- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:109.36-111.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒弥斯提乌斯论证了被替换词项的选择同样适用于由相似出发的推论及其他假言推论(如依分割和依合意的推论),阐明如何利用固有属性和定义的可换位性从特称推论的材料中推导出全称命题,并将这种词项选择方法扩展至模态(必然与或然)命题。
τούτων οὖν δεῖ ποιεῖσθαι τὴν ἐκλογήν, ἥτις ἔσται λαβόντων ἡμῶν τὸ μὲν ἀγαθὸν ἕπεσθαι τῷ κατὰ φύσιν, τὸ δὲ κατὰ φύσιν τῇ ὑγείᾳ πάλιν. ὁ δὲ ἀπὸ τοῦ ὁμοίου πρὸς ἄμφω χρήσιμος, καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν· τῶν γὰρ ὁμοίως ἐχόντων τι εἰ θάτερον ἔχοι αὐτό, καὶ θάτερον ἂν ἔχοι, καὶ εἰ μὴ ἔχοι πάλιν θάτερον, οὐδ’ ἂν τὸ ἕτερον ἔχοι. καὶ ἔστι τὸ μὲν δεικνύμενον διὰ συλλογισμοῦ καὶ ἐπὶ τούτων 〈τὸ〉 ἕτερον· τὸ δὲ ἕτερον ἐξ ὑποθέσεως τὴν δεῖξιν λαμβάνει καὶ διὰ τὴν ὑπόθεσιν. ἐκείνου οὖν δεῖ ποιεῖσθαι τὴν ἐκλογήν, οἷον εἰ ὁμοίως οὖσα ἡ εὐγένεια τῷ πλούτῳ αἱρετὸν ἀγαθόν ἐστι, καὶ ὁ πλοῦτος ἀγαθόν· ἡ δὲ εὐγένεια ὁμοίως οὖσα αἱρετὴ τῷ πλούτῳ ἀγαθόν ἐστι. τοῦ γὰρ τὴν εὐγένειαν ἀγαθὸν εἶναι ὁ συλλογισμός, τὰ δ’ ἄλλα ὑπόκειται. ὅτι δὲ ἡ εὐγένεια ἀγαθόν, δεικνύοιτ’ ἂν διὰ τῆς ἐκλογῆς, εἰ ληφθείη τὸ μὲν ἀγαθὸν ἕπεσθαι τῷ αἱρετῷ (πᾶν γὰρ αἱρετὸν ἀγαθόν), τῇ δὲ εὐγενείᾳ τὸ αἱρετόν· ἡ γὰρ εὐγένεια αἱρετόν. οὐκοῦν καὶ ἐπὶ τῶν τοιούτων συλλογισμῶν, οὓς κατὰ ποιότητα λέγειν ἡμῖν ἔθος, ἐπὶ τῶν κατὰ μετάληψιν ὁ συλλογισμὸς ἀλλ’ οὐ τῶν ὑποκειμένων γίνεται ἀλλὰ τῶν μεταλαμβανομένων.1 τούτων οὖν χρὴ καὶ τὴν ἐκλογὴν ποιεῖσθαι. τὸ δὲ ‘ἐν τοῖς ὑποκειμένοις’ εἴρηται ἡμῖν ἀντὶ τοῦ ‘περὶ τῶν ὑποκειμένων’· ἔστι γὰρ τὸ λεγόμενον ‘ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητα περὶ τῶν ὑποκειμένων δεικνύουσιν’. ἐπὶ δὴ τούτων ἔσται ἡ σκέψις οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις, ἐπεὶ καὶ ὁ συλλογισμὸς τούτων. ἡ δὲ σκέψις καὶ ἡ ἐκλογὴ καὶ ἐπὶ τούτων ἡ αὐτὴ ἔσται, ὁποίαν καὶ ὑπεγράψαμεν. Ἐπισκέψασθαι δὲ δεῖ καὶ διελεῖν, ποσαχῶς οἱ ἐξ ὑποθέσεως· πάντες γὰρ ὑποπίπτειν δύνανται τῇ ἐκκειμένῃ τῶν ὅρων ἐκλογῇ τε καὶ τῇ δι’ αὐτῶν δείξει. εἰ δὲ ἐπισκέπτοιτό τις αὐτοὺς καὶ διέλοι, εὑρήσει τοῦτο οὕτως ἔχον. εἰπὼν γὰρ τούς τε κατὰ μετάληψιν καὶ τοὺς κατὰ ποιότητα δεῖν φημι ἐπισκέψασθαι καὶ τοὺς ἄλλους τοὺς ἐξ ὑποθέσεως· ἐξ ὑποθέσεως γὰρ καὶ οἱ διαιρετικοὶ καὶ οἱ ἐξ ὁμολογίας. δεῖν οὖν φημι τῶν ἐξ ὑποθέσεων προσεχεστέραν ποιεῖσθαι τὴν διαίρεσιν. Δυνατὸν δὲ ἔνια τῶν προβλημάτων, λέγω δὲ τὰ καθόλου, καὶ ἄλλως συλλογίσασθαι, λέγω δὲ ἐξ ὧνπερ καὶ τὰ μερικὰ συνελογισάμεθα, τὸ μὲν καθόλου καταφατικὸν διὰ τῶν, οἷς ἕπονται ἀμφότεροι οἱ ὅροι (διὰ τούτων γὰρ τὸ μερικὸν καταφατικὸν ἐδείκνυτο), τὸ δὲ καθόλου ἀποφατικὸν διὰ τῶν ἀλλοτρίων τοῦ κατηγορουμένου καὶ τῶν, οἷς ἕπεται ὁ ὑποκείμενος· διὰ τούτων γὰρ τὸ μερικὸν ἀποφατικὸν ἐδείκνυτο. πῶς οὖν διὰ τούτων συλλογισόμεθα τὰ καθόλου; οὐχ ἁπλῶς, ἀλλ’ ἐξ ὑποθέσεως· ἐξ ὑποθέσεως δὲ λέγω οὐχ ὅτι τι ὑποθετικῶς ἀλλ’ ὅτι καθ’ ὑπόθεσιν λαμβανόντων τι ἡμῶν.2 τί οὖν τοῦτό ἐστιν; ἐλέγομεν ἐξ ἀρχῆς, ὅτι οὐ μόνον τὰ κατ’ οὐσίαν ὑπάρχοντα τοῖς πράγμασιν ἐκλέγειν δεῖ ἀλλὰ καὶ τὰ ἴδια. ἐὰν οὖν ὑποθώμεθα ἐν τοῖς ὑποκειμένοις τῇ ἡδονῇ ἴδιόν τι εἶναι, ἐπειδὴ τὸ ἴδιον ἀντιστρέφει πρὸς τό, οὗ ἴδιόν ἐστι, οἷον εἰ τὸ Ε τῷ Η παντί, καὶ τὸ Η παντὶ τῷ Ε· ἐπεὶ οὖν τὸ μὲν Α παντὶ τῷ Γ, ταὐτὸν δὲ εἰπεῖν τῷ Η, τὸ δὲ Η παντὶ τῷ Ε, οὐκοῦν καὶ τὸ Α πάντως τῷ Ε παντί. πάλιν εἰ τὸ Α τῷ Δ οὐδενί, ταὐτὸν δὲ εἰπεῖν τῷ Η, τὸ δὲ Η παντὶ τῷ Ε, καὶ τὸ Α οὐδενὶ τῷ Ε. τὸ αὐτὸ δηλονότι ποιοῦσι καὶ οἱ ὁρισμοὶ ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν. Ἐπεὶ δὲ ὡς ἐπὶ ὑπαρχουσῶν προτάσεων ἐγυμνάσαμεν τὸν λόγον, ἰστέον, ὡς ὅσα εἴρηται περὶ τῶν ὑπαρχουσῶν, ταῦτα καὶ περὶ τῶν ἀναγκαίων καὶ τῶν ἐνδεχομένων λέγειν ἔχομεν. οὕτω γὰρ δεῖ τάς τε ἐκλογὰς αὐτῶν ποιεῖσθαι καὶ τὰς ἐπιβλέψεις καθ’ ἕκαστον πρόβλημα ἐπισημειουμένους, τί μὲν ἀναγκαίως ὑπάρχει, τί δὲ ἀδυνάτως· τοσοῦτον γὰρ μόνον διοίσει τοῦ ἐνδεχομένου τὸ ὑπάρχον τῷ πρότερον εἶναι κατὰ τὴν τάξιν τὸ ὑπάρχον διὰ τὸ τὸ μὲν ἐκβεβηκέναι τὸ δὲ μέλλειν.3 οὕτως γὰρ τούτων ἐκλεγομένων συνάξομεν ἐκ μὲν τῶν ἀναγκαίων προτάσεων ἀναγκαῖον, ἐκ δὲ τῶν ἐνδεχομένων ἐνδεχόμενον. ἐπεὶ δὲ λέγεται ἐνδεχόμενον καὶ ὃ ὑπάρχει μὲν ἤδη, ἐνδεχομένως δ’ ὑπάρχει καὶ οὐκ ἀναγκαίως, λέγεται δὲ ἐνδεχόμενον καὶ ὃ μήπω μὲν ὑπάρχει, δυνατὸν δὲ καὶ ὑπάρξαι, ὅπερ κυρίως ἐστὶν ἐνδεχόμενον (ἐκεῖνο γὰρ ὑπάρχον ἦν), εἰς τὰς ἐνδεχομένας προτάσεις παραληπτέον καὶ τοῦτο τὸ ἐνδεχόμενον, ὅπερ καὶ κυρίως ἐστὶν ἐνδεχόμενον.
因此,应当对这些事物进行选择;当我们假定善后随于合乎自然者,而合乎自然者又后随于健康时,这一选择便会成立。另一方面,由相似出发的推论对于两方面都是有用的,既用于反驳也用于建构;因为对于具有相似关系的事物,如果其中一方具有某物,另一方也会具有它;如果其中一方不具有它,另一方也不会具有它。在这些推论中,通过推论所证明的同样是其中一件事,而另一件事则依据假定并通过该假定获得其证明。因此,应当对那个[需要证明的]事物进行选择;例如,如果出身显贵作为与财富相似的可欲之善是善,那么财富也是善;而出身显贵作为与财富相似的可欲之物确实是善。因为推论所证明的是出身显贵是善,其余的事物则是被假定的。至于出身显贵是善,如果设定善后随于可欲之物(因为凡可欲之物皆是善),而可欲之后随于出身显贵(因为出身显贵是可欲的),那么这一点就会通过选择而得到证明。因此,在我们习惯称为依性质的这类推论中,推论也是在依替换的推论中进行的,并且不是关于最初设定的词项,而是关于被替换的词项进行的。因此,对这些词项也必须进行选择。我们所说的“在设定的词项中”,是用来代替“关于设定的事物”;因为所说的是“所有关于设定的事物依替换或依性质进行证明的推论”。确实,在这些推论中,考察将不在最初设定的词项中,而是在被替换的词项中进行,因为推论也是关于这些词项的。而在这些词项中的考察和选择也将是相同的,正如我们所概述的那样。 但是,必须考察并区分假言推论有多少种方式;因为所有的假言推论都能够归入所陈述的词项选择以及通过它们所作的证明之下。