- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:120.12-121.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯解释了如何补全被省略的全称大前提以及如何处理多余或中介前提,并强调并非所有必然的推论结果在未补出全称公理时就直接构成三段论推论。
ἔστι δ’, ὅτε ἔμπαλιν τὴν μὲν καθόλου παραλείπουσιν ὡς γνώριμον τὴν δὲ ἐλάττονα τιθέασιν, ὡς ὁ συλλογιζόμενος, ὅτι οὗτος κολάσεώς ἐστιν ἄξιος, διὰ τοῦ ‘μοιχὸς γάρ ἐστιν ἢ κλέπτης ἢ ἱερόσυλος’· ἐν πᾶσι γὰρ τούτοις ἡ καθόλου παρεᾶται ὡς φανερὰ ἡ λέγουσα, ὅτι πᾶς μοιχὸς κολάσεως ἄξιος ἢ πᾶς κλέπτης ἢ πᾶς ἱερόσυλος, ἐφ’ οἷς συμπέρασμα τὸ ‘οὗτος ἄρα κολάσεως ἄξιος’. ἢ πάλιν εἴ τις λαβὼν τὸ ‘οὗτος καλλωπιστής’ ἐπιφέρει ‘μοιχὸς ἄρα’ παραλιπὼν τὸ καθόλου τὸ ‘πᾶς καλλωπιστὴς μοιχός’. χρὴ οὖν τὸν ἀνάγειν καὶ ἀναλύειν πειρώμενον ταύτην τὴν πρότασιν αὐτὸν προτιθέναι, λέγω δὲ τὴν καθόλου. καὶ γὰρ δὴ καὶ διὰ τῶν καθόλου αἱ ἐλάττους καὶ καθέκαστα περαίνονται καὶ δείκνυνται καὶ πιστοῦνται τῷ ὑπ’ ἐκείνας εἶναι1 τὰς καθ’ ἕκαστα· ἀδύνατον γὰρ συμπέρασμα συλλογιστικῶς γενέσθαι ἄνευ τῆς καθόλου. ἐπεὶ δὲ ἐν τοῖς συλλογισμοῖς παραλείπονταί τινες κατασκευαστικαὶ τῶν προσεχῶν προτάσεων προτάσεις, ἄλλαι δὲ πάλιν μάτην προστίθενται, ἢ αἱ μὲν προσεχεῖς παραλείπονται, αἱ δὲ τούτων κατασκευαστικαὶ τίθενται, χρὴ καὶ ταύτας παραφυλάττειν τὰς ἔξωθεν τῶν προσεχῶς εἰλημμένας. καὶ εἰ μὲν εἶεν τοιαῦται ὡς δι’ αὐτῶν περαίνεσθαί τε καὶ δείκνυσθαι τὰς δύο, ὡς εἶναι ἑκατέραν τῶν προσεχῶν τοῦ δεικνυμένου προτάσεων ἐκείνων συμπεράσματα, κἀκείνας δηλονότι ὁμοίως ἐκληψόμεθά τε καὶ ἀνάξομεν εἴς τι τῶν σχημάτων. εἰ δὲ μήτε συλλογίζοιντό τι τῶν κειμένων μήτε ἄλλως δεικνύοιέν τι, ὥσπερ δεικνύουσιν αἱ ἐπακτικῶς λαμβανόμεναι εἰς σύστασιν τῆς καθόλου προτάσεως, μήτε ὄγκου ἢ ἄλλου τινὸς χρειώδους χάριν εἶεν, οἷον κρύψεως ἢ σαφηνείας, ἀφαιρητέον καὶ ἀποκριτέον αὐτὰς ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ὡς μάτην καὶ κενῶς εἰλημμένας. εἰ δὲ εἶεν ἐκείνων χάριν τινὸς παρακείμεναι, χωριστέαι μὲν καὶ τότε τῶν κυρίων τοῦ συμπεράσματος προτάσεων, παραδεικτέον δέ, οὗ χάριν εἰσὶ κείμεναι. δεῖ γὰρ τὸ συμπέρασμα γίνεσθαι, εἰ κατὰ συλλογισμὸν γίνοιτο, “τῷ ταῦτα εἶναι”·2 τὰ δ’ οὕτως τιθέμενα οὐ τοιαῦτα. ἐν γὰρ τῷ λόγῳ τῷ ‘πᾶν τὸ αὐτοκίνητον ἀεικίνητον, πᾶν τὸ ἀεικίνητον ἀθάνατον’ “τὸ δ’ ἄλλο τι κινοῦν καὶ ὑπ’ ἄλλου κινούμενον παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζωῆς” οὐδὲν πρὸς τὸ συμπέρασμα τὸ ‘πᾶν τὸ αὐτοκίνητον ἀθάνατον’ συντελεῖ, ἀλλ’ εἰσὶν αἱ πρῶται προτάσεις αὐτοῦ συνακτικαί. καθόλου μὲν οὖν δεῖ ἐπισκέπτεσθαι ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ταῖς εἰς τὰ σχήματα, τί ἐστι περιέργως καὶ ἔξωθεν εἰλημμένον, καὶ τί τῶν ἀναγκαίων παραλέλειπται, καὶ τὸ μὲν ἀναγκαῖον προσθετέον, τὸ δὲ περιττὸν ἀφαιρετέον, ἕως ἂν ἔλθωμεν καὶ εὕρωμεν ζητοῦντες, 〈τί〉 τίνος χάριν εἴληπται καὶ τί παρεῖται, εἰς τὰς δύο προτάσεις τὰς τοῦ συμπεράσματος κυρίας. ἄνευ γὰρ τοῦ ταύτας εὑρεῖν τε καὶ λαβεῖν ἀποκρῖναί δὲ καὶ χωρίσαι τὰς περιττὰς οὐκ ἔστιν ἀγαγεῖν εἰς σχῆμα τοὺς οὕτως ἠρωτημένους λόγους. οἷον ἂν λαβών τις καθόλου πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’ λάβῃ καὶ τὸ ‘πᾶν καλὸν ἀγαθόν’, λάβῃ δὲ καὶ τὸ ‘πᾶν τὸ συμφέρον ἀγαθόν’ ὁμοίως, εἶτ’ ἐπενέγκῃ συμπέρασμα τὸ ‘ὑγίεια ἄρα ἀγαθόν’· ἐν γὰρ τούτῳ τῷ λόγῳ αἱ μὲν ‘πᾶν καλὸν ἀγαθόν’ καὶ ‘πᾶν συμφέρον ἀγαθόν’ περιτταί. κἂν ᾖ δὲ εἰλημμένον τό τε ‘πᾶν τὸ κατὰ φύσιν οἰκεῖον’ καὶ ‘πᾶν τὸ κατὰ φύσιν ἀγαθόν’ καὶ συμπέρασμα ἐπὶ τούτῳ ‘τὸ ὑγίεια ἄρα ἀγαθόν’, τὸ ‘ἡ μὲν ὑγίεια οἰκεῖον’ ἔσται πάλιν παρειμένον, αἱ δὲ ‘πᾶν τὸ οἰκεῖον κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν’ δεικνύοιεν τὴν εἰλημμένην πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’. [βʹ] χρὴ δὲ μὴ ἁπλῶς βλέπειν πρὸς τὸ συμπέρασμα καὶ ἐν τοῖς κειμένοις ἀναγκαίως τι ἕπεται, ἡγεῖσθαι συλλογισμὸν εἶναι. οὐ γάρ, εἰ ὁ συλλογισμὸς ἐξ ἀνάγκης δείκνυσί τι, ἤδη καὶ ἔνθα ἂν ᾖ ἐξ ἀνάγκης τι δεικνύμενον τῷ τοῖς κειμένοις ἕπεσθαι, τοῦτο συλλογισμός ἐστιν· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ.3 διὸ οὐχί, εἰ ἕπεται ἐξ ἀνάγκης ληφθέντι τῷ τὸ Α τῷ Β ἴσον εἶναι καὶ τὸ Γ τῷ Β τὸ καὶ τὸ Α τῷ Γ ἴσον εἶναι, ἤδη καὶ συλλογισμὸς τοῦτο. ἔσται δὲ συλλογιστικῶς τὸ συνιστάμενον, ἂν προσλαβόντες καθόλου πρότασιν τὴν λέγουσαν “τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα” τὰ εἰλημμένα δύο ὡς προτάσεις εἰς μίαν συστείλωμεν πρότασιν, ἣ ἴσον ταῖς δύο δύναται· ἔστι δ’ αὕτη ‘τὰ δὲ Α καὶ Γ τῷ αὐτῷ (τῷ γὰρ Β) ἴσα’· συνάγεται γὰρ κατὰ συλλογισμὸν οὕτως τὸ Α καὶ τὸ Γ ἀλλήλοις εἶναι ἴσα.
