- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:121.29-123.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌以大小关系和亲属关系的论辩为例,论述了必然的归结并不直接等同于推论,唯有补出隐藏的全称前提并将小前提合并后才能成为推论。他进而指出,斯多亚学派所谓“无方法得出结论者”的论辩,在补充了被略去的全称前提后,同样可以被分析并还原为定言三段论。
ὅμοιον τούτῳ καὶ τὸ λαβόντας τὸ Α μεῖζον εἶναι1 τοῦ Β καὶ τὸ Β τοῦ Γ εἰρῆσθαι συλλογιστικῶς δείκνυσθαι τὸ καὶ τὸ Α 〈τοῦ Γ〉 μεῖζον εἶναι, ἐπεὶ ἀναγκαίως τοῦτο ἕπεται. ἀλλ’ οὔπω συλλογισμὸς τοῦτο, ἂν μὴ προσληφθῇ καθόλου πρότασις ἡ λέγουσα ‘πᾶν τὸ τοῦ μείζονός τινος μεῖζον καὶ τοῦ ἐλάττονος ἐκείνου μεῖζόν ἐστι’, τὰ δὲ κείμενα δύο πρότασις γένηται μία ἡ ἐλάττων ἐν τῷ συλλογισμῷ λέγουσα ‘τὸ δὲ Α τοῦ Β μείζονος ὄντος τοῦ Γ μεῖζόν ἐστι’· συναχθήσεται γὰρ οὕτως τὸ καὶ τὸ Α τοῦ Γ μεῖζον εἶναι κατὰ συλλογισμόν. ἐπεὶ ἀναγκαίως γε πολλάκις ληφθεῖσί τισιν ἀκολουθεῖ καὶ παρὰ τὴν τῆς ὕλης ἰδιότητα καίτοι ἀσυλλογίστως κειμένων, ἐφ’ οἷς τὸ ἀναγκαῖον,2 ὡς ἐπὶ τῶν ὁρισμῶν καὶ τῶν ἰδίων ἐν δευτέρῳ σχήματι δύο καταφατικῶν ληφθεισῶν προτάσεων. ὁμοίως τοῖς προειρημένοις καὶ οὗτος ὁ λόγος· ὅδε τις τῷδέ ἐστιν ἐκ τῶν αὐτῶν γονέων, οἷον ὁ Α τῷ Β· ἀλλὰ καὶ ὁ Β τῷ Γ ἐκ τῶν αὐτῶν ἐστι γονέων· ὁ Α ἄρα τῷ Γ ἐκ τῶν αὐτῶν γονέων ἐστί. λείπει γὰρ πρὸς τὸ συλλογισμὸν γενέσθαι καθόλου πρότασις ἡ λέγουσα πάντας τοὺς τῷ αὐτῷ ἐκ τῶν αὐτῶν γονέων ὄντας ἀδελφοὺς εἶναι· ᾗ προτάσει ἂν προστεθῇ ἡ διῃρημένη μία γενομένη ἡ λέγουσα ‘οἱ δὲ Α καὶ Γ ἐκ τῶν αὐτῶν γονέων εἰσὶ τῷ Β’· οὕτως γὰρ συνάγεται τὸ τοὺς Α Γ ἀδελφοὺς εἶναι. ὅτι γὰρ διὰ τὴν καθόλου πρότασιν τὴν προστεθειμένην ὁ συλλογισμός, δῆλον ἐκ τοῦ μή, ἂν μὴ τὸ καθόλου ἀληθὲς ᾖ, μηκέτ’ ἀληθὲς εἶναι τὸ ἐπὶ τοῖς οὕτω ληφθεῖσι συμπέρασμα· οὐ γὰρ ἔτι ἀληθὲς γίνεται, ἂν λάβωμεν ‘ὁ Α τοῦ Β ἀδελφός ἐστιν, ὁ Β τοῦ Γ ἀδελφός ἐστι’, τὸ καὶ τὸν Α τοῦ Γ ἐξ ἀνάγκης ἀδελφὸν εἶναι τῷ μὴ εἶναι τὴν καθόλου πρότασιν ἀληθῆ τὴν ὅτι οἱ τῷ αὐτῷ ἀδελφοὶ καὶ ἀλλήλοις εἰσὶν [οἱ] ἀδελφοί. ὁ γὰρ παῖδα ἔχων καὶ ἀγαγόμενος ἄλλην γυναῖκα παῖδα καὶ αὐτὴν ἔχουσαν ἂν σχῇ ἐκ ταύτης παῖδα, ἑκατέρου μὲν τῶν προϋπαρχόντων αὐτοῖς παιδίων ἀδελφὸς ἔσται τοῦτο, οὐ μὴν διὰ τοῦτο καὶ ἀλλήλων ἀδελφοὶ οἱ προϋπάρχοντες. Τοιοῦτοί εἰσιν, οὓς λέγουσιν οἱ νεώτεροι ἀμεθόδως περαίνοντας. οὓς ὅτι μὲν 〈μὴ〉 λέγουσι3 συλλογιστικῶς συνάγειν, ὑγιῶς λέγουσι· πολλοὶ γὰρ αὐτῶν εἰσι τοιοῦτοι. ὅτι δὲ ἡγοῦνται ὁμοίους αὐτοὺς εἶναι τοῖς κατηγορικοῖς συλλογισμοῖς, περὶ ὧν ἡ παροῦσα πραγματεία, οὕτως λαμβανομένους, ὡς τιθέασιν αὐτούς, τοῦ παντὸς διαμαρτάνουσιν· εἰ γὰρ ἦσαν τούτοις ὅμοιοι, εἶχον ἂν καὶ τὸ εἶναι συλλογισμοί. νῦν δὲ οἱ μὲν πολλοὶ τῶν τοιούτων λόγων ἐκ πάντων ἐπὶ μέρους εἰσίν· ἡμεῖς δὲ ἐδείξαμεν μηδένα τῶν κατηγορικῶν συλλογισμῶν γινόμενον χωρὶς καθόλου προτάσεως. εἰ γὰρ ἐγίνετό τι κατὰ συλλογισμὸν συμπέρασμα ἐπὶ δύο προτάσεσιν ἐν μέρει, ἔδει ἐπὶ πάσης ὕλης τὸ ὅμοιον γίνεσθαι συμπέρασμα· διὸ καὶ οὗτοι οὐκ ὄντες καθ’ αὑτοὺς συλλογιστικοὶ προστεθείσης αὐτοῖς τῆς καθόλου προτάσεως, ὡς εἴρηται, γίνονται συλλογισμοί. ἡ γὰρ αἰτία τοῦ τοὺς λεγομένους ἀμεθόδως περαίνειν ἔχειν ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπόμενον τὸ δοκοῦν συνάγεσθαι παρὰ τὸ καὶ ἐν τούτοις ἀληθῆ εἶναι τὴν καθόλου πρότασιν4 ὄντων τοιούτων τῶν λαμβανομένων, ἣν παραλείπουσι· διαιροῦσι δὲ τὴν ἐλάττονα εἰς δύο προτάσεις. τοιοῦτοι γάρ εἰσιν οἱ τοιοίδε· λέγει Δίων, ὅτι ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἀληθεύει Δίων· ἡμέρα ἄρα ἐστί. πάλιν λέγει Δίων, ὅτι ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἡμέρα