← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§112.31-114.9

前提的选择与划分法的局限

德米斯蒂乌斯区分了各门科学通过经验考察选拔前提的职责与论证家的职责,指出了不可证明的事物(如第一本原、定义和个别事物),并论证前人所使用的划分法仅仅是推论方法中一个微小且软弱的部分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#16

ἀλλὰ κοινὰ μὲν ταῦτα. ἰδία δὲ τοῦ μὲν δικαίου τὸ καλὸν ἀρχή, τοῦ δ’ ἀθανάτου φέρ’ εἰπεῖν τὸ αὐτοκίνητον· ἄλλου δὲ ἄλλο τι οἰκεῖον. διό, φαμέν, τὰς προτάσεις τὰς οἰκείας ἑκάστῃ ἐπιστήμῃ τοῦ καθ’ ἕκαστα ἐπιστήμονός ἐστιν ἐκλέξαι ἐκ λόγων οἰκείων· ἐκ γὰρ τῶν οἰκείων ἑκάστῳ γνωρίζεται ὑπὸ τῶν περὶ αὐτὰ καταγινομένων καὶ ἐμπείρων. ἐκ γὰρ τούτων αἱ περὶ ἑκάστου ἀποδείξεις· ἐκ γὰρ τῆς τῶν καθέκαστα πείρας ἡ τοῦ καθόλου γνῶσις, ὅ ἐστιν ἀρχή. τὸ μὲν οὖν ἐκλέγειν, τίνα οἰκεῖα καὶ τίνα μὴ τῶν ὑποκειμένων ὅρων, τῶν περὶ ἕκαστον ἐμπείρων τε καὶ εἰδημόνων ἴδιον· τὸ δὲ ταῦτα λαβόντα ἐξ αὐτῶν τούς τε συλλογισμοὺς τοὺς οἰκείους καὶ τὰς ἀποδείξεις ποιεῖσθαι τοῦ συλλογιστικοῦ τε καὶ τοῦ ἀποδεικτικοῦ. μηδενὸς γὰρ ἐνδέοντος κατὰ τὴν ἱστορίαν ἀλλὰ πάντων ἐκλελεγμένων 〈ὁ〉 συλλογιστικός τε καὶ ἀποδεικτικός,1 ὧν μὲν ἐνδέχεται ἀπόδειξιν γενέσθαι, ταῦτα ἀποδείξει, ὧν δὲ μὴ οἷόν τε ἀπόδειξιν γενέσθαι, τοῦτ’ αὐτὸ δῆλον ποιήσει, ὅτι μὴ οἷόν τε ἀποδεῖξαι. εἴη δ’ ἂν τοιαῦτα τά τε πρῶτα, οἷς οὐδὲν ἕπεται2 (τὸ γὰρ καθόλου καταφατικὸν ἐπὶ τούτων ἢ καθόλου ἀποφατικὸν οὐχ οἷόν τε συλλογίσασθαι μηδενὸς ἑπομένου· κατ’ ἄλλων δὲ αὐτὰ συλλογιζόμεθα, ἀλλ’ οὐ τῶν προσεχῶν)· ἀλλὰ καὶ οἱ ὁρισμοί· οὐδὲ γὰρ τούτων οἷόν τε γενέσθαι ἀπόδειξιν, ὡς δείξομεν. ἀλλ’ οὐδὲ τῶν ἀτόμων ὡς ὑπαρχόντων τισὶν ἀπόδειξις ἔσται. ἀλλ’ οὐδὲ ὧν μὴ οἷόν τε λαβεῖν ταὐτά τινα ἑπόμενα3 ἢ ἐν τοῖς, οἷς ἕπεται, ἡγουμένων τῶν, οἷς ἕπεται, τούτων δὲ ἑπομένων αὐτοῖς ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καθόλου μὲν οὖν καὶ ὁλοσχερέστερον ἐνταῦθα παραδεδώκαμεν τὴν μέθοδον τῆς εὐπορίας τῶν προτάσεων· μερικώτερον δὲ καὶ ἀκριβέστερον ἐν τοῖς Τόποις περὶ τούτων διειλήφαμεν. εἴρηται γὰρ ἡμῖν ἐν ἐκείνῃ τῇ πραγματείᾳ περὶ ἐκλογῆς προτάσεων καὶ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ τελευταίῳ τῶν εἰς ἕκαστον ἡμῖν χρησιμευουσῶν πρόβλημα, ἐν μὲν τῷ πρώτῳ ἐν οἷς ἐλέγομεν “τὰ δὲ ὄργανα, δι’ ὧν εὐπορήσομεν τῶν συλλογισμῶν, εἰσὶ τέσσαρα, ἓν μὲν προτάσεις λαβεῖν”, ἐν δὲ τῷ τελευταίῳ ἐν οἷς ἐλέγομεν “περὶ τάξεως δὲ καὶ τοῦ ἐρωτηματίσαι λεκτέον διελόμενον τὰς προτάσεις, ὅσαι ληπτέαι παρὰ τὰς ἀναγκαίας· ἀναγκαῖαι δ’ εἰσί, δι’ ὧν ὁ συλλογισμός”. Ὅτι δὲ ἡ διαιρετικὴ μέθοδος, ᾗ ἐχρῶντο οἱ πρὸ ἡμῶν πρὸς τὴν προτάσεων εὕρεσιν καὶ τὴν τῶν οἰκείων ὅρων τοῦ ζητουμένου λῆψιν διὰ τῆς τῶν γενῶν διαιρέσεως, μικρὸν μέρος ἐστὶ τῆς ὑφ’ ἡμῶν εἰρημένης τε καὶ παραδεδομένης συλλογιστικῆς μεθόδου, ῥᾴδιον ἰδεῖν. μικρὸν μὲν οὖν μόριον τῆς ἡμετέρας μεθόδου τὴν διαιρετικὴν εἶπον, ὅτι δὴ καὶ αὐτὴ λαμβάνειν τὰ τῷ ζητουμένῳ ἑπόμενα καὶ διὰ τούτων πειρᾶταί τι δεικνύναι. τὰ γὰρ γένη λαμβάνουσα τῶν προκειμένων, ἅπερ ἐστὶν ἑπόμενα αὐτοῖς, τούτων ποιεῖται τὴν διαίρεσιν, ζητοῦσα πάλιν καὶ λαμβάνουσα τῶν ἐκ τῆς διαιρέσεως τίνα ἕπεται τὰ τούτοις ἑπόμενα, ὡς δείξουσα, τί τῶν ἐκ τῆς τοῦ γένους διαιρέσεως ἕπεται τῷ ὑποκειμένῳ, οὗ τὸ γένος ἐλήφθη, οὐ μὴν δεικνύουσα, ὡς προϊὼν ὁ λόγος δείξει. καθ’ ὅσον μὲν οὖν τὰ ἑπόμενα τῷ γένει τίθησί τε καὶ ἐκλέγει καὶ ταῦτα δείκνυσι καὶ τούτῳ ἑπόμενα, ᾧ καὶ τὸ γένος ἕπεται, καὶ ὅλως καθ’ ὅσον συλλογίζεταί τι, μόριόν τι ἂν εἴη τῆς ἡμετέρας μεθόδου. οὔτε γὰρ ἔτι τά, οἷς ἕπεται τὸ ὑποκείμενον, ζητεῖ οὔτε τὰ μὴ ὑπάρχοντα αὐτῷ, ἀλλ’ οὐδὲ τὰ ἑπόμενα τῷ κατηγορουμένῳ, οὐδ’ ὅσα μὴ ὑπάρχει αὐτῷ, ἀλλ’ οὐδὲ τά, οἷς ἕπεται ὁ κατηγορούμενός τε καὶ ὁ ὑποκείμενος, δι’ ὧν τά τε ἐπὶ μέρους δείκνυται καὶ τὸ ἀποφατικὸν τὸ καθόλου. ἀλλὰ 〈καὶ〉 καθ’ ὅσον οὐδὲ τὰ ἑπόμενα πάντα ἀλλὰ μόνον τὰ ἐν τῇ οὐσίᾳ· τὸ γὰρ γένος καὶ τὰς οἰκείας διαφορὰς ἐπαγγέλλεται δεικνύναι, οὔτε δὲ τῶν οἰκείων τι οὔτε τῶν συμβεβηκότων. καθ’ ὅσον δὲ οὐδὲ ταῦτα λαμβάνουσα τὸ προκείμενον αὐτῇ συλλογίζεται, ἄλλο δέ τι, ὡς δειχθήσεται, ἀσθενής ἐστι συλλογισμός. ὃ μὲν γὰρ πρόκειται δεῖξαι τῷ ὑποκειμένῳ ὑπάρχον διὰ τῆς διαιρετικῆς μεθόδου, τοῦτο οὐ δείκνυσιν ἀλλ’ αἰτεῖται καὶ προχείρως καὶ χωρὶς δείξεως λαμβάνει· διό ἐστιν ἀσθενής, οὐ δεικνύουσα, ὃ βούλεται. τὴν γὰρ δεῖξιν καὶ τὸν συλλογισμὸν ποιεῖται ἀεί τινος ἀνωτέρω ὄντος καὶ κοινοτέρου καὶ περιέχοντος τοῦτο, ὃ βούλεται λαβεῖν.

