- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:107.5-108.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌斯完成了通过归谬法对特称否定课题的证明,阐明了直证论证与归谬论证如何使用相同的词项相互转换,并澄清了两类论证所共有的“共有词项”的确切含义。
ὁμοίως τὸ μερικὸν ἀποφατικὸν ἐδείκνυτο ταὐτοῦ ὄντος τοῦ ἀλλοτρίου τοῦ ἀγαθοῦ καὶ τοῦ, ᾧ ἕπεται ἡ ἡδονή,1 οἷον τὸ ἀγαθὸν οὐδενὶ παρανόμῳ ἀφροδισίῳ, τὸ παράνομον ἀφροδίσιον τινὶ ἡδονῇ, τὸ ἀγαθὸν ἄρα οὐ πάσῃ ἡδονῇ. πάλιν οὖν δείξομεν τοῖς αὐτοῖς ὅροις καὶ διὰ τοῦ ἀδυνάτου. λέγω γάρ, ὅτι τὸ ἀγαθὸν οὐ πάσῃ τῇ ἡδονῇ ὑπάρχει· εἰ δὲ τοῦτο ψευδές, ἀληθὲς τὸ παντί. ἐπεὶ οὖν πάσῃ ἡδονῇ τὸ ἀγαθόν, ἡ δὲ ἡδονὴ παντὶ τῷ παρανόμῳ ἀφροδισίῳ, καὶ τὸ ἀγαθὸν ἄρα παντὶ παρανόμῳ ἀφροδισίῳ· ὑπέκειτο δὲ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ γὰρ ἀγαθὸν οὐδενὶ τῷ παρανόμῳ ἀφροδισίῳ· ταὐτὸν δὲ τὸ παράνομον ἀφροδίσιον τῷ, ᾧ ἕπεται ἡ ἡδονή· οὐκοῦν οὐδὲ τῶν ἀφροδισίων οὐδενὶ τὸ ἀγαθόν. ψεῦδος οὖν τὸ πάσῃ τῇ ἡδονῇ τὸ ἀγαθὸν ὑπάρχειν· οὐκοῦν ἀληθὲς τὸ οὐ παντί. δυνατὸν δὲ καὶ ἐν δευτέρῳ σχήματι καὶ ἐν τρίτῳ τὸ ἀδύνατον ἀπαγαγεῖν, ἐν μὲν δευτέρῳ, ἐπεὶ τὸ ἀγαθὸν πάσῃ ἡδονῇ, τῶν δὲ παρανόμων ἀφροδισίων οὐδενί, καὶ ἡ ἡδονὴ ἄρα τῶν παρανόμων ἀφροδισίων οὐδενί· ὑπέκειτο δὲ καὶ παντί· ἐν δὲ τρίτῳ, ἐπειδὴ τὸ ἀγαθὸν τῇ ἡδονῇ πάσῃ, τὸ δὲ 〈ἀφροδίσιον τινὶ ἡδονῇ, καὶ τὸ ἀγαθὸν ἄρα τινὶ〉 ἀφροδισίῳ· ὑπέκειτο δὲ καὶ οὐδενί. Καὶ καθ’ ἕκαστον δὲ πρόβλημα ἀντιστρέφουσιν ἀλλήλαις αἱ δείξεις αὗται· ὃ γὰρ δι’ ἀδυνάτου δείκνυται, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ δεικτικῶς, καὶ ὃ δεικτικῶς, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ δι’ ἀδυνάτου. ἐπεὶ οὖν ἐξεθέμεθα τὴν δι’ ἀδυνάτου, δεικτέον ἡμῖν τὸ αὐτὸ καὶ διὰ τῶν αὐτῶν καὶ δεικτικῶς, οἷον εἰ τὴν καθόλου ἀπόφασιν ἐδείξαμεν δι’ ἀδυνάτου ὑποθέμενοι τὸ ἀντικείμενον καὶ τούτῳ εὑρόντες τι ἀδύνατον ἀκολουθοῦν. λέγω δὴ τὸ ὠφέλιμον τινὶ ἡδονῇ ἀκολουθεῖν οὐδεμιᾷ ὑπάρχον· ἐὰν τὸ ψευδὲς συμπέρασμα εἰς τὸ ἀληθὲς μεταλάβω, λέγω δέ, ὅτι τὸ ὠφέλιμον οὐδεμιᾷ ἡδονῇ, εἶτα προσθῶμεν τὴν ἑτέραν πρότασιν, ἥτις καὶ ἐν τῇ δι’ ἀδυνάτου ὑπῆρχε, τὴν ὅτι τὸ ὠφέλιμον παντὶ ἀγαθῷ, συνάγεται δεικτικῶς ἐν δευτέρῳ σχήματι, ὅτι τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ. ἀναληπτέον οὖν τὰ εἰρημένα, ἵνα δείξωμεν ἀντιστρεφούσας ἀλλήλαις τήν τε ἐπ’ εὐθείας καὶ τὴν δι’ ἀδυνάτου δεῖξιν. ἤδη μὲν οὖν πάλιν πρὸς τὴν δεικτικὴν ἀντιστρέφομεν τὴν δι’ ἀδυνάτου· εἰ γὰρ δέδεικται δεικτικῶς διὰ τοῦ δευτέρου σχήματος, ὅτι τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ, ἐὰν