← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§114.10-115.31

划分法作为软弱推论与中项选取的错误

特米斯提乌解释了为何划分法只是一种乞求论题而不能论证定义的“软弱推论”,并通过引入词项(Α、Β、Γ、Δ)开始指出,第一格中的论证推论要求中项小于谓项,而划分法却错误地将中项作为高于谓项的普遍者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#17

προθέμενος γὰρ δεῖξαι τὸν ἄνθρωπον λογικόν, ἂν οὕτω τύχῃ, λαβὼν τὸ γένος αὐτοῦ τὸ ζῷον, τοῦτο διαιρεῖ εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον καὶ συλλογίζεται μέν, ὅτι ἐστὶν ὁ ἄνθρωπος ἢ λογικὸν ἢ ἄλογον διὰ τῶν ‘ἄνθρωπος ζῶόν ἐστι, πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογόν ἐστιν, ὁ ἄνθρωπος ἄρα ἢ λογικὸν ἢ ἄλογον’· διὸ καὶ μόριόν ἐστι τῆς ὑφ’ ἡμῶν προειρημένης μεθόδου· ὃ δὲ προέκειτο αὐτῷ δεῖξαι (ἦν δὲ τοῦτο τὸ λογικόν), τοῦτο οὔτε δείκνυσιν οὔτε συλλογίζεται, ἀλλὰ ὁ συλλογισάμενος τὸ κοινὸν καὶ καθόλου, ὑφ’ οὗ περιέχεται τὸ λογικόν, συνήγαγεν ἢ λογικὸν ἢ ἄλογον εἶναι τὸν ἄνθρωπον·1 τὸ δὲ λογικὸν αὐτὸν εἶναι καὶ μὴ ἄλογον χωρὶς δείξεως αἰτεῖταί τε καὶ τίθησιν. εἰ δέ ἐστιν ἀσθενὴς συλλογισμὸς ἡ διὰ τῆς διαιρέσεως δεῖξις, μικρόν τι ἂν μόριον εἴη τῆς ὑφ’ ἡμῶν παραδεδομένης μεθόδου, μόριον μὲν οὖσα αὐτῆς, καθὸ ὁπωσοῦν συνάγει τι καὶ συλλογίζεται, εἰ καὶ μὴ ὃ προτίθεταί τε καὶ βούλεται, μικρὸν δέ, ὅτι ἀσθενὴς 〈καὶ〉 οὐχ ὃ βούλεται δείκνυσιν, ἢ 〈μικρὸν μέν,〉 διότι περὶ τῶν ἐν τῇ οὐσίᾳ μόνον καὶ κατὰ τῶν ἐν τῷ πρώτῳ σχήματι μόνον καὶ ἐν τούτῳ μοναχῶς, ἀσθενὴς δέ, ὅτι μὴ τὸ προκείμενον οἷόν τε κατ’ αὐτὸν συλλογίσασθαι.2 Πρῶτον δ’ αὐτὸ τοῦτο ἐλελήθει τοὺς χρωμένους τῇ διαιρετικῇ μεθόδῳ, ὅτι ᾤοντο οὐσίας τε καὶ ὁρισμοῦ ἀπόδειξιν εἶναι καὶ διὰ τοῦτο ἐπειρῶντο ἀποδεικνύναι τε καὶ συνάγειν τὸν ἑκάστου ὁρισμὸν χρώμενοι τῇ διαιρετικῇ ταύτῃ. ὅτι μὲν οὖν μὴ ἔστιν ὁρισμοῦ ἀπόδειξιν καὶ συλλογισμὸν ποιῆσαι ὡς συμπέρασμα τὸν ὁρισμὸν τῆς ἀποδείξεως γενέσθαι, καθὰ ἡ διαιρετικὴ ποιεῖν βούλεται, δείξομεν αὐτοὶ ἐν τῷ τῶν Ὑστέρων ἀναλυτικῶν δευτέρῳ. ὅτι 〈δὲ〉 μηδὲ ἡ διαίρεσις αὐτοῖς τοιοῦτόν τι ἐδείκνυεν, ὡς ᾤοντο, νῦν ἐροῦμεν. δύο οὖν ἠγνόουν οἱ χρώμενοι τῇ διαιρετικῇ, οὔτε γὰρ ὅ τι οἷόν τε ἦν συλλογίσασθαι διαιρουμένους (οὐ γὰρ τὸν ὁρισμόν, ὡς ᾤοντό τε καὶ ἐβούλοντο), ἔτι τε ὅτι οὕτως ἐνεδέχετο τῇ διαιρετικῇ χρωμένους συλλογίσασθαί τι, ὡς εἴρηται· εἰρήκαμεν γάρ, ὅτι αἰεὶ τῶν ἄνωθέν τινος ὁ συλλογισμὸς διὰ τῆς διαιρέσεως γίνεται, ἀλλ’ οὐκ αὐτοῦ τοῦ προκειμένου. καὶ τοῦτο οὖν ἠγνόουν. ἢ καὶ ἄλλως· δύο 〈ἠγνόουν〉 