然而,这些是共通的。另一方面,高尚是正义的固有本原,而可以说,自行运动则是不死者的固有本原;对别的事物,另有别的东西是固有的。因此我们说,从固有的论述中选拔适合每门科学的本门前提,属于各个专门领域的科学家的职责;因为正是从适合于每个对象的本门要素中,从事于此并具有经验的人才能获得认识。因为关于每个对象的论证正是来自这些要素;事实上,从个别事物的经验中产生关于普遍者的认识,而这正是本原。因此,选拔哪些要素适合于基础词项、哪些不适合,属于对每个对象具有经验和知识的人的特长;而接受这些材料并从中构作出本门的推论和论证,则属于通晓推论与论证的专家的职责。因为当在经验考察方面毫无遗漏、所有材料都已被选拔出来时,通晓推论与论证的专家对于那些能够产生论证的对象将证明它们,而对于那些不可能产生论证的对象,他将把这一事实本身阐明清楚,即它们不可能被论证。而此类不可论证者首先是第一本原,后随于它们的别无他物(因为在没有任何事物后随的情况下,不可能关于它们推论出全称肯定或全称否定;尽管我们关于别的事物推论出它们,但并非关于直接的近邻词项推论出来的);此外定义也是如此,因为正如我们将要指出的,关于定义同样不可能产生论证。但个别实体作为属于某些对象而存在,也不会有关于它们的论证。同样,如果两个词项之间不可能获得相同的后随事物,或者不可能在所后随的对象中——由所后随者在先、这些事物后随于它们——获得〔相同的事物〕,其他情况亦同,那么在这些词项之间也不可能产生论证。 因此,我们在这里以普遍而较为概括的方式传授了丰富调配前提的方法;但我们在《论题篇》中对这些问题作了更为具体和精密的辨析。因为我们在那部著作的第一卷和最后一卷中,都谈到了对我们处理每个课题都有用的前提选拔问题:在第一卷中,在我们说“我们凭以丰富获得推论的工具有四种,其一是采纳前提”的地方;在最后一卷中,在我们说“关于安排和发问,应当在区分了前提之后再予论述,即在必然前提之外还必须采纳多少前提;而必然前提就是推论凭以构成的那些前提”的地方。 至于我们之前的人为了发现前提并通过属的划分来获得所探求课题的本门词项而使用的划分法,仅仅是我们所阐述和传授的推论方法的一小部分,这是很容易看出的。我之所以称划分法是我们方法的一小部分,是因为它本身也试图采纳后随于所探求对象的事物,并通过这些事物来证明某些东西。因为它采纳所提出事物的属——即后随于它们的事物——并对属进行划分,再次探求并采纳从划分中得出的事物中哪些是后随于这些要素的后随者,意在表明从属的划分中得出的哪一个要素后随于提取其属的基础主体——尽管它实际上并没有证明这一点,正如接下来的论述所将表明的。因此,只要它设定并选拔后随于属的事物,并证明这些事物也后随于属所后随的对象,总之只要它进行某种推论,它就是我们方法的一个小部分。因为它既不再探求基础主体所后随的对象,也不探求不属于它的事物;既不探求后随于谓项的事物,也不探求不属于谓项的事物;甚至也不探求谓项和基础主体共同后随的对象,而特称命题和全称否定命题正是通过这些对象被证明的。此外,只要它不考察所有的后随事物,而只考察实体内的要素,情况也是如此;因为它声称要表明属和本门种差,却既不表明任何固有属性,也不表明任何偶性。另一方面,只要它即使在采纳了这些之后也并不推论出向它提出的课题,而是推论出别的某种东西(正如将要表明的那样),它就是一个软弱的推论。因为提出要通过划分法表明属于基础主体的那个要素,它并没有证明,而是乞求并且草率且未经证明地予以采纳;因此它是软弱的,并没有证明它所意欲证明的东西。因为它所作出的证明和推论,始终是针对某个位阶更高、更为共通且包含它所意欲采纳之物的对象。

