μηδὲ καθόλου ἐλήφθησαν. ἔσται γὰρ συλλογισμός, ἂν οὕτω ληφθῶσι ‘πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία’. ἐκείνων δὲ ληφθέντων ἀναγκαῖον μὲν τὸ συμβαῖνον οὐ μὴν συλλογιστικῶς, ἐπεὶ πᾶς συλλογισμὸς κεῖται ὑπάρχειν ἢ μὴ ὑπάρχειν δεικνύναι. δυνατὸν πάλιν τὸ ‘εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι καὶ ζώου οὐσίαν’ αἰτιᾶσθαι ὡς μὴ συλλογιστικῶς συνάγον, ὅτι ἀδιόριστοι αἱ προτάσεις, ἥ τε ‘ὁ ἄνθρωπος ζῷον’ καὶ ἡ ‘τὸ ζῷον οὐσία’. καὶ τοῖς ἑξῆς φανερώτερον περὶ τούτων. ὥστ’ ἐπεὶ ταῦθ’ οὕτως ἔχει, οὐ δεῖ ἀναγκαίου τινὸς συμβαίνοντος εὐθὺς πειρᾶσθαι ἀνάγειν τε καὶ ἀναλύειν· ἀλλ’ ὅταν συλλογιστικῶς συμβαίνῃ τι, τότε δεῖ ἀνάγειν τὸν λόγον εἴς τι τῶν σχημάτων ὡς ὄντα συλλογισμόν, ἀλλ’ οὐχ ὅταν ἁπλῶς ἐξ ἀνάγκης συμβαίνῃ τι. εἰ δὲ οὕτω ταῦτα λέγοιτο, εἴη ἂν καὶ ἐν τῷ τοῦ συλλογισμοῦ ὅρῳ τὸ ‘τεθέντων’ ἀντὶ τοῦ ‘κατηγορικῶς ληφθέντων’ εἰρημένον ἡμῖν3 ἴσον τῷ ‘εἶναι ἢ μὴ εἶναι ληφθέντων’ ἀλλ’ οὐχ ‘ὑποτεθέντων’, ἐπεὶ μὴ συλλογιστικῶς τοῖς ὑποτεθεῖσι τὸ ἀναγκαίως ἑπόμενον ἕπεται. ἐπεὶ οὖν ἡμῖν ταῦτα εἴρηται, ἐπανελθετέον πάλιν ἐπὶ τὸ προειρημένον τὸ ὅτι πρῶτον ληπτέον τὰς δύο προτάσεις (ῥᾷον γάρ, ὡς εἴπομεν, εἰς τὰ μεγάλα καὶ συγκείμενα διελεῖν), εἶτα οὕτως ἐκ τῶν προτάσεων τοὺς ὅρους ἐκληπτέον καὶ μέσον τὸν ὅρον θετέον τὸν ἐν ἀμφοτέραις ὄντα ταῖς προτάσεσιν. ὁ γὰρ δὶς λαμβανόμενος καὶ ἑκατέρῳ συντεθειμένος τῶν ἄκρων ἐν πᾶσι τοῖς σχήμασιν ὁ αὐτός ἐστιν ὁ μέσος ὅρος. τοιοῦτος γὰρ καὶ ὁ μέσος ὅρος ἐν τοῖς τρισὶ σχήμασι. Ῥᾳδία οὖν λοιπὸν μετὰ τοῦτο ἡ ἀγωγὴ εἰς τὸ οἰκεῖον σχῆμα τοῦ ἀναγομένου συλλογισμοῦ· ἡ γὰρ τοῦ μέσου πρὸς τοὺς ἄκρους σχέσις τοῦτο φανερὸν ποιεῖ. ἂν μὲν γὰρ ὁ μέσος ἐν ἀμφοτέραις ὢν ταῖς προτάσεσιν οὕτως