οἱ χρώμενοι τῇ διαιρετικῇ, τήν τε γὰρ παρ’ ἡμῶν παραδεδομένην μέθοδον, ἧς κατὰ ἄγνοιαν οὐ τὸ προκείμενον συνελογίζοντο, ἔτι τε ὅπερ ἐνεχώρει συλλογίσασθαι διὰ τῆς διαιρετικῆς μεθόδου. τί δὲ ἦν συλλογίσασθαι, τὸ ὅτι ὁ ἄνθρωπος ἢ λογικὸς ἢ ἄλογος· αὐτοὶ δὲ τοῦτο μὲν ἠγνόουν, ἀεὶ δέ τι τῶν ἄνω συνελογίζοντο· ἐνόμιζον δέ, ὅτι τὸ λογικὸν εἶναι συνελογίζοντο. Ἐπεὶ δὲ προείπομεν περὶ τῆς διαιρετικῆς τινα, ὅτι τε μικρὸν μόριόν ἐστι τῆς συλλογιστικῆς καὶ ἀσθενὴς συλλογισμός, διότι, ὃ μὲν βούλεται δεῖξαι, τοῦτο αἰτεῖται, συλλογίζεται δὲ αἰεί τι τῶν ἄνωθεν, καὶ ὅτι τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν ἑκάστου ᾤοντο δεικνύναι τῇ μεθόδῳ ταύτῃ, ὃ οὔτε ἔστι συλλογίσασθαι οὔτε ἐδείκνυον ἐκεῖνοι, καὶ ὅτι ἠγνόουν, πῶς δεῖ συλλογίζεσθαι, νῦν ἤδη ἕκαστα τούτων οὕτως ἔχοντα δείξομεν διὰ τοῦ παραθέσθαι, πῶς μὲν ποιοῦσιν οἱ ἀποδεικνύοντές τι καὶ συλλογιζόμενοι, τί δὲ ἐποίουν ἐκεῖνοι. ἐν μὲν οὖν ταῖς ἀποδείξεσι καὶ τοῖς συλλογισμοῖς, ὅταν ἄλλῳ ἄλλο ὑπάρχειν δέῃ δεῖξαί τε καὶ συλλογίσασθαι, δεῖ τὸν μέσον ὅρον τὸν συνάπτοντα τὰς προτάσεις ἐλάττονα εἶναι τοῦ κατηγορουμένου καὶ ὑποκείμενον τῷ, οὗ βούλονται ποιῆσαι συμπέρασμα.3 αὕτη γὰρ ἡ τάξις ἐν πρώτῳ σχήματι, δι’ οὗ αἵ τε ἀποδείξεις αἱ κυρίως καὶ τὸ παντὶ καὶ καθόλου [καὶ] ἄλλο ἄλλῳ ὑπάρχειν δείκνυται, ὅπερ κἀκεῖνοι δεικνύναι βούλονται· ὧν γὰρ τοὺς ὁρισμοὺς ζητοῦσιν, οὐκ ἔστι καθ’ ἕκαστον· τὰ γὰρ καθ’ ἕκαστα οὐχ ὁριστά. αἱ μὲν οὖν ἀποδείξεις διὰ τοῦ τοιούτου μέσου, ὃ πάντως ὑπόκειται τῷ δεικνυμένῳ· τοῦτο γάρ ἐστι τὸ ἐλάττονα εἶναι. διὸ καὶ ἔστιν ἧττον [τὸ] καθόλου τὸ μέσον, εἰ καὶ ἴσον ποτὲ τῷ κατηγορουμένῳ λαμβάνεται· τὸ γὰρ κατηγορούμενον μᾶλλον καθόλου τοῦ ὑποκειμένου αὐτῷ. ἡ δὲ διαίρεσις τοὐναντίον μεῖζον μὲν καὶ καθόλου τὸ μέσον λαμβάνει, τὸ δὲ κατηγορούμενόν τε καὶ ὃ βούλεται δεῖξαι καὶ συμπεράνασθαι διὰ τοῦ μέσου ὑπάρχον τινί, ἔλαττον, ὃ ἐδείχθη ἡμῖν ἀσυλλόγιστον· γίνεται γὰρ οὕτως ἡ μείζων πρότασις ἐπὶ μέρους ἐν πρώτῳ σχήματι. διὸ οὐδὲ συνελογίζοντο τὸ προκείμενον. πῶς οὖν τοῦτο ποιοῦσι, δεικτέον. βουλόμενοι γὰρ δεῖξαι τὸν ἄνθρωπον θνητὸν λαμβάνουσι τὸ ζῷον, ὃ γένος εἶναι τίθενται τοῦ ἀνθρώπου, καὶ διαιροῦσιν αὐτὸ εἴς τε τὸ θνητὸν καὶ τὸ ἀθάνατον, καὶ τὸ μὲν ζῷον ἐπὶ τοῦ Α τιθέασι, τὸ δὲ θνητὸν ἐπὶ τοῦ Β, τὸ δὲ ἀθάνατον ἐπὶ τοῦ Γ, καὶ τὸν ἄνθρωπον, οὗ ζητοῦσι τὸν ὁρισμόν τε καὶ τὸν λόγον, ἐπὶ τοῦ Δ.

