← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§111.14-112.31

所有推论向三个格与词项选择方法的还原

德米斯提乌斯论述了包含副词样态的推论以及各门科学与技艺中的推论均还原为在三个格中选择后随项、先行项和不相干项的同一方法,同时排除了纯假言推论,并说明了根据前提性质区分论证性与辩证性推论以及共通公理的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#15

ὁμοίως δ’ ἔχει καὶ ἐπὶ τῶν λοιπῶν τρόπων, τοῦ σαφῶς, τοῦ καλῶς, τοῦ ὠφελίμως, τοῦ ἐπαινετῶς, καὶ τῶν τοιούτων. ἡ αὐτὴ οὖν μέθοδος τῆς εὐπορίας καὶ ἐπὶ τούτων. Φανερὸν οὖν ἐκ τῶν εἰρημένων οὐ μόνον ἐνδέχεσθαι τοὺς συλλογισμοὺς πάντας γίνεσθαι κατὰ τὴν εἰρημένην μέθοδον, ἀλλὰ καὶ ὅτι δι’ ἄλλης μεθόδου ἀδύνατον. πᾶς μὲν γὰρ συλλογισμὸς διά τινος τῶν τριῶν σχημάτων γίνεται· αἱ γὰρ λαμβανόμεναι προτάσεις συλλογιστικῶς κατά τι τῶν σχημάτων τούτων λαμβάνονται· τὰ δὲ σχήματα ταῦτα καὶ τὰς κατ’ αὐτὰ συζυγίας οὐχ οἷόν τε ἐξ ἄλλων συνίστασθαι ἢ ἐκ τῶν ἑπομένων τε αὐτοῖς καὶ τῶν, οἷς ἕπεται αὐτά, καὶ τῶν μὴ ὑπαρχόντων αὐτοῖς. ἐκ τούτων γὰρ ὁ μέσος λαμβάνεται· τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐκ τῶν ἑπομένων καὶ οἷς ἕπεται, τὸ δὲ καθόλου ἀποφατικὸν ἐκ τῶν ὑπαρχόντων καὶ μὴ ὑπαρχόντων· τὰ δὲ ἐπὶ μέρους, τό τε καταφατικὸν καὶ τὸ ἀποφατικόν,1 ἐκ μὲν τῶν, οἷς ἕπεται αὐτά, τὸ καταφατικόν, ἐκ δὲ τῶν, οἷς ἕπεται ταῦτα, καὶ τῶν μὴ ὑπαρχόντων τὸ ἀποφατικόν. οὐκ ἂν δὲ ταῦτα λέγοιμι περὶ δι’ ὅλου ὑποθετικῶν, ὅτι μηδὲ κυρίως ἡγοῦμαι τοὺς τοιούτους εἶναι συλλογισμοὺς οὐδεμιᾶς ὑπάρξεως ὄντας δεικτικοὺς ἀλλὰ [καὶ] ἀκολουθίας μόνον·2 οἷον εἰ ἄνθρωπος, καὶ ζῶον, εἰ ζῶον καὶ οὐσία, εἰ ἄνθρωπος ἄρα, καὶ οὐσία. ἡ μὲν οὖν πρὸς τὸ συλλογίζεσθαι ὁδός τε καὶ μέθοδος ἡ αὐτὴ ἐν πάσαις ἐπιστήμαις τε καὶ τέχναις ταῖς διὰ συλλογισμοῦ ἀποδεικνυούσαις τι τῶν οἰκείων, εἴ γε ἐκ τῶν εἰρημένων ἐπιβλέψεων πᾶς συλλογισμός. καὶ φιλοσόφῳ δὴ καὶ ἰατρῷ καὶ ῥήτορι καὶ μουσικῷ καὶ παντὶ συλλογιζομένῳ τι ἀναγκαία ἡ προειρημένη μέθοδός τε καὶ ὁδός· διὰ γὰρ ταύτης ἡ τῶν προτάσεων εὕρεσις, καθ’ ἃς ὁ συλλογισμός. πάντας γὰρ τοὺς συλλογιζομένους δεῖ ἐπιβλέπειν εἴς τε τὰ ἑπόμενα τούτοις, περὶ ὧν συλλογίζονται, καὶ τά, οἷς ἕπεται ταῦτα, καὶ εἰς τὰ μὴ ὑπάρχοντα αὐτοῖς καὶ ταῦτα ὡς ὅτι πλεῖστα ἐκλέγειν καὶ εὐπορεῖν αὐτῶν 〈καὶ〉 ἔχειν πρόχειρα. δεῖ γάρ, ὡς ἔφθημεν εἰπόντες, τὰ ὑπάρχοντα καὶ οἷς ὑπάρχει περὶ ἕκαστον ἀθρεῖν, ἵνα ἐφ’ ἑκατέρου τῶν ὅρων ζητῶμεν ἀμφότερα. καὶ τὰ ἑπόμενα 〈καὶ οἷς αὐτὸς