- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:115.31-117.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯使用符号(Α、Β、Γ、Δ)将划分法的推论形式化,指出它所推导出的仅仅是析取命题,而在未经证明的情况下乞求了意图证明的定义和种差;他还通过指出划分法无法证明定义的必然统一性、无法进行反驳以及无法推论偶性和固有属性,并对比指出了本可通过有效三段论完成的替代证明,从而论述了划分法的局限性。
θέντες δὲ ταῦτα μετὰ ταῦτα ποιοῦνται τοῦ ζῴου τὴν διαίρεσιν τὴν εἰς τὰ προειρημένα πάντα, καὶ λαμβάνουσιν ἅπαν ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, ὃ ἴσον ἐστὶ τῷ ‘ὃ ἂν ᾖ Α, πᾶν ἢ Β ἐστὶν ἢ Γ’. διελόντες δὲ τὸ γένος, τὸ ζῷον, τὸν ἄνθρωπον μετὰ ταῦτα, ὅ ἐστιν ὑποκείμενος ὅρος, τουτέστι τὸ Δ, λαμβάνουσι καὶ τίθενται ζῷον εἶναι,1 καὶ τοῦτο χωρὶς δείξεώς τινος ποιοῦσιν· αἰεὶ γὰρ ἐν τῷ διαιρουμένῳ ὅρῳ καὶ μέσῳ λαμβανομένῳ χωρὶς δείξεως τινος τιθέασι τὸν ὅρον, οὗ τὸν ὁρισμὸν ζητοῦντες τῇ διαιρέσει χρῶνται. ἐκ δὴ τούτων συνάγεται τὸ Δ ἢ τὸ Β ἢ τὸ Γ εἶναι, τουτέστι τὸν ἄνθρωπον ἢ θνητὸν ἢ ἀθάνατον. καὶ τὸ μὲν δεικνύμενον συλλογιστικῶς τοῦτο. ὃ δέ γε βούλονται δεῖξαι, ὅτι θνητός ἐστιν ὁ ἄνθρωπος, ἐπ’ ἔλαττόν ἐστι τοῦ μέσου,〈τοῦ〉 ζώου. ὥστ’ ὃ μὲν οὐ βούλονται συλλογίζεσθαι, συλλογίζονται, ὃ δὲ προέκειτο αὐτοῖς συλλογίσασθαι, τοῦτο 〈οὐ〉 συνελογίσαντο ἀλλ’ ᾐτήσαντο λαβόντες τὸν ἄνθρωπον ἐν τούτῳ τῷ μορίῳ τῆς διαιρέσεως τοῦ ζώου εἶναι. καὶ πάλιν ἂν θελήσαιεν τὸν ἄνθρωπον ὑπόπουν δεῖξαι, συλλογίζονται μὲν ἢ ἄπουν ἢ ὑπόπουν αὐτὸν εἶναι, αἰτοῦνται δὲ τὸ ὑπόπουν, ὃ προέκειτο αὐτοῖς δεῖξαι· λαβόντες γὰρ τὸν ἄνθρωπον ζῶον θνητὸν εἶναι καὶ ἐν γένει τούτῳ, ὃ οὐδὲ αὐτὸ ἔδειξαν ἀλλὰ ἔλαβον· οὐ γὰρ ἔδειξαν ἀλλὰ ᾐτήσαντο τὸ θνητὸν αὐτὸν εἶναι. οὕτως ἑκάστην τῶν διαφορῶν λαμβάνοντες, οὐ δείξαντες ἀλλ’ αἰτήσαντες, τέλος ὧν προέθεντο δεῖξαι οὐδὲν ἀποδεικνύουσι. καίτοι οὕτως