ᾖ ὡς τοῦ μὲν κατηγορεῖσθαι αὐτὸν τῷ δὲ ὑποκεῖσθαι, πρῶτον ἔσται σχῆμα. ὁμοίως κἂν αὐτὸ μέν τινος κατηγορῆται ἄλλο δὲ αὐτοῦ ἀποφάσκηται. ἐὰν δὲ ἀμφοτέρων κατηγορῆται τῶν ἄκρων, τοῦ μὲν καταφατικῶς τοῦ δὲ ἀποφατικῶς, ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός· ἄλλως γὰρ ἔχοντος τοῦ μέσου πρὸς τοὺς ἄκρους, ὧν κατηγορεῖται,4 ἔσται μὲν ἐν δευτέρῳ σχήματι ἡ συζυγία, ἀλλ’ οὐ συλλογιστική. ἐὰν δὲ τὰ ἄκρα ταῦτα τοῦ μέσου ἀμφότερα κατηγορῆται, ἢ καταφατικῶς ἢ θάτερον μὲν καταφατικῶς θάτερον δὲ ἀποφατικῶς, ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι. ὁμοίως δὲ ἀναχθήσονται οἱ συλλογισμοί, κἂν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις καθόλου ἀλλ’ ἡ ἑτέρα μόνον· καὶ γὰρ καθόλου οὐσῶν τῶν προτάσεων ἀμφοτέρων καὶ τῆς ἑτέρας μόνης τριττὴ τοῦ μέσου πρὸς τοὺς ἄκρους ἡ σχέσις, κατὰ δὲ τὰς τῶν σχέσεων διαφορὰς ἡ τῶν σχημάτων διαφορά. δῆλον δὲ ἐκ τῶν εἰρημένων ἐστὶ τοῦτο, ὅτι, ἐν ᾧ λόγῳ ὁ αὐτὸς ὅρος πλεονάκις οὐκ εἴληπται, οὗτος οὐκ ἔστι συλλογισμός· ἀδύνατον γὰρ συλλογισμὸν γενέσθαι χωρὶς μέσου, ὡς δέδεικται· μέσος δέ ἐστιν ἐν πᾶσι τοῖς σχήμασιν ὁ δὶς λαμβανόμενος.
因为在我们先前述及的全称前提被摄入、且“若人存在则动物存在,若动物存在则实体存在”被补充摄入该前提之后,在这些情况中亦推论性地推导出若人存在则实体存在。因为结论并非由于所列的推衍关系,而是由于我们补充摄入的全称前提为真,这一点若在我们提出某种其他推衍关系时便会清楚显明——这种推衍关系自身虽为真,却不再被置于某条真实的全称前提之下,例如:“Α比Β大一肘,且Β比Γ大一肘”。因为Α将不再比Γ大一肘;因为这是虚假的。而此事的缘由在于,那条断言“若某物以某一尺度超过某物,且该物以同一尺度超过另一物,则第一者亦将以同一尺度超过第三者”的全称前提亦是虚假的。通过这些亦显明,所谓“通过三者”的论辩虽然具有当第一者存在时第三者必然存在的跟随结论,却绝非推论性地如此;通过三者的论辩并非推论,所谓全然假言的论辩亦根本不是推论。因此在“若人存在则必然动物存在”这一范例上,亦更可说出“但尚未被推论出来”;因为前提并非如我们所言的那样,因为它们既非直言地亦非全称地被摄取。因为如果它们被这样摄取,即“所有人是动物,所有动物是实体”,便会成为推论。而若摄取那些前提,产生的结果固然是必然的,却绝非推论性的,因为每一推论皆被设定为论证属于或不属于。再次,亦可能批评“若人存在则必然动物存在,若动物存在则实体存在”并非推论性地得出结论,因为这两条前提皆为不定前提,即“人是动物”与“动物是实体”。