ἐστίν· ἀληθεύει ἄρα Δίων. προσληφθέντι μὲν γὰρ τῷ εἶναι τοῦτο, ὃ λέγει τις, ἕπεται τὸ ἀληθεύειν αὐτόν· εἰ δὲ ἀληθεύειν προσληφθείη, ἕπεται τὸ εἶναι τοῦτο, ὃ λέγει εἶναι. ἐν ἑκατέρῳ γὰρ τῶν λόγων παρειάθησαν καθόλου προτάσεις ἀληθεῖς οὖσαι, ἐν τῷ μὲν τὸ ‘πᾶν, ὃ λέγων τις ἀληθεύει, ἐκεῖνο ἔστιν· ἀληθεύει δὲ Δίων λέγων, ὅτι ἡμέρα ἐστίν’, ὃ διῄρηται εἴς τε τὸ ‘λέγει Δίων, ὅτι ἡμέρα ἐστί’ καὶ τὸ ‘ἀλλὰ καὶ ἀληθεύει Δίων’, ἐφ’ οἷς συμπέρασμα κατὰ συλλογισμὸν τὸ ‘ἡμέρα ἄρα ἐστίν, ὃ λέγει Δίων’· ἐν δὲ τῷ ἑτέρῳ ἡ μὲν παρειμένη πρότασις οὖσα καθόλου ἐστὶν ὅτι ὁ τὸ ὂν λέγων, ὅτι ἐστίν, ἀληθεύει· διῄρηται δὲ ἡ ‘Δίων δὲ ἡμέρας οὔσης λέγει, ὅτι ἡμέρα ἐστίν’· αὕτη γὰρ διῄρηται εἴς τε τὴν ‘λέγει Δίων, ὅτι ἡμέρα ἐστί’ καὶ τὴν ‘ἡμέρα ἐστί’.
与此相似的还有:有人在设定A大于B且B大于Γ之后,便声称由于这必然归结出来,所以A大于Γ也得到了推论性的论证。但这还不是推论,除非补充一条全称前提,表明“凡大于某一较大事物者,亦大于该较小事物”,并且所列出的两条前提在推论中变为一条小前提,表明“而A大于大于Γ的B”;因为只有这样,A大于Γ才是按照推论得出的。因为确实,由于质料的特殊性,某些即使以非推论方式列出的前提,其下也会常常必然地跟随有某种结论,在这些情况中存在着必然性,正如在第二格中设定两条肯定前提时的定义和固有属性那样。 与前述论辩相似的还有这一论辩:“此人与彼人同父同母,例如A与B;但B亦与Γ同父同母;因此A与Γ同父同母。”因为为了形成推论,还缺少一条全称前提,表明凡与同一人同父同母者皆是兄弟;如果在这条前提上补充合二为一的被分割的前提,表明“而A与Γ与B同父同母”;因为这样才能得出A与Γ是兄弟的结论。推论之所以是由于补充的全称前提而成立,从以下事实中也是显而易见的:若全称前提不真,则基于这样设定的前提得出的结论便不再为真;因为如果我们假定“A是B的兄弟,B是Γ的兄弟”,A亦必然是Γ的兄弟这一点便不再为真,这是由于“凡与同一人为兄弟者彼此亦是兄弟”这一全称前提并不真。因为一个已有孩子的男子若娶了另一个自身亦有孩子的女子,并与她生了一个孩子,这个孩子固然是他们原先各自已有的孩子的兄弟,但原先已有的孩子们并不因此彼此亦是兄弟。 较近代的学者们所说的“无方法得出结论者”就是这一类论辩。他们说这些论辩并非推论性地得出结论,在这一点上他们说得很对;因为其中许多确实属于此类。但他们认为,按照他们设定这些论辩的方式来理解,它们就类似于定言三段论——即本篇著作所探讨的内容——在这一点上他们就彻底错了;因为如果它们类似于定言三段论,它们也就应当具有作为推论的性质。而事实上,大多数此类论辩完全是由特称前提构成的;但我们已经指出,没有哪个定言三段论能够在没有全称前提的情况下生成。因为如果按照推论能够在两条特称前提下得出某种结论,那么在任何质料下都应当得出类似的结论;因此,这些论辩本身虽非推论性的,但在如前所述向它们补充了全称前提之后,便成为推论。