ἕπεται, καὶ μὴ τοῦ μὲν τὰ ἑπόμενα〉 μόνον ἐκλέγωμεν τοῦ δὲ τά, οἷς ἕπεται, καὶ ταῦτα ἐν τοῖς τρισὶν ὅροις, ἐξ ὧν ὁ συλλογισμὸς γίνεται, συντιθέναι, ἄλλως μὲν ἀνασκευάζοντα, ἄλλως δὲ κατασκευάζοντα. ὑπέγραψα γάρ, πῶς χρὴ καθ’ ἕκαστον πρόβλημα τὰς προτάσεις λαμβάνειν· οὔτε γὰρ ὁμοίως οὔτε ἐκ τῶν αὐτῶν αἰεί. ἀλλ’ ἄλλοτε μὲν 〈ἐκ τῶν, οἷς ἀμφότερα ἕπεται, ἄλλοτε δὲ τοῦ μέν, οἷς ἕπεται, τοῦ δὲ ἐκ τῶν ἑπομένων αὐτῷ, ἄλλοτε δὲ τοῦ μὲν〉 τὸ μὴ ὑπάρχον ληπτέον, τοῦ δὲ τῶν ἑπομένων τι, ποτὲ δὲ τοῦ μὲν τὸ μὴ ὑπάρχον ληπτέον, τοῦ δὲ ᾧ αὐτὸ ἕπεται. δῆλον δέ, ὡς καὶ αὐτὴ ἡ διαφορὰ τῶν συλλογισμῶν ἐκ τῆς διαφορᾶς τῶν ἐκλελεγμένων γένοιτο ἄν. ἐκ μὲν γὰρ τῶν ἀληθῶν λημμάτων ἀληθεῖς οἱ συλλογισμοὶ μόνον· ἄν δὲ καὶ οἰκεῖα ᾖ καὶ πρῶτα τὰ ἐκλελεγμένα, ἀποδεικτικοί. ἀληθεῖς μὲν οὖν καὶ ἀποδεικτικοὶ οἱ ἐκ γένους, ἐκ διαφορᾶς, ἐξ ἰδίου, ἐξ ὁρισμοῦ, ἐξ ἀντιστροφῆς. ἂν δὲ ᾖ 〈διὰ〉 τῶν πρὸς δόξαν, τουτέστι διὰ τῶν ἐνδόξων, διαλεκτικοί. ἡ δὲ τῶν ἐνδόξων προτάσεων ἐκλογὴ ὁποία τίς ἐστιν, εἴρηται ἡμῖν ἐν τῷ πρώτῳ τῶν Τοπικῶν ἐπὶ πλέον, ὥσπεροῦν καὶ ἡ τῶν ἀποδεικτικῶν ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς. Αἱ δὲ ἀρχαὶ τῶν συλλογισμῶν, τουτέστιν αἱ προτάσεις, καθόλου μὲν καὶ κοινῶς εἴρηται, πῶς ληπτέον αὐτὰς καὶ τίνα τίσι συγκριτέον τῶν ἐκλελεγμένων, βουλομένοις ἢ καθόλου καταφατικὴν 〈ἢ καθόλου ἀποφατικὴν〉 ἢ ἐπὶ μέρους πρότασιν λαβεῖν.3 οὔτε γὰρ εἰς τὰ αὐτὰ αἰεὶ οὐδὲ ἐν τοῖς αὐτοῖς τὴν ζήτησιν καὶ τὴν σύγκρισιν ποιησόμεθα, ἀλλ’ ὃν εἰσηγησάμεθα τρόπον. δεῖ δὲ καθ’ ἕκαστον τῶν ὄντων ἐκλέγειν προχειριζομένους, τίνα τε ἑπόμενα αὐτῷ ἢ τίσιν ἕπεται, τίνα δὲ μὴ ἐνδεχόμενα ὑπάρχειν αὐτῷ, οἷον τίνα τῷ ἀγαθῷ ἕπεται, τίσι τὸ ἀγαθόν, τίνα οὐχ ἕπεται τῷ ἀγαθῷ, πάλιν τίνα ἐπιστήμῃ ἕπεται, τίσιν ἐπιστήμη, τίνα οὐχ ὑπάρχει τῇ ἐπιστήμῃ, καὶ καθ’ ἑκάστην ἐπιστήμην τὰ ἑκάστῃ αὐτῶν οἰκεῖα· καθ’ ἑκάστην γὰρ ἐπιστήμην ἢ ἐν ταῖς πλείσταις τῶν ἐπιστημῶν ἴδιά ἐστι τά τε ἑπόμενα καὶ τά, οἷς ἕπεται, καὶ τὰ μὴ ὑπάρχοντα. τὸ δὲ ‘ἐν ταῖς πλείσταις’ προστεθείκαμεν, ὅτι ἔστι τινὰ καὶ κοινὰ ἀξιώματα, οἷς προσχρώμεθα πρὸς πάντα τὰ δεικνύμενα, ὡς τὸ κατὰ παντὸς τὴν ἀπόφασιν ἢ τὴν κατάφασιν καὶ τὸ ἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα εἶναι· τοῦτο γὰρ καὶ ἐπὶ 〈μεγεθῶν καὶ ἐπ’ ἀριθμῶν καὶ ἐπὶ χρόνων καὶ ἐπὶ〉 δυνάμεων ὁμοίως ἀληθές.

