← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§108.17-109.36

归谬法的直证化与假言推论中的词项选择

德米斯提乌斯总结了如何通过将归谬法的虚假结论替换为真实命题从而转化为直证推论,并说明了直证与归谬的区别。接着他阐述在其余假言推论中(如依添加或依性质、依较多和较少的推论),词项的选择并非针对最初的课题,而是针对需要直证地加以证明的替换前提(附加前提)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#13

ταύτης οὖν τῆς ψευδοῦς προτάσεως, ἥτις ἦν τῆς δι’ ἀδυνάτου ἀπαγωγῆς συμπέρασμα, μεταληφθείσης εἰς τὴν ἀληθῆ, οἷον ἀντὶ τοῦ λέγειν, ὅτι τὸ ὠφέλιμον τινὶ ἡδονῇ, ἵνα λάβω ὅτι οὐδεμιᾷ, ὅπερ καὶ ἐξ ἀρχῆς ὑπέκειτο, τῆς δὲ ἑτέρας προτάσεως φυλαττομένης,1 δηλονότι τῆς πρὸς τὸν μείζονα ὅρον τοῦ μέσου τῆς ὅτι παντὶ τῷ ἀγαθῷ τὸ ὠφέλιμον ὑπάρχει, οὕτως, φησίν, ἔσται δεικτικὸς ὁ δι’ ἀδυνάτου συλλογισμός· τὸ γὰρ ὠφέλιμον παντὶ μὲν τῷ ἀγαθῷ, οὐδεμιᾷ δὲ ἡδονῇ· οὐκοῦν καὶ τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ ὑπάρξει. διαφέρει δὲ ὁ δεικτικὸς τοῦ εἰς τὸ ἀδύνατον, ὅτι ἐν μὲν τῷ δεικτικῷ ἀμφότεραι αἱ προτάσεις ὡς ἀληθεῖς λαμβάνονται εἰς τὴν δεῖξιν τοῦ προκειμένου, ἐν δὲ τῷ δι’ ἀδυνάτου ψευδὴς ἡ ἑτέρα λαμβάνεται, ἣν ὑποτίθενται οἱ δεικνύναι βουλόμενοι τὸ ἀντικείμενον ταύτης. ταῦτα μὲν οὖν ἐν τοῖς ἑξῆς, λέγω δὲ ἐν τῷ μετὰ τοῦτο βιβλίῳ, ἀκριβέστερον εἰσόμεθα. νῦν δὲ ἐκ τῶν εἰρημένων γνώριμόν ἐστιν, ὅτι δεῖ εἰς ταὐτὰ βλέπειν, τά τε ἑπόμενα δηλονότι τοῖς ὅροις τοῖς τοῦ προβλήματος καὶ οἷς ἕπονται αὐτοὶ καὶ εἰς τὰ μὴ ἐνδεχόμενα αὐτοῖς ὑπάρχειν, ἄν τε δεικτικῶς τις βούληται συνάγειν, ἄν τε δι’ ἀδυνάτου· διὰ γὰρ τῶν αὐτῶν ἐπιβλέψεων ἀμφοτέροις τοῖς τρόποις ἡ τῶν δείξεων εὐπορία. Ἐν δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως, οἷον ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητα ἦσαν τῶν ὑποθετικῶν, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις καὶ ἐπὶ τούτων ἡ ζήτησις ἔσται. ἐν γὰρ τῷ ὑποθετικῷ τῷ ‘εἰ ἡ ψυχὴ ἀεικίνητος, ἀθάνατος, ἀλλὰ μὴν ἀεικίνητος’ οὐκέτι τῶν ἐν τῇ πρώτῃ προτάσει τῇ ὑποθετικῇ 〈τῇ〉 ‘εἰ ἡ ψυχὴ ἀεικίνητος, ἀθάνατός ἐστι’ τὴν προειρημένην ἐκλογὴν ποιήσομεν2 ζητοῦντες, τίνα ἕπεται τῷ ἀεικίνητον εἶναι τὴν ψυχήν, καὶ τίσι τοῦτο ἕπεται, καὶ τίνα οὐχ οἷά τε ὑπάρχειν αὐτῷ· ὁμοίως οὐδὲ τῷ ἀθάνατον εἶναι τὴν ψυχήν· ἀλλὰ ληψόμεθα τοὺς ἐν τῇ μεταλήψει ἢ προσλήψει ὅρους (εἰσὶ δὲ οὗτοι ἥ τε ψυχὴ καὶ τὸ ἀεικίνητον), καὶ ἐπὶ τούτων τὴν προειρημένην ἐκλογὴν ποιησόμεθα· τοῦτο γάρ ἐστι τὸ ὀφεῖλον δειχθῆναι διὰ συλλογισμοῦ. ἂν γὰρ ληφθῇ τῷ μὲν αὐτοκινήτῳ καὶ ἐξ αὑτοῦ κινουμένῳ ἕπεσθαι τὸ ἀεικίνητον, τῇ δὲ ψυχῇ τὸ αὐτοκίνητον, εἴη ἂν δεικνύμενον τὸ τὴν ψυχὴν ἀεικίνητον εἶναι. λέγω δὲ κατὰ μετάληψιν μὲν τοὺς κατὰ πρόσληψιν λεγομένους, οἵ εἰσι μικτοί, κατὰ ποιότητα δὲ τοὺς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίου δεικνύντας, ἐπειδὴ ταῦτα, τὸ ὅμοιον καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, [δεικνύντας, ἐπειδὴ ταῦτα, τὸ ὅμοιον καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον] τῷ ποιῷ παρακολουθεῖ, οὗ καὶ αὐτοὶ γίνονται κατὰ μετάληψιν· καὶ γὰρ καὶ ἐπὶ τῶν οὕτως δεικνυμένων ἄλλο μὲν ὑποτίθεται, ἄλλου δὲ ἡ δεῖξις καὶ ὁ συλλογισμὸς γίνεται, ὃ καὶ αὐτὸ μεταλαμβανόμενον λέγω. ὁ γὰρ δεικνύς, ὅτι μὴ ἔστιν ἐν τῷ πλουτεῖν τὸ εὐδαιμονεῖν, διὰ τοῦτο, ὅτι μηδὲ ἐν τῷ ὑγιαίνειν, ὑποτίθεται μὲν ‘εἰ ὃ μᾶλλον ἂν δόξαι αὔταρκες εἶναι πρὸς εὐδαιμονίαν, τοῦτο μή ἐστιν αὔταρκες, οὐδὲ τὸ ἧττον ἐκείνου εἴη ἂν αὔταρκες’· ὑγεία δὲ πλούτου μᾶλλον δοκοῦν εἶναι αὔταρκες πρὸς εὐδαιμονίαν οὐκ ἔστιν αὔταρκες·3 οὐδ’ ἄρα ὁ πλοῦτος. τὸ μὲν μὴ εἶναι τὸν πλοῦτον αὐτάρκη πρὸς εὐδαιμονίαν, εἴ γε μηδὲ ὑγίεια, ὑπόκειται. δειχθείη δ’ ἂν διὰ συλλογισμοῦ, ὅτι μηδὲ ὑγίεια πρὸς εὐδαιμονίαν αὔταρκες, οὕτως· ὑγιαίνουσί τινες κακίαν ἔχοντες, οὐδεὶς κακίαν ἔχων εὐδαιμονεῖ, οὐκ ἄρα οἱ ὑγιαίνοντες εὐδαιμονοῦσιν, οὐκ αὐτάρκης ἄρα ἡ ὑγίεια πρὸς εὐδαιμονίαν. ἔστι καὶ οὕτως δεῖξαι· ἡ ὑγίεια οὐκ ἔστιν αὐτάρκης πρὸς τὸ ζῆν ἀναμαρτήτως, 〈ἡ εὐδαιμονία αὐτάρκης ἐστὶ πρὸς τὸ ζῆν ἀναμαρτήτως〉, ἡ ὑγίεια 〈ἄρα〉 οὐκ ἔστιν αὐτάρκης πρὸς εὐδαιμονίαν. ἢ οὕτως· ἐν τῷ ὑγιαίνειν οὐκ ἐσμὲν ἀναμάρτητοι· ἐν δὲ τῷ εὐδαιμονεῖν 〈ἀναμάρτητοί ἐσμεν· οὐκ ἄρα ἐν τῷ ὑγιαίνειν〉 τὸ εὐδαιμονεῖν. δεῖ οὖν τὰς προειρημένας ἐκλογὰς ποιεῖσθαι τῆς τε ὑγιείας καὶ τοῦ αὐτάρκους πρὸς εὐδαιμονίαν· ταῦτα γὰρ τὰ δεικνύμενα διὰ συλλογισμοῦ. καὶ ἔστιν ἡ δεῖξις γεγονυῖα διὰ τοῦ τὸ ἑπόμενον τῇ εὐδαιμονίᾳ, ὅ ἐστι τὸ ἀναμάρτητον, μὴ ὑπάρχειν τῇ ὑγείᾳ. καὶ τοιοῦτοι μὲν οἱ ἀπὸ τοῦ μᾶλλον ὄντες ἀνασκευαστικοί. οἱ δὲ ἀπὸ τοῦ ἧττον εἰσι μὲν ἔμπαλιν ἔχοντες τούτοις (κατασκευαστικοὶ γάρ εἰσιν), ἔχουσι δὲ οὕτως· εἰ τὸ ἧττον ἀγαθὸν ἀγαθόν ἐστι, καὶ τὸ μᾶλλον ἀγαθὸν ἀγαθὸν ἂν εἴη· ἀλλὰ μὴν ἡ ὑγίεια ἀρετῆς ἧττον οὖσα ἀγαθὸν ἀγαθόν ἐστι· καὶ ἡ ἀρετὴ ἄρα. πάλιν γὰρ καὶ ἐνταῦθα ὁ συλλογισμὸς τοῦ ὅτι ἡ ὑγίεια ἀγαθὸν δεικτικῶς, ἐξ ὑποθέσεως 〈δὲ〉 τούτου δειχθέντος λαμβάνεται ἡ ἀρετὴ ἀγαθὸν εἶναι.