因为设定要表明人是理性的(假定如此),取其属即动物,并将之划分为理性的和无理性的,通过“人是动物,凡动物或是理性的或是无理性的,所以人或是理性的或是无理性的”,推论出人或是理性的或是无理性的;因此它也是我们上述方法的一个小部分。然而,对于他原本设定要表明的事项(而这就是理性的),他既没有表明,也没有推论出来;相反,推论出包含着理性的共通且普遍之物的推论者,只是得出了人或是理性的或是无理性的这一结论;至于其〔人〕是理性的而不是无理性的,则是未经证明就乞求并设定的。如果通过划分所作的证明是一个软弱的推论,那么它将是我们所传授的方法的一个微小部分:它作为其一部分,是因为它无论如何得出并推论出了某种东西,即使不是它所设定和意欲的东西;但作为微小部分,是因为它是软弱的,并没有表明它所意欲的东西。或者说,作为微小部分,是因为它仅仅涉及实体内的要素,且仅仅按照第一格中的形式并在此格中以唯一的方式进行;作为软弱的,则是因为不可能通过它来推论出所提出的课题。 首先,正是这一点没有被使用划分法的人意识到:他们以为存在关于实体和定义的论证,并因此试图通过使用这种划分法来论证并得出每个对象的定义。因此,正如划分法所意图做到的那样,不可能作出定义的论证和推论以使定义成为论证的结论,这一点我们自己将在《后分析篇》第二卷中表明。至于划分法甚至并没有像他们以为的那样向他们表明任何此类东西,我们现在将予以说明。因此,使用划分法的人对两件事一无所知:因为他们既不知道在划分时能够推论出什么(因为绝不是像他们所以为和意欲的那样是定义),此外他们也不知道,使用划分法的人是以所说的方式才有可能推论出某种东西的;因为我们已经说过,通过划分所作的推论始终是关于上位的某种东西,而不是关于所提出的课题本身。因此,这一点他们也是不知道的。或者换一种说法:使用划分法的人对两件事一无所知,因为他们既不知道我们所传授的方法(由于对此无知,他们没有推论出所提出的课题),此外也不知道通过划分法究竟容许推论出什么。能够推论出的是什么呢?即人或是理性的或是无理性的;但他们对此一无所知,而始终是在推论上位的某种东西;然而他们却以为自己推论出的是作为理性的。 既然我们此前关于划分法谈到了一些内容,即它是推论术的一个微小部分且是软弱的推论,因为它所意欲表明的东西它只是予以乞求,而它所推论的始终是上位的某种东西;并且他们以为通过这种方法表明了每个对象的实体和定义,而这既不可能被推论出来,他们也没有证明过;并且他们不知道应当如何进行推论——现在我们就要通过把论证并推论某种事物的人如何操作与那些人实际上在做什么对照排列出来,表明这些情况中的每一项确实如此。在论证和推论中,当必须表明并推论一物属于另一物时,连接诸前提的中项必须小于谓项,并且从属于他们意图作出其结论的那个对象。因为这就是第一格中的序列,通过这一序列,本真意义上的论证以及一物全称且普遍地属于另一物的事实得以表明,而这也正是他们意欲表明的;因为他们探求其定义的对象不是个别事物,个别事物是不可定义的。因此论证是通过这样的中项进行的,该中项完全从属于被表明的对象;因为这就是所谓的更小。因此,即使中项有时被采纳为与谓项等同,它也是较少普遍的;因为谓项比较其下位的主项更为普遍。相反,划分法则把中项采纳为更大的普遍者,而把谓项——即意图通过中项表明并得出属于某物的那个要素——采纳为更小者,而这已被我们证明为不能构成推论;因为这样一来,第一格中的大前提就变成了特称的。因此他们根本没有推论出所提出的课题。那么,他们是如何做这一点的,必须予以说明。因为他们意图表明人是必死的,就采纳动物,将其设定为人的属,并将其划分为必死的和不死的;他们将动物置于Α,必死的置于Β,不死的置于Γ,而把探求其定义和说明的人置于Δ。