同样的情况也适用于其余的样态,如“明晰地”、“优良地”、“有益地”、“值得称赞地”以及类似者。因此,[词项的]备选方法对于这些也是相同的。 因此,从所说的话中显而易见的是,不仅所有推论都能够按照所述的方法产生,而且通过其他方法是不可能的。因为每个推论都是通过三个格中的某一个产生的;因为按推论方式采纳的前提是按照这些格中的某一个被采纳的;而这些格以及依它们构成的组合不可能由别的要素构成,只能由后随于词项的事物、词项所后随的对象以及不属于它们的事物构成。因为中项就是从这些要素中抽取的:全称肯定[课题]取自后随的事物以及所后随的对象,全称否定[课题]取自属于的事物和不属于的事物;而特称课题中,肯定课题取自所后随的对象,否定课题取自这些词项所后随的对象以及不属于的事物。然而,我并不把这些话用于完全假言[推论],因为我根本不认为此类推论是严格意义上的推论,它们不指示任何事实存在,而仅仅指示蕴涵关系;例如:如果是人,也是动物;如果是动物,也是实体;所以,如果是人,也是实体。 因此,走向推论的途径与方法在所有通过推论证明其本门课题的科学和技艺中都是相同的,只要每个推论确实都来自所述的考察。诚然,对于哲学家、医生、修辞学家、音乐家以及进行任何推论的人来说,上述的方法和途径都是必需的;因为正是通过这种途径,才能发现推论所依据的前提。因为所有进行推论的人都必须考察后随于所推论之对象的事物、这些对象所后随的事物以及不属于它们的事物,并将这些事物尽可能多地选拔出来,使之充足完备并随手可用。因为正如我们之前所说,必须就每个事物注视属于它的事物以及它所属于的对象,以便我们在两个词项的每一个上都探寻这两方面;并且[注视]后随的事物以及词项本身所后随的对象,而不是只为一方选择后随的事物,为另一方选择它所后随的对象,并且在构成推论的三个词项中将这些要素组合起来,反驳时以一种方式,建构时以另一种方式。因为我已经勾勒出在每个课题中应当如何采纳前提;因为采纳既不是始终同样,也不是始终来自相同的材料,而是有时必须从双方都后随的对象中采纳,有时为一方从它所后随的对象、为另一方从后随于它的事物中采纳,有时为一方采纳不属于的事物、为另一方采纳后随事物中的某物,有时又为一方采纳不属于的事物、为另一方采纳它本身所后随的对象。 显然,推论的差别本身也将来自被选拔之物的差别。因为从真实的前提得出的推论仅仅是真实的;但若被选拔的事物既是本门的又是原初的,推论则是论证性的。因此,从属、从种差、从固有属性、从定义、从换位得出的推论既是真实的又是论证性的;但若是通过关涉意见的事物,即通过通念得出的,则是辩证的。关于通念前提的选拔究竟是怎样的,我们在《论题篇》第一卷中已有更为充分的论述,正如论证性前提的选拔在《分析后篇》中所论述的那样。 至于推论的本原,即前提,对于那些意欲获得全称肯定前提、全称否定前提或特称前提的人而言,应当如何采纳它们,以及被选拔的事物中哪些应当与哪些进行比较对照,已经从普遍和共通的角度阐明了。因为我们不会始终向着相同的事物、在相同的事物中进行探寻和比较,而是按照我们所提出的方式进行。必须就每一存在的事物预先备好并进行选拔:哪些是后随于它的,或者它后随于哪些,哪些是不可能属于它的;例如,哪些后随于善,善后随于哪些,哪些不后随于善;又如,哪些后随于知识,知识后随于哪些,哪些不属于知识;并按照每门科学选拔各自本门的事物;因为在每门科学中,或者在绝大多数科学中,后随的事物、它所后随的对象以及不属于的事物都是特有的。我们之所以加上“在绝大多数中”,是因为还存在某些共通的公理,我们在所有被证明的事情上都共同使用它们,比如关于一切事物要么否定要么肯定,以及如果从等量中减去等量,余量也相等;因为这在量度、数目、时间以及能力上同样是真实的。