因此,当作为归谬引出之结论的这一虚假前提被转化为真实的前提时——例如,不再说有益属于某种快感,以便我采取它不属于任何快感(这本来就是最初所设定的),并且另一前提得以保留,即中项相对于大项的前提,即有益属于所有善——他说,这样一来,归谬推论就将成为直证推论。因为有益属于所有善,但不属于任何快感;因此善也将不属于任何快感。但直证推论与归谬推论的不同之处在于:在直证推论中,两个前提都被作为真实的而采纳,以证明所提出的课题;而在归谬推论中,其中一个前提则被作为虚假的而采纳,想要证明其对立面的人将其设定为假定。那么,关于这些事情,我们在后续部分,也就是在紧接着的一卷中,将会更精确地得知。但现在从前述各点中可以明了:无论一个人是想以直证法推导,还是想通过归谬法推导,都必须着眼于相同的事物,显然即课题之词项的后随者、它们自身所后随的对象,以及不可能属于它们的事物;因为通过相同的考察,在两种方式下都能充裕地获得证明。 然而在其余的假言推论中,例如假言推论中那些依替换或依性质而成立的推论,探求将不在最初设定的词项中,而是在被替换的词项中并在它们之上进行。因为在“如果灵魂是常动的,它就是不死的;然而灵魂是常动的”这一假言推论中,我们不再从最初的假言前提“如果灵魂是常动的,它就是不死的”之中的[词项]出发,去探求什么后随于灵魂是常动的,这后随于什么,以及什么不可能属于它,从而进行上述的选择;对于灵魂是不死的这一点同样也不如此进行。相反,我们将采纳在替换即添加中的词项(这些词项即灵魂与常动),并且将对这些词项进行上述选择;因为这正是必须通过推论来证明的事情。因为如果设定常动后随于自动的即由自身运动的事物,而自动后随于灵魂,那么灵魂是常动的这一点就得到了证明。我所说的依替换的推论,是指被称为依添加的推论,它们是混合的;而依性质的推论,是指由较多、较少和相似进行证明的推论,因为这些——即相似、较多和较少——伴随着性质,由此它们自身也是依替换而产生的。因为事实上在这样被证明的事物中,一方面假设了某一件事,另一方面却对另一件事进行证明和推论,这另一件事我也称之为被替换的事物。因为证明幸福不在于富有(由于它甚至也不在于健康)的人,一方面假定“如果看起来更足以实现幸福的事物尚且不足够,那么不如它的事物也就不会足够”;但健康虽然看起来比财富更足以实现幸福,却并不能自足;因此财富也不能自足。既然连健康都不自足,那么财富对于幸福并不自足,这是被假定的。但通过推论也可以如下证明连健康对于幸福也不是自足的:有些人身怀恶习却很健康,身怀恶习的人没有一个是幸福的,因此健康的人并不幸福,所以健康对于幸福并不是自足的。也可以这样证明:健康对于无过失地生活并不是自足的,[幸福对于无过失地生活是自足的],健康[因此]对于幸福不是自足的。或者这样:在健康中我们并非无过失;但在幸福中[我们是无过失的;因此]幸福[并不在于健康中]。因此,应当就健康以及对于幸福自足的事物进行上述选择;因为这些正是通过推论所证明的事物。并且该证明是通过幸福的后随者(即无过失)不属于健康而完成的。由较多出发并且具有反驳性的推论就是这般的。另一方面,由较少出发的推论则与这些相反(因为它们是建构性的),它们的情况如下:“如果较小的善是善,那么较大的善也应当是善;但健康作为比德性较小的善,尚且是善;因此德性也是善”。因为在这里,关于健康是善的推论同样是直证的,但在此点得到证明之后,依假定便取得德性是善的。