但有时情况相反,他们将全称前提作为众所周知之事而略去,却列出小前提,正如有人通过“因为他是奸夫、盗贼或神庙盗窃者”来推论此人应受惩罚一样;因为在所有这些情况中,那条表明凡奸夫皆应受惩罚、凡盗贼皆应受惩罚或凡神庙盗窃者皆应受惩罚的全称前提都被作为显而易见之事而略去了,基于这些前提得出的结论是“因此此人应受惩罚”。又如有人取了“此人是好修饰者”,略去全称前提“凡好修饰者皆是奸夫”,而得出“因此他是奸夫”。因此,尝试还原和分析的人必须亲自补出这一前提,我指的是全称前提。因为确实,小前提和个别的前提也是通过全称前提得以完成、论证和确证的,这是由于那些个别前提从属于全称前提;因为若无全称前提,结论便不可能按照推论的方式生成。 既然在推论中,建立直接前提的某些前提有时被略去,而另一些前提又被无谓地附加,或者直接前提被略去而建立它们的前提被列出,那么对于这些在直接选取的前提之外的前提,也必须加以留意。如果它们能够使那两个前提得以完成和论证,以至于被论证的直接前提中的每一条都是那些外部前提的结论,那么显然我们也将同样提取它们并将它们还原到诸格之一。但是,如果它们既不推论性地得出任何已列出的前提,也不以其他方式论证任何事物——如同为了确立全称前提而归纳性地选取的前提所展示的那样——又非出于修辞铺陈或其他某种实用目的(例如隐蔽或明晰),那么在推论的分析中就必须将它们剔除和分离,视其为无益且空洞的预设。然而,如果它们是出于那些目的之一而附带置入的,即使在此时也应当将它们与得出结论的主要前提分离开来,但必须指出它们是为何目的而被置入的。因为如果结论是按照推论生成的,它就必须“由于这些条件存在”而生成;但以这种方式置入的事物并不属于此类。事实上,在“凡自身运动者皆恒常运动,凡恒常运动者皆不死”这一论辩中,“推动他物且被他物推动者,具有运动的休止便具有生命的休止”这一命题对于“凡自身运动者皆不死”这一结论毫无作用,相反,最初的前提才是得出该结论的根据。 因此,总的来说,在将推论分析到诸格时,必须考察什么是多余的、从外部摄入的,以及必然的要素中有什么是被略去的;必须补上必然的要素,剔除多余的要素,直到我们在探求什么因何而被摄入、什么被略去时,能够最终到达并发现得出结论的两条主要前提。因为若不发现并提取这两条前提,若不剔除并分离开多余的前提,就无法把以这种方式提出的论辩还原到某个格中。例如,有人取了全称前提“凡固有之物皆是善”,又同样取了“凡美者皆是善”,且同样取了“凡有益者皆是善”,然后得出结论“因此健康是善”;因为在这一论辩中,“凡美者皆是善”与“凡有益者皆是善”是多余的。又如,即使摄入了“凡顺应自然者皆是固有之物”以及“凡顺应自然者皆是善”,并由此得出结论“因此健康是善”,“健康是固有之物”这一前提便再次被略去了,而“凡固有之物皆顺应自然”和“凡顺应自然者皆是善”则将论证所摄入的前提“凡固有之物皆是善”。 人不应当仅仅着眼于结论,并因为在已列出的前提中必然会归结出某种结果,就认为这是一个推论。因为并非如果推论必然地论证某事,那么只要有某种事物由于跟随已列出的前提而被必然地论证,这就已经是推论了;因为必然的事物比推论具有更广的外延。因此,并非如果在设定A等于B且Γ等于B之后必然会归结出A也等于Γ,这就已经是推论了。但是,如果我们在补充了表明“与同一事物相等者彼此也相等”的全称前提之后,把作为前提而摄入的两者缩合为一个具有两者相等效力的单一前提,那么所构成的论证就会具有推论性;而这单项前提就是“A与Γ等于同一事物(即等于B)”;因为只有这样,A与Γ彼此相等才是按照推论得出的结论。
- 3.0χρὴ δὲ μὴ ἁπλῶς βλέπειν πρὸς τὸ συμπέρασμα καὶ ἐν τοῖς κειμένοις ἀναγκαίως τι ἕπεται, ἡγεῖσθαι συλλογισμὸν εἶναι.
καὶ 之后的从句省略了条件连词 εἰ(意为“即便从已列出的前提中必然归结出某事”)。否定词 μή 统摄不定式 βλέπειν 与 ἡγεῖσθαι,构成“不可仅仅着眼于结论……且因为必然得出某事就认为这是推论”的否定祈使结构。
- 3.0τῷ ταῦτα εἶναι
此处直接引用了亚里士多德《前分析篇》A1(24b19)中关于三段论的定义语。定冠词与不定式构成的与格结构(τῷ + εἶναι)表示原因或手段,即“由于这些条件存在/成立”。
- 3.0ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ
成语 ἐπὶ πλέον 意为“外延更广”或“涵盖范围更大”。属格 τοῦ συλλογισμοῦ 作比较属格,表达了概念的外延包含关系:“必然的事物在外延上大于推论”。
