← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§118.33-120.12

推论向诸格的还原与省略前提的补充

特米斯提乌斯引入了《前分析篇》后半部分关于将推论分析(还原)至诸格的任务,阐明了提取前提和项以确定格的步骤,以及补充因众所周知而被省略的前提(如小前提)的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#1

Ἐπεὶ δὲ πέρας ἀπείληφεν ἡμῖν τὸ περὶ εὐπορίας τῶν προτάσεων σκέμμα, ἐντεῦθεν ἤδη λοιπὸν μέθοδον ὑπογράψομεν, δι’ ἧς δυνησόμεθα πάντα τὸν προβληθέντα συλλογισμὸν ἀνάγειν εἰς τὸ οἰκεῖον σχῆμα, ἥτις μέθοδος εὑρετικοὺς ἡμᾶς ποιήσει καὶ τοῦ τίνες μὲν τῶν ἐρωτωμένων λόγων εἰσὶ συλλογιστικοί, τινὲς δὲ φαίνονται μέν, εἰσὶ δὲ ἀσυλλόγιστοι. εἰ γάρ τις εἰς μηδὲν τῶν τριῶν ἀνάγεσθαι δύναιτο σχημάτων τῇ μεθόδῳ ταύτῃ προσχρωμένων ἡμῶν, ἣν παραδίδομεν, ἢ ἀνάγοιτο μὲν εἴς τι αὐτῶν, μὴ τῶν συλλογιστικῶν δὲ συζυγιῶν τινα, δηλονότι ἀσυλλόγιστος ἂν 〈εἴη.〉 ἀπὸ δὲ τῆς μεθόδου τῆς νῦν παραδεδομένης καὶ Ἀναλυτικὰ ἡμῖν ἐπιγράφεται τὰ βιβλία. οὐ τῶν ἁπλῶν δὲ μόνων ἀλλὰ καὶ τῶν συνθέτων ὑπογράψομεν τὴν ἀνάλυσιν. λεκτέον οὖν ἂν εἴη, πῶς ἀνάξομεν τοὺς συλλογισμοὺς εἰς τὰ προειρημένα σχήματα· λοιπὸν γάρ ἐστι τοῦτο κεφάλαιον τῆς περὶ συλλογισμῶν πραγματείας. εἰ γὰρ τήν τε γένεσιν τῶν συλλογισμῶν εἰδείημεν, ἣν ὑπεγράψαμεν διὰ τῶν τριῶν σχημάτων καὶ τῶν καθ’ ἕκαστον αὐτῶν συλλογιστικῶν συζυγιῶν, ἔχοιμεν δὲ καὶ τοῦ εὑρίσκειν τε καὶ ποιεῖν αὐτοὺς τοὺς συλλογισμοὺς μέθοδον, ἣν ἐδιδάξαμεν ἤδη διὰ τοῦ δεῖξαι, ὅτι δεῖ ἐκλέγειν ἑκατέρου τῶν ἐν τῷ προβλήματι ὅρων τά τε ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτοὶ ἕπονται καὶ τὰ μὴ ὑπάρχοντα ἑκατέρῳ αὐτῶν, καὶ ἐκ τούτων τίνα κατ’ οἰκειότητα τοῦ προβλήματος συντιθέμενα τὸν μέσον ὅρον ποιεῖ, εἰ δὴ πρὸς ἐκείνοις τοῖς δύο καὶ τοὺς γεγονότας ἤδη συλλογισμοὺς ἀναλύειν δυνάμεθα εἰς τὰ συλλογιστικὰ σχήματα, τέλος ἂν ἡμῖν ἔχοι ἡ προκειμένη πραγματεία.1 χρήσιμος δὲ ἔσται ἡ γνῶσις τῆς ἀναλύσεως τῶν συλλογισμῶν καὶ πρὸς τὴν τῶν πρότερον εἰρημένων βεβαίωσιν· ταῦτα δ’ ἐστίν, ὅτι πᾶς συλλογισμὸς ἐν τοῖς τρισὶ σχήμασι, καὶ ὅτι ἐξ ὅρων τριῶν καὶ προτάσεων δύο προσεχῶν πᾶς. ἐκ γὰρ τῆς τῶν γεγονότων ἀναλύσεως εἰς αὐτὰ πιστότερα ἐκεῖνα καὶ βεβαιότερα ἡμῖν ἔσται, καὶ ὅτι ἐκ τοῦ εἰς μηδὲν ἄλλο ἀνάγεσθαι δύνασθαι τοὺς γεγονότας συλλογισμοὺς ἢ εἰς ἐκείνων τι καὶ ἐκεῖνα