← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§123.5-124.24

必然归结与不完备推论的分析

泰米斯提乌斯总结了通过补全全称前提和合并被分割的前提将所谓无方法得出结论的论辩还原为定言三段论的过程,随后探讨了虽具有必然归结却不构成真正推论的若干情况:包括伊壁鸠鲁和巴门尼德论辩中结论与前提端项不符的情形、关于实体及其部分需要命题转述与补充的前提缺陷情形,以及缺乏全称前提的条件归结链条。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#4

συμπέρασμα γὰρ συλλογιστικῶς, οὐκέτ’ ἀμεθόδως οὕτω ληφθεισῶν τῶν προτάσεων τὸ ‘Δίων ἀληθεύει’. ὅσον δὴ οἱ οὕτως λαμβανόμενοι τῶν ἐκείνως διαφέρουσι, τοσοῦτον καὶ οἱ κατηγορικοὶ συλλογισμοὶ τῶν λεγομένων ἀμεθόδως περαίνειν. Ἐπ’ ἐνίων μὲν οὖν λόγων οὐ χαλεπὸν τὸ συνιδεῖν, τί ἐνδεῖ πρὸς τὸ πλήρη συλλογισμὸν γίνεσθαι, καὶ τί περιττὸν εἴληπται, ὡς ἐφ’ ὧν προειρήκαμεν λόγων· δῆλον γὰρ ἐν τούτοις τὸ παρειμένον. ἀλλὰ καὶ ἐφ’ ὧν ἄλλο τι συμπέρασμα ἐπενήνεκται καὶ οὐ τὸ ἐκ τῶν κειμένων συναγόμενον, ὡς ἔχει ἐπὶ τοῦ Ἐπικούρου λόγου ἠρωτημένου τοῦ ‘θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ, τὸ δ’ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς’. ἀλλ’ οὐ τοῦτο τὸ συναγόμενον, ἀλλ’ ὅτι τὸ διαλυθὲν οὐδὲν πρὸς ἡμᾶς ἐν πρώτῳ σχήματι.1 ὁμοίως καὶ ἐπὶ τοῦ Παρμενίδου λόγου συνάγοντος, ὅτι ἓν τὸ ὄν, 〈ἐκ τῶν ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ〉 οὐκ ὂν οὐδέν’· καὶ γὰρ ἐνταῦθα τὸ συναγόμενον φανερόν ἐστι· συνάγεται γὰρ ἐκ τῶν κειμένων τὸ παρὰ τὸ ὂν μηδὲν εἶναι ἐν πρώτῳ σχήματι, ἀλλ’ οὐ τὸ ‘ἓν ἄρα τὸ ὄν’, ὡς ἐκεῖνος οἴεται. δεῖ γὰρ καθόλου τὸ συμπέρασμα ἐκ τῶν ἄκρων τῶν εἰλημμένων ἐν ταῖς προτάσεσι ταῖς δύο συγκεῖσθαι. ἄκροι δέ εἰσιν ἐν ταῖς προτάσεσιν οἱ ἀνὰ ἅπαξ εἰλημμένοι ἐν τῇ θέσει τῶν προτάσεων· ὁ γὰρ ἐν ἀμφοτέραις κείμενος ταῖς προτάσεσι καὶ ἑκατέρῳ τῶν ἄκρων συναπτόμενος ὁ μέσος ἐστίν. ἐπ’ ἐνίων μὲν οὖν, ὡς ἔφην, ῥᾷον τὸ φωρᾶσαι τὴν κατὰ λόγους ἁμαρτίαν· ἐπ’ ἐνίων δὲ οὐ ῥᾴδιον συνιδεῖν, ἀλλὰ δοκοῦσι συλλογισμοὶ εἶναι, οὐκ ὄντες, διὰ τὸ τοῖς κειμένοις ἕπεσθαι τὸ ἐπιφερόμενον ἐξ ἀνάγκης, ὡς ἐφ’ ὧν γε ἤδη εἰρήκαμεν, δῆλόν ἐστι καὶ ἐφ’ οὗ νῦν παραθησόμεθα παραδείγματος, ὅ ἐστι τοιοῦτον· μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀναιρεῖται οὐσία·2 ἐξ ὧν δέ ἐστί τι ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεται.3 ἐκ γὰρ τούτων ἀναγκαῖον τὸ οὐσίας μέρος εἶναι οὐσίαν· οὐ μὴν συλλογιστικῶς δέδεικται, ἀλλὰ λείπουσί τινες προτάσεις πρὸς τὸ γενέσθαι 