语法注3 条
  1. 2.0ἐκ μὲν τῶν, οἷς ἕπεται αὐτά, τὸ καταφατικόν, ἐκ δὲ τῶν, οἷς ἕπεται ταῦτα, καὶ τῶν μὴ ὑπαρχόντων τὸ ἀποφατικόν

    此句属于关系代词 οἷς 的先行词被吸收到介词短语 ἐκ τῶν 中的紧缩关系从句结构。αὐτά 和 ταῦτα 均指代词项(ὅροι),οἷς ἕπεται αὐτά 表示“诸词项所后随的对象”(即先行项)。在对称的并列结构(ἐκ μὲν... ἐκ δὲ...)中省略了主动词 λαμβάνεται,简明地列出了特称肯定与特称否定课题选取前提所依据的材料。

  2. 2.0οὐκ ἂν δὲ ταῦτα λέγοιμι περὶ δι’ ὅλου ὑποθετικῶν, ὅτι μηδὲ κυρίως ἡγοῦμαι τοὺς τοιούτους εἶναι συλλογισμοὺς οὐδεμιᾶς ὑπάρξεως ὄντας δεικτικοὺς ἀλλὰ [καὶ] ἀκολουθίας μόνον

    主句谓语 οὐκ ἂν λέγοιμι(带 ἄν 的潜势希求语气)后接引导原因的 ὅτι 从句。分词短语 οὐδεμιᾶς ὑπάρξεως ὄντας δεικτικούς 作为定语/状语性分词修饰 τοὺς τοιούτους[συλλογισμούς],表达断定的理由:完全假言推论不展示任何实际存在,而仅指示蕴涵或后随关系(ἀκολουθία),因此不被视为严格意义上的推论,被排除在当前推论分类方法之外。

  3. 2.0βουλομένοις ἢ καθόλου καταφατικὴν 〈ἢ καθόλου ἀποφατικὴν〉 ἢ ἐπὶ μέρους πρότασιν λαβεῖν

    与格分词 βουλομένοις 依附于前面的无人称完成时被动态动词 εἴρηται(“已经阐明”),充当关涉与格(表示判断主体或相关人员)。它限定了行为的主体对象:“对于那些希望取得全称肯定、全称否定或特称前提的人而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:111.14-112.31