关于这些在下文中将更为显明。因此既然这些情况如此,便不应在一有某种必然结果产生时就立即尝试予以还原和分析;而唯当某事推论性地产生时,那时才应当将该论辩作为推论还原到诸格之一中,而不是在仅仅必然产生某事时如此。如果这些被如此表述,那么在推论的定义中,“在设定了某些事物时”这一表述在我们的解释中亦将替代“定言地摄取了某些事物时”,等同于“作为存在或不存在而被摄取时”,而非“在假设了某些事物时”,因为必然跟随的结论并非推论性地跟随假定的事物。既然我们已经论及了这些,就必须再次回到先前所言的内容,即首先必须摄取两条前提(因为正如我们所言,划分为庞大且复合的部分较为容易),然后依此从前提中提取诸项,并将存在于两条前提中的项设定为中项。因为在所有的格中,被摄取两次且与两个端项各自结合的项,乃是同一个中项。在三个格中的中项亦正是如此。因此在这之后,将所要还原的推论还原到其固有的格中便是容易的;因为中项对诸端项的关系使之显明。因为如果中项存在于两条前提中,其情形是作为一者的谓项而作为另一者的主项,那么这将是第一格。同样,即使它自身作为某物的谓项,而另一事物从它被否定,亦是如此。但如果中项作为两个端项的谓项,对一者肯定地而对另一者否定地被述说,则该推论处于第二格;因为中项对于其作为谓项所表述的端项若具有其他关系,联结虽处于第二格,却非推论性的。但如果这两个端项皆作为中项的谓项,或皆肯定地,或一者肯定地而另一者否定地被述说,则推论处于第三格。即使两条前提并非皆为全称而仅有一条是全称,诸推论亦同样将被还原;因为无论在两条前提皆为全称时,还是仅有一条是全称时,中项对诸端项的关系皆有三种,而根据这些关系的差异便有了诸格的差异。从所言之事中显而易见的是:凡未曾多次摄取同一项的论辩,皆非推论;因为正如已被论证的那样,没有中项不可能产生推论;而在所有的格中,中项乃是被摄取两次的项。
- 3.0ληφθέντος γὰρ τοῦ καθόλου, οὗ προειρήκαμεν, καὶ προσληφθέντος αὐτῷ τοῦ ‘ἀνθρώπου δὲ ὄντος ζῷόν ἐστι καὶ ζῴου οὐσία’ συνάγεσθαι συλλογιστικῶς
紧随句首属格独立结构(ληφθέντος... καὶ προσληφθέντος...)的不定词 συνάγεσθαι 是承接前一语块结尾论述(即一旦补充全称前提推论便得以成立)的间接引语不定词。其宾格主词是后文的 ἀνθρώπου ὄντος οὐσίαν εἶναι。
- 3.0παρὰ τὴν κειμένην ἀκολουθίαν τὸ συμπέρασμα ἀλλὰ παρὰ τὸ τὴν καθόλου ἀληθῆ εἶναι
介词 παρά 支配宾格在并列短语中表示原因(“由于……”、“起因于……”)。此处省略了产生结论的谓词,意即结论并非“由于所列的推衍关系”,而是“由于全称前提为真”。
- 3.0εἴη ἂν καὶ ἐν τῷ τοῦ συλλογισμοῦ ὅρῳ τὸ ‘τεθέντων’ ἀντὶ τοῦ ‘κατηγορικῶς ληφθέντων’ εἰρημένον ἡμῖν
主句骨干为潜在希求法 εἴη ἄν 与被动分词 εἰρημένον 构成的迂回形式(“按我们的解释,……应当说是说了……”)。主语是带有中性定冠词的引用短语 τὸ ‘τεθέντων’,ἡμῖν 则是表示施事或解释者的与格。
- 3.0ἄλλως γὰρ ἔχοντος τοῦ μέσου πρὸς τοὺς ἄκρους, ὧν κατηγορεῖται
ἔχοντος 为带条件意味的属格独立结构(“如果中项有其他关系”)。关系代词 ὧν 指代先行词 τοὺς ἄκρους,并由 κατηγορεῖται 支配属格(“其所作为谓项表述的诸端项”)。