βεβαιωθήσεται. Ἐπεὶ δὲ πᾶς συλλογισμός, ἄν τε ἁπλοῦς ἄν τε σύνθετος ᾖ, ἐδείχθη ἐκ προσεχῶν δύο προτάσεων γινόμενος καὶ ὅρων τριῶν, δεῖ προβληθέντος συλλογισμοῦ πρῶτον τὰς δύο προτάσεις λαμβάνειν, αἵ εἰσιν ἐκ τῶν τριῶν ὅρων. ῥᾷον γὰρ εὑρεῖν τὰ μείζω μόρια τῶν ἐλαττόνων· μείζω δ’ ἐστὶ τὰ συγκείμενα τῶν ἁπλῶν, ἐξ ὧν σύγκεινται, ὅπερ αἱ προτάσεις πρὸς τοὺς ὅρους πεπόνθασιν·2 ἐκ γὰρ τῶν ὅρων σύγκεινται αὗται. μετὰ δὲ τὸ λαβεῖν τὰς προσεχεῖς προτάσεις δεῖ ἐπιβλέπειν, ποία καθόλου καὶ μείζων ἐστί, καὶ ποία ἐλάττων καὶ μερικωτέρα· κἂν γὰρ ἀμφότεραι καθόλου ὦσιν, ἀλλ’ ἔστιν αὐτῶν καθ’ ἕκαστον σχῆμα ἡ μὲν μείζων ἡ δὲ ἐλάττων, μείζων μέν, ἐν ᾗ ὁ μείζων καὶ κατηγορούμενος ὅρος ἐν τῷ συμπεράσματι, ἐλάττων δέ, ἐν ᾗ ὁ ὑποκείμενος. ἐπεὶ δὲ ἐνίοτε οἱ συλλογίζεσθαι βουλόμενοι οὐ [τι] τιθέασιν ἀμφοτέρας τὰς προτάσεις ἀλλὰ τὴν ἑτέραν λείπουσιν, ἡμᾶς δεῖ λαμβάνειν τὴν παρειμένην, μεθ’ ἧς ἡ κειμένη τὸ προκείμενον συμπέρασμα προσεχῶς συνάγει. ἐνίοτε γὰρ οἱ συλλογιζόμενοι τὴν μὲν καθόλου πρότασιν λαμβάνουσι, τὴν δὲ ὑπ’ αὐτὴν ὡς γνώριμον παραλείπουσιν, οἷον εἴ τις συνάγει, ὅτι ἡ ὑγίεια ἀγαθόν, λαβὼν καθόλου πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’, μηκέτι δὲ τὴν ἑτέραν προσλαβὼν ἀλλὰ παραλιπὼν ὡς γνώριμον· ἔστι δ’ αὕτη, ὅτι ἡ ὑγίεια οἰκεῖον. ἡμᾶς οὖν τοὺς βουλομένους ἀνάγειν τὸν συλλογισμὸν καὶ ἀναλῦσαι εἴς τι τῶν σχημάτων δεῖ προσθεῖναι τὴν παραλειπομένην· τεθείσης γὰρ εὑρεθήσεται, ἐν ᾧ σχήματί ἐστιν ὁ συλλογισμός, ὡς ἐπὶ τοῦ προκειμένου. προστεθείσης γάρ, ἧς εἶπον, προτάσεως γνώριμον ἐγένετο, ὅτι πρῶτόν ἐστι τὸ σχῆμα· ὁ μέσος γὰρ ὅρος ἐν τῷ συλλογισμῷ, τὸ οἰκεῖον, κατηγορούμενος μὲν τῆς ὑγείας ὑποκείμενος δὲ τῷ ἀγαθῷ. μὴ τεθείσης δὲ ταύτης οὐδὲ τὴν ἀρχὴν ἂν εἴη τὸ εἰρημένον συλλογισμός. ἢ πάλιν εἴ τις λαβὼν πᾶν τὸ αἱρετὸν ἀγαθὸν εἶναι 〈ἐπιφέροι τὸ ‘ἡ ἡδονὴ ἄρα ἀγαθόν’ παραλιπὼν ὡς γνώριμον τὸ τὴν ἡδονὴν αἱρετὸν εἶναι〉, ἥτις ἐλάττων ἐστὶ πρότασις. ὁμοίως κἂν λαβών τις ‘οὐδεὶς τὰ ἀλλότρια κρύφα ὑφαιρούμενος ἀγαθός’ ἐπιφέρει ‘οὐδεὶς ἄρα κλέπτης ἀγαθός’· ἔσται γὰρ παρειακὼς ὡς γνώριμον τὴν ἐλάττονα τὴν ‘πᾶς δὲ κλέπτης τὰ ἀλλότρια ὑφαιρεῖται’. καὶ οὕτως μὲν ἐν τοῖς τοιούτοις ἡ ἐλάττων παραλείπεται.