λαμβάνοντες, ἃ χρήσιμα οἴονται πρὸς τὸ ὁρίσασθαι, καὶ ταῦτα αὐτὰ αἰτούμενοι ἀλλ’ οὐ διὰ συλλογισμοῦ δεικνύντες τὸ εἶναι τοῦτο τὸν ἄνθρωπον ἢ ὅ τι2 ἂν ᾖ τὸ ὁριζόμενον ὑπ’ αὐτῶν, τὸ ἐκ τῶν οὕτως εἰλημμένων ἠθροισμένον, οὐ δεικνύουσι συλλογιστικῶς οὐδ’ ὅτι ἀναγκαῖον οὕτως ἔχειν. οὐ γὰρ εἰ κατά τινος τὸ ζῶον ἀληθὲς καὶ τὸ θνητόν, ἤδη καὶ τὸ ὅλον ὡς ἕν· δεῖται γάρ τινος τοῦτο διορισμοῦ,〈πότε〉 ἓν συντεθέντα τὰ χωρὶς κατηγορούμενα καὶ πότε οὔ. οὔτε γὰρ ἐπὶ πάντων ἀληθὲς οὔτε ἐφ’ ὧν ἀληθές, ἤδη καὶ ἕν, ὅπερ ὁ μὴ διαστειλάμενος καὶ τοῦτο, εἰ καὶ ἀληθές ἐστι, προχείρως λαμβάνει. ὅτι γὰρ τὰ ληφθέντα οὕτως καὶ συντεθέντα τοῦτον τὸν τρόπον ἢ ὡς ἓν κατηγορεῖται ἢ ὡς ὁρισμός ἐστιν ἀνθρώπου ἢ ἄλλου τινός, ὃ προτίθενται ὁρίσασθαι, οὔτε σαφῶς λέγουσιν, οὔθ’ ὡς ἀναγκαῖον ὂν ἐκ τῶν κειμένων τοῦτον εἶναι τὸν ὁρισμὸν τοῦ προκειμένου δεικνύουσι τῷ μήτε ἀναγκαῖον εἶναι τὰ ἰδίᾳ ὑπάρχοντά τινι ταῦτα καὶ συντεθέντα ἀληθεύεσθαι κατ’ αὐτοῦ, ὡς ἐπὶ τοῦ σκυτέως τοῦ ἀγαθοῦ ἐδείχθη ἐν τῷ Περὶ ἑρμηνείας, μήτε, εἰ καὶ ὑπάρχει πάντα ἅμα τῷ ὑποκειμένῳ τὰ κατ’ ἰδίαν ληφθέντα, ἤδη γνώριμον εἶναι, ὅτι ὁρισμός ἐστι τοῦ ὑποκειμένου ταῦτα τὰ συντεθέντα. οὐδὲν γὰρ ἡ μέθοδος εἰς τὴν τούτων δεῖξιν συντελεῖ. καὶ γὰρ εἰ τὸ πάντα ὑπάρχειν ἀκολουθεῖ τῷ εἶναι ἐκ τῆς τοῦ εἰλημμένου διαιρέσεως ἕκαστον τῶν προσλαμβανομένων, ἀλλ’ ὅτι γε ὁρισμὸς ταῦτα, οὐ δεικνύουσιν, ὅπερ ὡς ποιήσοντες ἦλθον ἐπὶ τὸ διαιρεῖν. καὶ γὰρ πᾶσα ἡ ὁδὸς αὐτοῖς ἡ διαιρετικὴ αὕτη γίνεται, οὐδὲ τὰς περὶ ἑκάστου τῶν λαμβανομένων ὑπ’ αὐτῶν ἐνδεχομένας εὐπορίας πρὸς τὸ συλλογιστικῶς δειχθῆναι αὐτὰ λαμβάνουσιν. ἔνεστι μὲν γὰρ τὸν ἄνθρωπον λογικὸν εἶναι συλλογίζεσθαι καὶ ἐξ οἰκείων προτάσεων λαβόντας πάντα ἄνθρωπον διανοητικὸν εἶναι φέρε ἢ βουλευτικὸν ἢ ἀριθμητικόν, ἑκάστου δὲ τούτων τὸν λόγον κατηγορήσαντας. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ συλλογίσασθαι, ὅτι μή ἐστιν ἄλογος· ἦν γὰρ αὐτοῖς ἡ διαίρεσις ἡ τοῦ ζώου εἰς τὸ λογικὸν καὶ ἄλογον. ἂν δὴ διὰ συλλογισμοῦ δειχθῇ ὁ ἄνθρωπος μὴ ὢν ἄλογος, εὐλόγως ἂν λαμβάνοιτο λογικὸς εἶναι, ἐπεὶ [δὲ] δέδεικτο ἢ λογικὸς ἢ ἄλογος ὤν. ὅτι οὖν μὴ ἄλογος· πᾶς ἄνθρωπος διανοητικός, οὐδὲν διανοητικὸν ἄλογον, οὐδεὶς ἄρα ἄνθρωπος ἄλογος. τούτων μὲν οὖν οὐδὲν προσλαμβάνουσιν ἐν ταῖς δείξεσι, δι’ ὧν οἷόν τε διὰ συλλογισμῶν τῶν ἐκ τῆς διαιρέσεως τοῦ κοινοῦ τὸ ἕτερον δεῖξαι τῷ ὑποκειμένῳ ὑπάρχον, διαιρούμενοι δὲ τὸ κοινὸν καὶ τὸ γένος αἰεί, ὃ βούλονται τῶν ἐκ τῆς διαιρέσεως, χωρὶς δείξεως προσλαμβάνουσι. Φανερὸν δὲ καὶ πρὸς τῷ ὃ συλλογίζονται μὴ δεῖξαι, ὃ βούλονται, εἶναι ἄλλο δέ τι, διὸ καὶ ἀσθενὴς ὁ συλλογισμὸς αὐτῶν, ὅτι οὔτε ἀνασκευάσαι οἷόν τε χρωμένους ταύτῃ τῇ μεθόδῳ (πάντα γὰρ καταφατικὰ τὰ συναγόμενα κατὰ τὴν μέθοδον ταύτην· τὸ δὲ ἕτερον τῶν ἐκ τῆς διαιρέσεως μὴ ὑπάρχειν τῷ προκειμένῳ προχείρως λαμβάνεται ὥσπερ καὶ τὸ ἕτερον ὑπάρχειν· οὐδετέρου γὰρ ἰδίᾳ γίνεται ὁ συλλογισμός)· ἀλλ’ οὐδὲ περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι οἷόν τε τῇ μεθόδῳ ταύτῃ χρωμένους.
他们在设定了这些之后,接着便对动物进行向上述所有部分的划分,并采纳“凡动物或是必死的或是不死的”,这等于“凡是Α的,全或是Β或是Γ”。在划分了属即动物之后,他们接着采纳作为下位项即Δ的人,并设定其为动物,而他们做这一点时没有给出任何证明;因为在被划分且被作为中项采纳的项中,他们始终没有给出任何证明就置入了他们使用划分法探求其定义的那个项。于是,从这些前提出发得出结论:Δ或是Β或是Γ,也就是说,人或是必死的或是不死的。而通过推论所表明的就是这个。然而,他们意欲表明的事项,即人是必死的,在外延上小于中项即动物。因此,他们所推论出的是他们并不意欲推论的,而原本作为课题设定要推论的,他们却没有推论出来,反而通过采纳人处于动物划分的这一部分之中而予以乞求了。再者,如果他们想要表明人是有足的,他们推论出他或是无足的或是有足的,但却乞求了作为原本设定要表明的有足;因为他们采纳了人是必死的动物且属于这一属,而这一点本身他们也没有证明,只是予以假定;因为他们并没有证明,而是乞求了他作为必死的这一属性。