语法注3 条
  1. 2.0μηδενὸς γὰρ ἐνδέοντος κατὰ τὴν ἱστορίαν ἀλλὰ πάντων ἐκλελεγμένων 〈ὁ〉 συλλογιστικός τε καὶ ἀποδεικτικός

    句首的 μηδενὸς ἐνδέοντος ... ἀλλὰ πάντων ἐκλελεγμένων 是由 γάρ 引导的属格独立结构,表条件“在考察方面毫无缺失且一切皆已选出时”。主句的主语是带有补入冠词的实质化形容词 〈ὁ〉 συλλογιστικός τε καὶ ἀποδεικτικός(“通晓推论与论证的专家”),支配后面的两个将来时主动态动词 ἀποδείξει 与 δῆλον ποιήσει。

  2. 2.0τά τε πρῶτα, οἷς οὐδὲν ἕπεται

    在关系从句 οἷς οὐδὲν ἕπεται 中,与格 οἷς 作动词 ἕπεται 的受词。在亚里士多德逻辑学述语体系中,“A 后随于(ἕπεται)B”意味着“A 可谓述于 B”。因此对于最高的第一本原而言,不存在位阶更高的上位谓项,即“无物后随于它们”,从而无法为其获取更普遍的大前提进行推论,因而是不可论证的。

  3. 2.0ἀλλ’ οὐδὲ ὧν μὴ οἷόν τε λαβεῖν ταὐτά τινα ἑπόμενα

    包含先行词的关系代词属格 ὧν 与前文的 οὐδὲ τῶν ἀτόμων 构成并列,作为 ἀπόδειξις ἔσται 的补语(“对于那些……者也不会有论证”)。不定词 λαβεῖν 的受词是 ταὐτά τινα ἑπόμενα(“某些相同的后随事物”),指在两个无法找到共有中项的词项之间不可能建立推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:112.31-114.9