← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§117.12-118.31

划分法的无能与前提选拔法的优越性

忒弥斯提乌斯表明划分法既不能推论偶性、固有属性或属,在证明尚存争议的事项和确立定义上也毫无用处,并总结指出唯有此前所述的前提选拔法才能发现推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#19

τῶν γὰρ λαμβανομένων κοινῶν τε καὶ γενῶν ἡ διαίρεσις οὐ κατὰ συμβεβηκότα γίνεται ἀλλὰ κατὰ τὰς διαφορὰς τὰς ἐν τῇ οὐσίᾳ· συμβεβηκὸς δὲ καὶ τὸ ἴδιον· ἔτι τε οὐδὲ οἷόν τε εἰς ἴδια τὴν διαίρεσιν τῶν γενῶν γίγνεσθαι. ἔτι οὐδέ, εἰ γένος τόδε τι ἢ οὔ, δείκνυσιν, ἀλλὰ λαβὼν τόδε εἶναι γένος τοῦ προκειμένου ὡς ὂν φανερὸν τὴν διαίρεσιν αὐτοῦ ποιεῖται, ὡς ἤδη προείρηται. δι’ ὧν δὲ οἷόν τε γένος κατασκευάζειν ἢ ἀνασκευάζειν, ἐν τοῖς Τοπικοῖς εἴρηται· ὁμοίως δὲ καὶ δι’ ὧν συμβεβηκὸς ἢ ἴδιον δείκνυται. ἀλλ’ οὐδέ, ὃ ἐκ τοῦ συλλογισθέντος αἰτεῖταί τε καὶ τίθησιν (ἔστι δὲ τοῦτο τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως, ὃ λαμβάνει μετὰ τοῦ διαιρεθέντος γένους), πότερον γένος ἢ ἴδιον ἢ συμβεβηκός ἐστιν τοῦ προκειμένου, δείκνυσιν·1 οὐδὲ 〈γὰρ〉 τὴν ἀρχὴν αὐτὸ ὑπάρχειν τῷ κειμένῳ διὰ συλλογισμοῦ δείξας ἔθετο. καὶ συνελόντα εἰπεῖν ἄχρηστος ἡ μέθοδος ἡ διαιρετικὴ πρὸς συλλογισμόν· τεττάρων γὰρ ὄντων προβλημάτων, περὶ ὅρου, περὶ ἰδίου, 〈περὶ γένους,〉 περὶ συμβεβηκότος, περὶ οὐδενὸς τούτων οἵα τέ ἐστι συλλογίσασθαι ἡ μέθοδος· περὶ γὰρ οὗ οἴεται μόνου δεικνύναι, οὐδὲ τοῦτο δείκνυται διὰ συλλογισμοῦ. ἐφ’ ὧν μὲν γὰρ φανερόν ἐστι τὸ προκείμενον καὶ μὴ δεόμενον δείξεως, οἷον ὅτι ὁ ἄνθρωπος λογικός ἐστιν ἀλλ’ οὐκ ἄλογον, ἢ ὅτι ὑπόπουν ἀλλ’ οὐκ ἄπουν, καὶ δίπουν ἀλλ’ οὐ πολύπουν, ἐπὶ τούτων δόξουσιν εὐλόγως προσλαμβάνειν τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως τῷ γνώριμον εἶναι καὶ μὴ ἀμφισβητούμενον· ἐφ’ ὧν δὲ ἀγνοεῖται τὸ προκείμενον, ἐν ὁποτέρῳ τῶν ἐκ τῆς διαιρέσεώς ἐστι, καὶ δείξεως δεῖται, ἄχρηστος ἐπὶ τούτων ἡ μέθοδος αὐτοῖς.2 ἀπορουμένου γὰρ τοῦ πότερον ἄρτιοι οἱ ἀστέρες ἢ περιττοί, ἂν λαβών τις τὸν ἀριθμὸν πάντα καὶ πᾶν πλῆθος διέλῃ εἴς τε τὸ περιττὸν καὶ ἄρτιον, προσλαμβάνοι δὲ καὶ τοὺς ἀστέρας πλῆθος εἶναι καὶ ἀριθμόν, συνάξει, ὅτι ἄρτιοί εἰσιν ἢ περιττοὶ οἱ ἀστέρες, οὔτε δὲ τὸ περιττοὺς αὐτοὺς εἶναι ἢ ἀρτίους ἔτι δυνήσεται προσλαβεῖν τῷ μήτε γνώριμόν τι αὐτῶν εἶναι μήτε δείκνυσθαι. πάλιν εἰ [τοῦ] ζητουμένου τοῦ πότερον ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος ἢ ἀσύμμετρος λαβών τις μῆκος εἶναι τὴν διάμετρον διέλοι τὸ μῆκος εἴς τε τὸ σύμμετρον καὶ ἀσύμμετρον, συνάξει μὲν καὶ τὸ τὴν διάμετρον ἢ σύμμετρον 〈ἢ ἀσύμμετρον〉 εἶναι τῷ λαβεῖν μῆκος αὐτὴν εἶναι, ὃ οὐκ ἦν ζητούμενον, οὐχ ἕξει δὲ δεῖξαι, ἐν ὁποτέρῳ τούτων αὐτὴν θετέον· ὃ γὰρ ἂν προσλάβῃ, δεόμενον δείξεως καὶ ζητούμενον ἁπλῶς καὶ χωρὶς δείξεως λήψεται, ὃ ποιεῖν ἐξῆν αὐτῷ καὶ μὴ διαιρέσει χρησαμένῳ. ὥστε καθόλου, ἐν οἷς ζητεῖται καὶ μή ἐστι γνώριμον, ἐν ὁποτέρῳ τὸ ζητούμενον τῶν ἐκ τῆς διαιρέσεως, ἄχρηστος ἡ μέθοδος. δῆλον οὖν, ὅτι μὴ πρὸς πᾶσαν σκέψιν ἁρμόζει ὁ τοιοῦτος τρόπος, λέγω δὲ ὁ διαιρετικός· οὔτε γὰρ περὶ συμβεβηκότος ἢ ἰδίου, περὶ ὧν αἱ πλεῖσται ζητήσεις, οὔτε ἀποφατικόν τι ἔνεστι δι’ αὐτῆς δεῖξαι, οὐδ’ ὅτι γένος 〈τὸ〉 λαμβανόμενον. ἀλλ’ οὐδὲ ἐφ’ ὧν δοκεῖ μάλιστα ἁρμόττειν (ταῦτα δέ ἐστιν οἱ ὁρισμοί), οὐδὲ ἐπὶ τούτων ἔχει τι χρήσιμον. οὔτε γὰρ ἐφ’ ὧν ἄδηλον, ἐν ὁποτέρᾳ τὸ προκείμενον τῶν διαφορῶν τῶν ἐκ τῆς διαιρέσεως, ἔχει λαβεῖν, οὔτε ἐφ’ ὧν δῆλόν τέ ἐστι καὶ προσλαμβάνει θάτερον καὶ τίθησιν, οὐδὲ ἐπὶ τούτων, ὅτι τὸ ἐκ πάντων 〈τῶν〉 εἰλημμένων συντεθέντων ὁρισμός ἐστι τοῦ ἀνθρώπου, δύναται δειχθῆναι τῇ μεθόδῳ ταύτῃ. οὔτε γὰρ πάντα τὰ κατ’ ἰδίαν ἀληθευόμενα κατά τινος ἤδη καὶ συντεθέντα ἀληθῆ (οὐδὲ γὰρ εἰ σκυτεὺς καὶ ἀγαθός, ἤδη καὶ συντεθέντα σκυτεὺς ἀγαθός, οὐδ’ εἰ καὶ ἀληθῆ, διὰ τοῦτο ἤδη καὶ τὸ ἐξ αὐτῶν ἀληθές· οὐ γάρ, εἰ λευκὸν καὶ μουσικὸν καὶ βαδίζον ἦν, ἤδη καὶ ἓν ταῦτα, τὸ λευκὸν μουσικὸν βαδίζον, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐδείχθη)· ἀλλ’ οὐδ’ εἰ ἀληθῆ τε καὶ ἕν, ἤδη καὶ γνώριμον, ὅτι καὶ ὁρισμός· οὔτε γὰρ τὸ ‘ἄνθρωπος λευκός’, ἐπεὶ ὡς ἓν κατηγορεῖταί τινος, ἤδη καὶ ὁρισμός, οὔτε τὸ ‘ζῷον πεζόν’. Ἐπεὶ δὲ ἐδείξαμεν, ὅτι καὶ πρὸς ἀπόδειξιν καὶ συλλογισμὸν οὐδὲν χρήσιμος ἡ διαιρετικὴ μέθοδος (καὶ γὰρ πρὸς τὴν κατασκευὴν τοῦ ὅτι κατὰ τὴν προειρημένην ὑφ’ ἡμῶν ἐκλογὴν καὶ τὴν ἐπίβλεψιν τῶν ἐκλελεγμένων καὶ ὃν εἰρήκαμεν τρόπον ταύτην δεῖν ποιεῖν τήν τε τῶν προτάσεων λῆψιν καὶ τὴν τῶν συλλογισμῶν εὕρεσιν χρήσιμον ἡμῖν δειχθῆναι τὸ κατ’ ἐκείνην τὴν μέθοδον ἄχρηστον), ὃ φανερὸν ποιήσαντες ὑπομιμνήσκομεν καὶ τῶν προειρημένων3 δεικνύντες, ὅτι ἐκ τούτων καὶ οὕτως μόνως γένεσίς τε καὶ εὕρεσις τῶν συλλογισμῶν.

因为对所采纳的共有之物和属的划分,不是根据偶性进行的,而是根据实体中的差异进行的;而固有属性也是一种偶性;再者,属的划分也不可能向固有属性进行。此外,它甚至没有表明某个东西究竟是不是属,而是正如前面已经说过的,把这是所提出课题的属当作显而易见的事采纳之后,便对它进行划分。而在《学题篇》中已经说明了通过何种手段可以确立或反驳属;同样也说明了通过何种手段可以证明偶性或固有属性。不仅如此,它甚至没有表明它从推论所得中乞求并设定的东西(这就是划分所得中的另一方,是它与被划分的属一同采纳的)究竟是所提出课题的属、固有属性还是偶性;因为从一开始它就根本没有通过推论证明它属于所设定的课题,便将其设定了。简而言之,划分法对于推论是毫无用处的;因为在存在关于定义、关于固有属性、关于属、关于偶性这四个论题的情况下,该方法关于其中任何一个都无法进行推论;因为对于它自以为唯一能证明的事项,甚至这一点也不是通过推论证明的。因为,在所提出的课题显而易见且不需要论证的情况下(例如人是理性的而不是无理性的,或者是有足的而不是无足的,以及是二足的而不是多足的),在这些情况下,他们由于它是已知的且无可争议的,因而似乎合乎情理地额外采纳划分所得中的一方;但是,在所提出的课题处于划分所得中的哪一方并不为人所知且需要论证的情况下,这种方法对他们就是毫无用处的。因为,在恒星的数目是偶数还是奇数尚属疑难时,如果有人采纳所有的数和所有的多数性,将其划分为奇数和偶数,并额外采纳恒星也是多数性和数,他将得出恒星或是偶数或是奇数的结论,但他将无法进一步额外采纳它们为奇数或为偶数,因为其中任何一个都既非已知,也未被证明。再者,如果在探讨对角线与边是可通约的还是不可通约的时,有人采纳对角线是长度,把长度划分为可通约的和不可通约的,他固然会通过采纳它是长度(这并不是所探讨的课题)而推论出对角线或是可通约的或是不可通约的,但他将无法表明究竟应当把它置于这两者中的哪一方;因为无论他额外采纳什么,对于需要论证且正在探讨的事情,他都只是未经论证地径直采纳,而这件事即便不使用划分法,他原本也是可以做到的。所以在总体上,在正在探讨且未可知所探讨的课题处于划分所得中的哪一方的事情上,该方法是无用的。因此显而易见,这样一种方式(我指的是划分的方式)并不适合一切考察;因为无论关于偶性还是固有属性(大多数探究都是关于它们的),还是任何否定性的事情,都无法通过它来证明,甚至所采纳之物是属也无法证明。不仅如此,即使在它看似最适合的事情上(这些就是定义),甚至在这些事情上它也没有任何用处。因为在所提出的课题处于划分所得差异中的哪一方并不明了的情况下,它无法采纳;而在显而易见且额外采纳并设定另一方的情况下,甚至在这些情况下,由所有采纳的要素结合而成的东西是人的定义这一点,也无法通过这种方法得到证明。因为并非单独对于某物为真的所有属性,结合起来也立刻为真(因为即使一个人是皮匠且是优秀的,结合起来的‘优秀的皮匠’也并不立刻为真;即使它们为真,由此从它们结合而成的东西也并不立刻为真;因为正如在《解释篇》中所表明的那样,即使某物是白的、懂音乐的、步行的,这些属性也并不立刻就是一个,即‘白的懂音乐的步行之物’);而且即使它们既为真又是一个,也并不立刻已知它也是定义;因为‘白人’并不因作为一个一被述谓于某物,就立刻也是定义,‘陆生动物’也是如此。既然我们已经表明,划分法对于论证和推论均毫无用处(因为为了确立必须按照我们先前所述的选拔和对所选拔事项的通览并按照我们所说的方式来进行这一前提的采纳和推论的发现,表明按照那种方法是无用的对我们乃是有益的),在阐明了这一点之后,我们便指明推论的产生与发现唯独出自这些并且唯独以这种方式,从而也使人忆及前述的各项内容。