他们以这种方式采纳每一个差异,不是证明而是通过乞求,最终对于他们设定要表明的东西一无所证。 尽管如此,他们以这种方式采纳他们认为有助于下定义的要素,并且乞求了这些要素本身,却没有通过推论表明人(或者任何被他们所定义的对象)就是从这样采纳的要素中汇集而成的这个东西,他们甚至没有通过推论表明必然如此。因为并非只要“动物”和“必死的”对于某物是真的,整个整体就立刻作为一个一[也是真的];因为这需要某种界定,即分开被述谓的要素何时结合为一个一,何时不然。因为这既不是在所有情况下都为真,也不是在它为真的地方就立刻是一个一,而未作此区分的人即便它为真,也会轻率地采纳这一点。因为他们既没有清楚地说出,这样被采纳并以这种方式结合的要素或是作为一个一被述谓,或是人以及他们设定要定义的任何其他对象的定义;他们也没有依据既定的前提表明这必然是所提出课题的定义,这是因为:个别地属于某物的这些要素即使结合起来也并不必然对其为真(正如在《解释篇》中关于优秀的皮匠所表明的那样);并且,即使所有单独采纳的要素同时属于主项,这些结合起来的要素也并不因此立刻显明就是该主项的定义。因为这种方法对于证明这些毫无贡献。因为,即使全都属于〔主项〕这一点随所额外采纳的每一要素均出自被采纳者的划分而得出,但他们并没有表明这些要素构成定义——而他们原本正是作为将要做这事的人走向划分的。事实上,他们的整个途径完全变成了这种划分性的途径,他们甚至没有利用关于他们所采纳之要素的各自可能的手法来通过推论证明它们。因为要推论出人是理性的,完全可以从固有的前提进行,例如采纳凡人或是思考的、或是深谋远虑的、或是能计数的,并把理性述谓于其中的每一个。不仅如此,还可以从推论出他不是无理性的来进行;因为他们对动物的划分正是划分为理性的和无理性的。如果通过推论表明人不是无理性的,那么既然已经表明他或是理性的或是无理性的,他就合乎情理地被采纳为是理性的。那么,他不是无理性的[其推论如下]:凡人是思考的,没有思考之物是无理性的,所以没有人是无理性的。因此,在这些证明中,他们丝毫没有额外采纳这类东西,而通过它们本可以通过推论表明共有之物划分所得中的一方属于主项;相反,他们始终在划分共有之物和属,而不加证明地额外采纳他们从划分所得中意欲采纳的那一方。 显然,除了他们所推论出的东西并不表明他们所意欲的东西而是别的东西之外(他们的推论也因此是软弱的),使用这种方法的人既不可能进行反驳(因为按照这种方法得出的结论全都是肯定性的;而划分所得中的一方不属于所提出的课题,就像另一方属于一样是轻率地被采纳的,因为推论并不是关于其中任何一方单独作出的);而且使用这种方法的人也根本不可能关于偶性或固有属性进行推论。
- 2.0τῷ μήτε ἀναγκαῖον εἶναι ... μήτε ... ἤδη γνώριμον εἶναι
带冠词不定式的与格结构(τῷ + 不定词),作原因状语,修饰前面的动词短语 οὔθ’ ὡς ἀναγκαῖον ὂν ... δεικνύουσι(他们也没有表明……是必然的)。由 μήτε ... μήτε ... 并列引导两个不定式从句(ἀναγκαῖον εἶναι 和 ἤδη γνώριμον εἶναι),分别陈述了其无法证明必然性的两重理由。
- 2.0πρὸς τῷ ὃ συλλογίζονται μὴ δεῖξαι, ὃ βούλονται, εἶναι ἄλλο δέ τι
带有介词和冠词不定式的结构(πρὸς τῷ + 不定式),关系从句 ὃ συλλογίζονται 作为共同主语,连接两个对比的不定式谓语短语:μὴ δεῖξαι ὃ βούλονται(并不表明他们所意欲的东西)与 εἶναι ἄλλο δέ τι(= εἶναι δὲ ἄλλο τι,而是别的东西,连词 δέ 后置)。