因为所谓无方法得出结论的论辩之所以具有似乎被得出、且从所列前提中必然跟随的结果,原因正在于当摄入的前提具有此类性质时,他们所略去的那条全称前提在这些情况中亦为真;而他们是将小前提分割成了两条前提。例如以下论辩就属于此类:“狄翁说,现在是白天;但狄翁亦说真话;因此现在是白天。”又如:“狄翁说,现在是白天;但现在亦是白天;因此狄翁说真话。”因为若补充摄入某人所说之事属实,便会归结出他说真话;若补充摄入他说真话,便会归结出他说存在的那件事属实。因为在每一个论辩中都略去了真实的全称前提:在前者中略去的是“凡某人说真话时所言之事,皆属实;而狄翁说现在是白天时说真话”,这被分割为了“狄翁说,现在是白天”和“但狄翁亦说真话”,基于这些前提按照推论得出的结论是“因此现在是白天,即狄翁所言之事”;而在后者中,所略去的那条全称前提则是“凡在某事物存在时说其存在的人,说真话”;而被分割的前提则是“而狄翁在白天存在时说现在是白天”;因为这一前提被分割为了“狄翁说,现在是白天”以及“现在是白天”。
- 3.0ὅμοιον τούτῳ καὶ τὸ λαβόντας τὸ Α μεῖζον εἶναι τοῦ Β καὶ τὸ Β τοῦ Γ εἰρῆσθαι συλλογιστικῶς δείκνυσθαι τὸ καὶ τὸ Α 〈τοῦ Γ〉 μεῖζον εἶναι
ὅμοιον τούτῳ 为表语,带冠词的不定式短语 τὸ ... εἰρῆσθαι 作句子的主语。宾格分词 λαβόντας 是不定式 εἰρῆσθαι 的逻辑主语(表示“人们设定……之后便声称……”),而 τὸ καὶ τὸ Α τοῦ Γ μεῖζον εἶναι 则是从属于 εἰρῆσθαι 的不定式 συλλογιστικῶς δείκνυσθαι 的主格/宾格主语。
- 3.0παρὰ τὴν τῆς ὕλης ἰδιότητα καίτοι ἀσυλλογίστως κειμένων, ἐφ’ οἷς τὸ ἀναγκαῖον
παρὰ τὴν τῆς ὕλης ἰδιότητα 为表示原因的介词短语(“由于质料的特殊性”)。καίτοι ἀσυλλογίστως κειμένων 是带有让步意味的属格绝对结构(“尽管[前提]是以非推论方式列出的”),在语义上呼应前文与格的 ληφθεῖσί τισιν。ἐφ’ οἷς τὸ ἀναγκαῖον 是一个关系分句,修饰在其下产生必然性的前提或条件。
- 3.0οὓς ὅτι μὲν 〈μὴ〉 λέγουσι συλλογιστικῶς συνάγειν, ὑγιῶς λέγουσι
关系代词 οὓς 作为先取构词置于句首,指代前句的 τοιοῦτοι,并作后文 λέγουσι 的宾语。校勘所补入的 〈μὴ〉 构成了否定:“在声称它们并非推论性地得出结论这一方面”,这与后文的批评——即他们错误地认为这些论辩类似于定言三段论——形成了紧密的 μὲν ... δέ 对比。
- 3.0ἡ γὰρ αἰτία τοῦ τοὺς λεγομένους ἀμεθόδως περαίνειν ἔχειν ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπόμενον τὸ δοκοῦν συνάγεσθαι παρὰ τὸ καὶ ἐν τούτοις ἀληθῆ εἶναι τὴν καθόλου πρότασιν
主语为 ἡ αἰτία,其后的冠词性属格不定式短语 τοῦ ... ἔχειν 作限制性修饰(“……之所以具有……的原因”)。谓语核心是介词短语 παρὰ τὸ ... εἶναι(“在于……的事实”)。在属格结构内部,τοὺς λεγομένους ἀμεθόδως περαίνειν 是不定式 ἔχειν 的宾格主语,τὸ δοκοῦν συνάγεσθαι 是宾语,ἑπόμενον 则作表语性补足语(“作为必然跟随已列前提的事物”)。