语法注3 条
  1. 2.0ἀλλ’ οὐδέ, ὃ ἐκ τοῦ συλλογισθέντος αἰτεῖταί τε καὶ τίθησιν (ἔστι δὲ τοῦτο τὸ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως, ὃ λαμβάνει μετὰ τοῦ διαιρεθέντος γένους), πότερον γένος ἢ ἴδιον ἢ συμβεβηκός ἐστιν τοῦ προκειμένου, δείκνυσιν

    关系代词从句 ὃ ... τίθησιν 属于前置的主题化结构(提置结构),它充当主谓动词 δείκνυσιν 的核心宾语,并置于间接疑问从句 πότερον γένος ἢ ἴδιον ἢ συμβεβηκός ἐστιν... 之前(对应于该从句中的主语成分)。整个句子的骨干结构为:“[划分法]甚至没有表明它从推论所得中乞求并设定的东西究竟是所提出课题的属、固有属性还是偶性”。

  2. 2.0ἐφ’ ὧν μὲν γὰρ φανερόν ἐστι τὸ προκείμενον καὶ μὴ δεόμενον δείξεως ... ἐπὶ τούτων δόξουσιν εὐλόγως προσλαμβάνειν ... ἐφ’ ὧν δὲ ἀγνοεῖται τὸ προκείμενον ... ἄχρηστος ἐπὶ τούτων ἡ μέθοδος αὐτοῖς

    由相关小词 μέν...δέ 引出的平行对比结构。前半句中,关系代词从句 ἐφ’ ὧν ... 与复指短语 ἐπὶ τούτων(“在这些情况下”)相呼应;后半句中,ἐφ’ ὧν δὲ ... 同样与 ἄχρηστος ἐπὶ τούτων 呼应。前半句动词 δόξουσιν 的主语是使用划分法的人们(承接前一语块以来的第三人称复数),而后半句的主语则是 ἡ μέθοδος。

  3. 2.0Ἐπεὶ δὲ ἐδείξαμεν ... (καὶ γὰρ πρὸς τὴν κατασκευὴν ... χρήσιμον ἡμῖν δειχθῆναι τὸ κατ’ ἐκείνην τὴν μέθοδον ἄχρηστον), ὃ φανερὸν ποιήσαντες ὑπομιμνήσκομεν καὶ τῶν προειρημένων

    章末的长周期句。在从属从句 Ἐπεὶ δὲ ἐδείξαμεν(“既然我们已经表明……”)之后,插入了说明该批判之功用的括号句(καὶ γὰρ πρὸς τὴν κατασκευήν...),随后主句以 ὃ φανερὸν ποιήσαντες ὑπομιμνήσκομεν... 重新接续。这里的关系代词 ὃ 充当连接性关系词,指代前面所证明的内容整体,作为分词 ποιήσαντες 的直接宾语(“在阐明了这一点之后,我们便使人忆及……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:117.12-118.31