〈συλλογισμόν, τουτέστιν οὐχ ἃ ἔδει ληφθῆναι κεῖνται, ἀλλ’ αἱ μὲν ἰσοδυναμοῦσι〉 ταῖς, ἐξ ὧν δειχθείη ἄν τι συλλογιστικῶς, τὸ δέ τι παρεᾶται. ἂν δὴ εἰς ἐκείνας μεταληφθῶσιν αὗται αἱ κείμεναι καὶ προσληφθείη τὸ λεῖπον, συλλογισμὸς ἔσται. τῇ μὲν γὰρ ‘οὐσίας μὴ ἀναιρουμένης οὐκ ἀναιρεῖται οὐσία’ ἴσον δύναται αὐτῇ ἡ ἀντιστρέφουσα ἡ λέγουσα ‘τὸ συναναιροῦν οὐσίαν οὐσία ἐστίν’· οὗ γὰρ ἀναιρουμένου ἀναιρεῖται οὐσία, ἐκεῖνο οὐσία ἐστίν. πάλιν δ’ αὖ τῇ λεγούσῃ ‘ἐξ ὧν δέ ἐστιν, ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεται’ προσληπτέον, ὡς εἶπον, τὸ ‘ἐκ δὲ τῶν μερῶν τὸ ὅλον’· ἔσται γὰρ ἀληθὲς τὸ τῶν μερῶν ἀναιρουμένων τὸ ὅλον φθείρεσθαι, ᾧ ἕπεται καὶ τῶν τῆς οὐσίας μερῶν ἀναιρουμένων καὶ τὴν ἐξ αὐτῶν φθείρεσθαι, ᾧ ἴσον τὸ τὰ μέρη τῆς οὐσίας τὴν οὐσίαν ἀναιροῦντα οὐσίας εἶναι, ὃ μεταληφθὲν ἐξ ἐκείνων κεῖται. γίνονται οὖν προτάσεις ‘τὰ μέρη τῆς οὐσίας ἀναιρεῖ οὐσίαν, τὰ συναναιροῦντα οὐσίαν οὐσία ἐστίν’· ἐκ τούτων συνάγεται συμπέρασμα τὸ ‘τὰ μέρη τῆς οὐσίας οὐσία’ ἐν πρώτῳ σχήματι. ἄλλαι τε οὖν ἀντ’ ἄλλων προτάσεις ἐλήφθησαν ἐν τῷ λόγῳ καὶ παρειάθησαν ἕτεραι. Ἔτι καὶ τοῦτο 〈τὸ〉 παράδειγμα αἰτιῶμαι ὡς ἔχον μὲν ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπόμενον, τῷ γε ἀνθρώπου ὄντος ζῷον εἶναι καὶ ζῴου ὄντος οὐσίαν εἶναι, τὸ ἀνθρώπου ὄντος οὐσίαν εἶναι, οὐ μὴν συλλογιστικῶς. οὐ γὰρ ἔχουσιν αἱ προτάσεις, ὡς εἴρηται δεῖν ἔχειν, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι· ἔστι δὲ τοῦτο τὸ δεῖν ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις καθόλου ἢ πάντως γε τὴν ἑτέραν. ἐνταῦθα δὲ οὐδεμία εἴληπται καθόλου. τῷ μέντοι τὴν καθόλου ἀληθῆ εἶναι τὴν παρειμένην, ἧς τεθείσης συλλογισμὸς ἔσται, ἀληθῆ δοκεῖ τὰ τοῖς κειμένοις ἕπεσθαι δοκοῦντα. ἔστι δὲ ἡ καθόλου πρότασις ‘πᾶν τὸ ἑπόμενόν τινι ἕπεται καὶ ᾧ ἐκεῖνο ἕπεται’. ἐν δὲ τῷ ‘εἰ ἀνθρώπου ὄντος ζῶόν ἐστι καὶ ζῴου ὄντος οὐσία’ τῷ μὲν ζῴῳ ἕπεται ἡ οὐσία, τῷ δὲ ἀνθρώπῳ ἕπεται τὸ ζῷον· καὶ τῷ ἀνθρώπῳ ἄρα ἕπεται ἡ οὐσία. ἢ καὶ οὕτως· ἐν οἷς τρισὶν οὖσιν ἕπεται τῷ πρώτῳ τὸ δεύτερον καὶ τῷ δευτέρῳ τὸ τρίτον,4 ἐν τούτοις ἀκολουθεῖ καὶ τῷ πρώτῳ τὸ τρίτον· ἐν δὲ τῷ ἀνθρώπῳ καὶ τῷ ζῴῳ καὶ τῇ οὐσίᾳ τρισὶν οὖσιν ἀκολουθεῖ τῷ μὲν ἀνθρώπῳ τὸ ζῷον, τῷ δὲ ζώῳ ἡ οὐσία· ἐν τούτοις ἄρα ἀκολουθήσει καὶ τῷ ἀνθρώπῳ ἡ οὐσία.