语法注3 条
  1. 2.0ὁ συλλογισάμενος τὸ κοινὸν καὶ καθόλου, ὑφ’ οὗ περιέχεται τὸ λογικόν, συνήγαγεν ἢ λογικὸν ἢ ἄλογον εἶναι τὸν ἄνθρωπον

    名词化分词 ὁ συλλογισάμενος(“推论出共通且普遍之物的人”)作为主语,支配主动词 συνήγαγεν(“得出结论”)。在语境中,它对比了践行划分者实际推导出的结论(从上位普遍者得出的选言命题)与他企图证明的内容(“人是理性的”)。

  2. 2.0μόριον μὲν οὖσα αὐτῆς, καθὸ ὁπωσοῦν συνάγει τι καὶ συλλογίζεται... μικρὸν δέ, ὅτι ἀσθενὴς 〈καὶ〉 οὐχ ὃ βούλεται δείκνυσιν, ἢ 〈μικρὸν μέν,〉 διότι περὶ τῶν ἐν τῇ οὐσίᾳ μόνον... ἀσθενὴς δέ, ὅτι μὴ τὸ προκείμενον οἷόν τε κατ’ αὐτὸν συλλογίσασθαι

    该句由并列对仗结构组成,从两个层面解释了划分法为何既是“微小部分”(μικρὸν μόριον)又是“软弱的”(ἀσθενής)。前半句对比了 μόριον(只要能推导出某种东西就是一部分)与 μικρόν(因软弱且未达意图因而是微小的),后半句 ἢ 之后则重新梳理了其为“小部分”的理由(仅限实体内要素及第一格)与为“软弱”的理由(不能推论出课题本身)。

  3. 2.0δεῖ τὸν μέσον ὅρον τὸν συνάπτοντα τὰς προτάσεις ἐλάττονα εἶναι τοῦ κατηγορουμένου καὶ ὑποκείμενον τῷ, οὗ βούλονται ποιῆσαι συμπέρασμα

    在带宾格不定式结构 δεῖ τὸν μέσον ὅρον... ἐλάττονα εἶναι 中,形容词 ἐλάττονα 与分词 ὑποκείμενον 并列作表语。关系从句 τῷ, οὗ βούλονται ποιῆσαι συμπέρασμα 中的 οὗ 是依附于 συμπέρασμα 的属格,指代 τῷ(即结论中要表明的谓项/大项),意为“从属于他们意图使之形成结论的那个对象”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:114.10-115.31