语法注3 条
  1. 2.0ταύτης οὖν τῆς ψευδοῦς προτάσεως ... μεταληφθείσης ... τῆς δὲ ἑτέρας προτάσεως φυλαττομένης

    两个平行的独立属格从句(ταύτης ... μεταληφθείσης 与 τῆς δὲ ... φυλαττομένης)给出了归谬推论转化为直证推论的条件。主句为 οὕτως, φησίν, ἔσται δεικτικὸς ὁ δι’ ἀδυνάτου συλλογισμός,其间嵌套了解释性的插入句(οἷον ἀντὶ τοῦ λέγειν... ἵνα λάβω... 以及 δηλονότι τῆς πρὸς τὸν μείζονα ὅρον...)。

  2. 2.0οὐκέτι τῶν ἐν τῇ πρώτῃ προτάσει ... τὴν προειρημένην ἐκλογὴν ποιήσομεν

    属格短语 τῶν ἐν τῇ πρώτῃ προτάσει 带有省略名词的部分属格,依附于动词短语 τὴν προειρημένην ἐκλογὴν ποιήσομεν(进行上述选择)。随后的分词 ζητοῦντες(探求着)与主语一致,并统领三个间接疑问从句(τίνα ἕπεται...、καὶ τίσι τοῦτο ἕπεται 与 καὶ τίνα οὐχ οἷά τε ὑπάρχειν αὐτῷ)。

  3. 2.0ὑγεία δὲ πλούτου μᾶλλον δοκοῦν εἶναι αὔταρκες πρὸς εὐδαιμονίαν οὐκ ἔστιν αὔταρκες

    虽然 ὑγεία 是阴性名词,分词 δοκοῦν 和谓语形容词 αὔταρκες 却采用了中性单数形式。这是受到紧接着前述假言前提(εἰ ὃ μᾶλλον ἂν δόξαι αὔταρκες... τοῦτο μή ἐστιν αὔταρκες)中中性句式影响的意义一致(constructio ad sensum),将“健康”视作一个抽象中性的自足客体或善。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:108.17-109.36