因为当前提这样被摄入时,按推论的方式、而不再是无方法地得出的结论乃是“狄翁说真话”。因此,这样被摄取的论辩与那样被摄取的论辩相差有多大,定言三段论与所谓无方法得出结论的论辩相差也就有多大。 在某些论辩中,看清为了形成完整推论缺少了什么、多余地摄入了什么并不困难,正如在我们先前所提及的论辩中那样;因为在这些论辩中略去的内容是显而易见的。但在那些引出了某种其他结论、而非从所列前提中推导出的结论的论辩中,看清这一点同样不难,例如在伊壁鸠鲁所提出的论辩中:“死亡对我们无足轻重;因为被解体者缺乏感觉,而缺乏感觉者对我们无足轻重。”但推导出来的并不是这一结论,而是在第一格中得出“被解体者对我们无足轻重”。同样,在巴门尼德从“在有之外者是非有,非有即无”推导出“有是一”的论辩中亦是如此;因为在这里推导出的结论也是显而易见的:因为从所列前提中在第一格推导出来的是“在有之外者即无”,而不是如他所认为的“因此有是一”。因为一般而言,结论必须由在两条前提中所摄取的两端项构成。而在前提中的两端项,是指在前提的设定中各自仅被摄取一次的项;因为置于两条前提之中且与两个端项各自相联结的项则是中项。因此,正如我所说,在某些论辩中察觉论证上的错误较为容易;但在另一些论辩中却不易看清,它们虽非推论,却因引出的结论从所列前提中必然跟随而显得像是推论,正如在我们已经谈到的那些论辩中显而易见的那样,而在我们现在将要引述的范例中也是如此,该范例乃是这样的:“当非实体被除去时,实体不被除去;而当构成某物的事物被除去时,由它们构成的事物亦毁灭。”因为从这些前提必然得出“实体的部分是实体”;然而这并未得到推论性的论证,而是为了形成推论还缺少若干前提——也就是说,未曾列出本应摄入的前提,其中一些前提与本可推论性地论证某物的前提等值,而某物则被略去了。如果这些所列的前提被转述为那些前提,并且缺少的部分被补充摄入,那么推论便会成立。因为对于“非实体被除去时,实体不被除去”这一前提而言,其换位命题“共同除去实体者是实体”具有与之同等的效力;因为凡由于其被除去而实体被除去者,该事物便是实体。再次,对于表明“当构成某物的事物被除去时,由它们构成的事物亦毁灭”的前提,正如我所说,必须补充摄入“全体是由部分构成的”;因为“当部分被除去时全体毁灭”这一命题将为真,从该命题跟随出“当实体的部分被除去时由它们构成的实体亦毁灭”,与此等值的是“除去实体的实体部分属于实体”,这被作为从那些前提中转述而来的内容列出。于是生成的前提是:“实体的部分除去实体;共同除去实体者是实体”;从这些前提在第一格中推导出结论“实体的部分是实体”。因此在论辩中摄入了另一些前提以替代原有前提,而另外的前提则被略去了。 此外,我亦批评以下这一范例:它虽然具有从所列前提必然跟随的结论——即在人存在则动物存在、动物存在则实体存在的情况下,跟随出人存在则实体存在——但绝非推论性地如此。因为这些前提并不具备若要成为推论所必须具备的条件;而这一必须具备的条件就是,或者两条前提皆为全称,或者至少其中一条必须是全称。然而在这里,没有摄入任何全称前提。尽管如此,由于被略去的那条若列出便会成为推论的全称前提为真,显得跟随所列前提而来的结论便显得为真。而该全称前提乃是:“凡跟随某物者,亦跟随该物所跟随者。”在“若人存在则动物存在,且动物存在则实体存在”的论证中,实体跟随动物,动物跟随人;因此实体亦跟随人。或者也可以这样表述:“在有三者存在、第二者跟随第一者且第三者跟随第二者的情况中,第三者在这些情况中亦跟随第一者;而在人、动物与实体这三者存在时,动物跟随人,实体跟随动物;因此在这些情况中实体亦将跟随人。”