如果有人对此进行考察和区分,他就会发现情况确是如此。因为在谈及依替换的和依性质的推论之后,我认为还必须考察其余的假言推论;因为依分割的推论和依合意的推论同样也是假言的。因此,我认为应当对假言推论进行更紧凑的划分。 然而,对于某些课题,我指的是全称课题,也可以用另一种方式来推论,即从我们推论特称课题的完全相同的材料中推论:通过两个词项都后随的对象来推论全称肯定课题(因为特称肯定课题正是通过这些对象得到证明的),通过对于谓项相异的事物以及主项所后随的对象来推论全称否定课题(因为特称否定课题正是通过这些对象得到证明的)。那么,我们如何通过这些对象来推论全称课题呢?不是单纯地推论,而是依据假定;我所说的依据假定,并不是说以假言方式采纳某物,而是说由于我们根据一个假定来采纳某物。那么这是什么呢?我们从一开始就说过,不仅应当选择事物本质上所属的属性,还应当选择固有属性。因此,如果我们假定在快感之下的词项中存在某种固有属性,由于固有属性与其作为固有属性的对象相互换位——例如,如果E属于所有H,H也属于所有E——那么,既然A属于所有C(也就是属于所有H),而H属于所有E,因此A也必然属于所有E。同样,如果A不属于任何D(也就是不属于任何H),而H属于所有E,那么A也不属于任何E。显然,定义通过与其所定义的对象换位,也起到了相同的作用。 既然我们此前是就实然前提展开论述的,就必须明白,凡关于实然前提所说的一切,我们也能够关于必然前提和或然前提来说。因为应当以这种方式进行它们的选择和考察,在每个课题中注明什么是以必然方式属于,什么是以不可能方式属于;因为实然与或然的区别仅在于:实然在次序上在先,这是由于前者已经实现,而后者将要发生。因为如果这样选择这些词项,我们就会从必然前提得出必然结论,从或然前提得出或然结论。但是,既然“或然”既指已经属于、但以或然方式而非必然方式属于的事物,又指尚未属于但可能属于的事物,这才是严格意义上的或然(因为前者曾是实然的),因此在或然前提中也必须纳入这种或然,即真正严格意义上的或然。
- 2.0ἐπὶ τῶν κατὰ μετάληψιν ὁ συλλογισμὸς ἀλλ’ οὐ τῶν ὑποκειμένων γίνεται ἀλλὰ τῶν μεταλαμβανομένων
此句包含倒装结构,动词 γίνεται 迟置于句末附近,位于介词短语 ἐπὶ τῶν κατὰ μετάληψιν 之后。属格短语 τῶν ὑποκειμένων 与 τῶν μεταλαμβανομένων 作为关于/涉及的对象依附于 ὁ συλλογισμὸς γίνεται。
- 2.0ἐξ ὑποθέσεως δὲ λέγω οὐχ ὅτι τι ὑποθετικῶς ἀλλ’ ὅτι καθ’ ὑπόθεσιν λαμβανόντων τι ἡμῶν
在对比结构 οὐχ ὅτι... ἀλλ’ ὅτι... 中,前一个 ὅτι 从句省略了谓语动词,而后一个 ὅτι 则引出独立属格结构 καθ’ ὑπόθεσιν λαμβανόντων τι ἡμῶν。此处注解者意在澄清术语:并非指“以假言形式”,而是指“由于我们根据某个假定来设定”。
- 2.0τοσοῦτον γὰρ μόνον διοίσει τοῦ ἐνδεχομένου τὸ ὑπάρχον τῷ πρότερον εἶναι κατὰ τὴν τάξιν τὸ ὑπάρχον διὰ τὸ τὸ μὲν ἐκβεβηκέναι τὸ δὲ μέλλειν
带冠词不定词 τῷ πρότερον εἶναι 作为表示差异/关涉的与格依附于动词 διοίσει(“在...方面有所不同”)。其内部嵌套着表示原因的介词短语 διὰ τὸ...,其冠词 τὸ 统摄着两个并列的带冠词不定词:τὸ μὲν ἐκβεβηκέναι 与 τὸ δὲ μέλλειν。