既然关于获得前提的考察对我们而言已告完成,那么从现在起,我们将描绘所余下的方法,通过该方法我们将能够把每一个提出的推论还原到其固有的格中;这一方法也将使我们能够发现,在被提出的论辩中,哪些是具有推论性的,哪些只是表面相似而实际上是非推论性的。因为如果我们应用我们所传授的这一方法,某论辩不能被还原到三个格中的任何一个,或者虽然被还原到其中之一,却不属于推论性的组合之一,那么它显然就是非推论性的。正是根据现在所传授的这一方法,我们的著作也被冠以《分析篇》之名。而且,我们不仅将描绘简单推论的分析,还将描绘复合推论的分析。因此应当说明,我们将如何把推论还原到前述的诸格中;因为这是关于推论的论述所余下的主要部分。事实上,如果我们既知晓推论的生成——这乃是我们通过三个格及其各自中的推论组合所描绘的——又掌握发现和构造推论本身的方法——这乃是我们此前通过展示以下要点而教导的:必须针对论题中的两个项分别选出跟随它们的事物、它们所跟随的事物以及不属于它们各自的事物,并指出其中哪些事物根据论题的固有性质组合起来便构成了中项;如果除此二者之外,我们还能够将已经构成的推论分析到诸推论格中,那么我们眼下的论述就将达到完满。推论分析的知识对于证实此前所述的观点也是有用的;那些观点即是:每一个推论都在三个格之内,且每一个推论都由三个项和两个直接前提构成。因为通过将已构成的推论分析到这些格中,那些结论对我们而言将变得更加可信、更加确凿,并且由于已构成的推论只能被还原到这些格中的某一个而无法还原到其他任何事物,那些结论也将得到确证。既然每一个推论,无论是简单的还是复合的,都已被证明是由两个直接前提和三个项构成的,那么当提出一个推论时,首先必须提取出由三个项构成的两个前提。因为发现较大的部分比发现较小的部分更容易;而合成的事物大于构成它们的简单事物,这正是前提相对于项所具有的关系;因为前提正是由项合成的。在提取出直接前提之后,必须察看哪一个是全称的且为大前提,哪一个是小前提且更为特称;因为即使两者都是全称的,但在每一个格中它们依然一为大前提,一为小前提——大前提是包含大项即结论中的谓项的前提,小前提则是包含主项的前提。然而,由于有时希望进行推论的人并不列出两个前提,而是省略其一,我们便必须补出被遗漏的前提,正是与该前提一起,已列出的前提才直接推导出提出的结论。因为推论者有时采取了全称前提,却将从属于它的前提视为众所周知而略去,例如有人得出结论说“健康是善”,取了“一切固有之物皆是善”这一全称前提,不再补充另一前提,而是视其为众所周知而略去;而这一前提就是“健康是固有之物”。因此,我们这些希望还原推论并将其分析到某一个格中的人,就必须补上被略去的前提;因为一旦置入该前提,推论处于哪一个格就会显明,正如在当前所提的例子中那样。实际上,补上我所说的前提之后,事情就显明了:它是第一格;因为该推论中的中项“固有之物”,对健康作谓项,而对善作主项。若不置入该前提,所说的话根本就不成其为推论。又如有人取了“一切值得欲求之物皆是善”,省略了“快感是值得欲求之物”这一众所周知的前提,而得出“因此快感是善”,这被略去的就是小前提。同样,如果有人取了“暗中掠取他人之物者皆非善人”,而得出“因此盗贼皆非善人”,他也就是把“凡盗贼皆掠取他人之物”这一小前提作为众所周知之事而略去了。就这样,在这些情况下小前提被省略。

语法注2 条
  1. 3.0εἰ γὰρ τήν τε γένεσιν τῶν συλλογισμῶν εἰδείημεν ... εἰ δὴ πρὸς ἐκείνοις τοῖς δύο καὶ τοὺς γεγονότας ἤδη συλλογισμοὺς ἀναλύειν δυνάμεθα ..., τέλος ἂν ἡμῖν ἔχοι ἡ προκειμένη πραγματεία.

    长条件句的骨架结构:先行的两个条件分句“εἰ γὰρ ... εἰδείημεν”(愿望语气)与“ἔχοιμεν δὲ καὶ ... μέθοδον”(愿望语气),被“εἰ δὴ ... δυνάμεθα”(此处用直陈式δυνάμεθα替代愿望语气δυναίμεθα起强调重申作用)所总结和强化,最终引出主句的归结“τέλος ἂν ἡμῖν ἔχοι”(带有ἄν的愿望语气)。

  2. 3.0ὅπερ αἱ προτάσεις πρὸς τοὺς ὅρους πεπόνθασιν

    关系代词ὅπερ指代前文所述的整个事实状态(即合成之物大于构成它的简单要素这一关系),并与习惯搭配πάσχω πρὸς+宾格(“对……处于某种关系/状态”)结合使用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:118.33-120.12