语法注4 条
  1. 3.0ἀλλ’ οὐ τοῦτο τὸ συναγόμενον, ἀλλ’ ὅτι τὸ διαλυθὲν οὐδὲν πρὸς ἡμᾶς ἐν πρώτῳ σχήματι

    省略了动词的对照句结构:在 οὐ τοῦτο [ἐστὶ] τὸ συναγόμενον(“得出的并非此点”)之后,第二个 ἀλλά 引出名词性 ὅτι 从句,补足动词 [συνάγεται](“得出……”)。此结构突出了伊壁鸠鲁的两条前提在第一格中实际推导出的端项结论(“被解体者对我们无足轻重”)与其声称的结论(“死亡对我们无足轻重”)之间的脱节。

  2. 3.0μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀναιρεῖται οὐσία

    带否定词 μὴ 的独立属格结构(表条件,“当非实体被除去时”),与主句的否定 οὐκ ἀναιρεῖται(“实体不被除去”)相配合。正如泰米斯提乌斯随后的解释所示,该否定条件句在逻辑上充当与其对偶命题“共同除去实体者是实体”等价的前提。

  3. 3.0ἐξ ὧν δέ ἐστί τι ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεται

    独立属格分词 ἀναιρουμένων 与关系从句 ἐξ ὧν δέ ἐστί τι(“构成某物的事物”)所指代的名词结合,构成条件性的独立属格“当构成某物的事物被除去时”。主句为 καὶ τὸ ἐκ τούτων φθείρεται(“由它们构成者亦毁灭”),其中介词短语 ἐκ τούτων 回指关系从句所界定的构成要素。

  4. 3.0ἐν οἷς τρισὶν οὖσιν ἕπεται τῷ πρώτῳ τὸ δεύτερον καὶ τῷ δευτέρῳ τὸ τρίτον, ἐν τούτοις ἀκολουθεῖ καὶ τῷ πρώτῳ τὸ τρίτον

    由关系从句首的 ἐν οἷς τρισὶν οὖσιν 与主句的指示短语 ἐν τούτοις 相呼应的相关结构。分词 τρισὶν οὖσιν 与关系词 οἷς 同为与格(“在有三者存在的情况中”)。此句法结构用于将假言归结的传递律一般化为一条定言性质的全称前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:123.5-124.24