τὸ ἀντικείμενον τούτῳ λάβωμεν τὸ τινί, δείκνυμεν πάλιν τὸ αὐτὸ καὶ δι’ ἀδυνάτου. εἰ γὰρ τινὶ ἡδονῇ 〈τὸ〉 ἀγαθόν, τὸ δὲ ὠφέλιμον παντὶ τῷ ἀγαθῷ, συνάγεται πάλιν ἐν πρώτῳ σχήματι τὸ ὠφέλιμον τινὶ ἡδονῇ· ἀλλ’ ὑπέκειτο οὐδεμιᾷ· ψεῦδος ἄρα τὸ τινὶ τῇ ἡδονῇ τὸ ἀγαθόν· οὐκοῦν οὐδενί. δέδεικται οὖν διὰ τούτων, ὅτι ἀντιστρέφουσιν ἀμφότεραι αἱ δείξεις, ἥ τε δεικτικὴ καὶ ἡ διὰ τοῦ ἀδυνάτου. καὶ διὰ τῆς αὐτῆς μεθόδου, λέγω δὴ τῶν ἑπομένων καὶ οἷς ἕπονται καὶ τῶν ἀλλοτρίων, ἀμφότεραι προέρχονται. ἐπεὶ δὲ ἐπὶ μόνης τῆς καθόλου ἀποφατικῆς τὸν λόγον ἐγυμνάσαμεν τῶν ἀντιστροφῶν, ἰστέον, ὡς τὰ αὐτὰ καὶ ἐπὶ τῶν λοιπῶν προβλημάτων συμβαίνει· ἐν ἅπασι γὰρ τοῖς δι’ ἀδυνάτου δεικνύουσί τι συλλογισμοῖς δεῖ κοινόν τινα ὅρον ἕτερον ὄντα παρ’ ἀμφοτέρους τοὺς ἄκρους ὅρους 〈λαβεῖν〉. κοινὸν δέ φημι οὐχὶ ἀντὶ τοῦ μέσου κοινωνίαν ἔχοντα2 πρὸς ἑκάτερον καὶ δι’ αὑτοῦ τοὺς ἄκρους συνδέοντα, ἀλλὰ κοινόν φημι ἔν τε τῇ ἐπ’ εὐθείας δείξει παραλαμβανόμενον τὸν αὐτὸν καὶ ἐν τῇ δι’ ἀδυνάτου. οἱ οὖν ἐξ ἀρχῆς ὑποκείμενοι ὅροι, λέγω δὴ οἱ τοῦ προβλήματος, τό τε ἀγαθὸν καὶ ἡ ἡδονή, περὶ ὧν ἡ σκέψις, οἱ αὐτοὶ ἐν ἀμφοτέροις· δεῖ καὶ ἕτερόν τινα παρὰ τούτους ἐν ἀμφοτέραις ταῖς ἀποδείξεσι τὸν αὐτὸν εὑρίσκεσθαι· σαφὲς ὡς ἐκ τῶν αὐτῶν ὅρων ἀμφότεραι αἱ ἀποδείξεις περαίνονται. ὅτι δὲ κοινός τις παρὰ τοὺς κειμένους ὅρους ἐν ἀμφοτέραις λαμβάνεται, δῆλον ἐντεῦθεν· καὶ γὰρ ἐν ταῖς προκειμέναις δείξεσι, τῇ τε ἐπ’ εὐθείας καὶ τῇ δι’ ἀδυνάτου, ἔστι κοινὸς ὅρος τὸ Β, τὸ ἀγαθόν. οὗτος γὰρ ἐπὶ μὲν τῆς ἐπ’ εὐθείας δείξεως ἀληθῶς ἀπεφάσκετο τοῦ Ε, τῆς ἡδονῆς, καὶ ἐποίει τὴν ἐλάττονα πρότασιν· ἐπὶ δὲ τῆς δι’ ἀδυνάτου κατεφάσκετο τοῦ Ε, τῆς ἡδονῆς, ἐν τῷ συμπεράσματι. πρὸς τοῦτον οὖν τὸν κοινὸν ὅρον τὸ ψευδὲς γίνεται συμπέρασμα· συνήγετο γὰρ ψευδῶς, ὅτι τὸ Β τινὶ τῶν Ε.
同样,当与善不相容的事物和快感所后随的对象相同的时候,特称否定就得到了证明,例如善不属于任何非法的爱欲,非法的爱欲属于某种快感,因此善不属于所有快感。于是我们将再次通过相同的词项并且通过归谬法来加以证明。因为我说,善不属于所有快感;但如果这是假的,那么属于所有快感就是真的。既然善属于所有快感,而快感属于所有非法的爱欲,那么善也就属于所有非法的爱欲;但先前曾假设它也不属于任何非法的爱欲,这是不可能的。因为善不属于任何非法的爱欲;而非法的爱欲与快感所后随的对象相同;因此善也不属于任何爱欲。因此,善属于所有快感是假的;所以不属于所有快感是真的。在第二格和第三格中都能够引出归谬:在第二格中,既然善属于所有快感,但不属于任何非法的爱欲,那么快感也就不属于任何非法的爱欲;但先前曾假设它也属于所有非法的爱欲;而在第三格中,既然善属于所有快感,而[爱欲属于某种快感,那么善也就属于某种]爱欲;但先前曾假设它也不属于任何爱欲。 在每一个课题中,这些论证都彼此换位;因为凡是通过归谬法证明的,通过相同的词项也能以直证法证明;凡是以直证法证明的,通过相同的词项也能通过归谬法证明。既然我们已经阐述了归谬证明,我们就必须通过相同的词项以直证法证明同一结论,正如我们通过假设相反命题并发现后随于此的某种不可能结果,从而通过归谬法证明了全称否定一样。我的意思是,有益虽然不属于任何快感,却后随于某种快感;如果我把虚假的结论转化为真实的结论,并且我说有益不属于任何快感,然后我们加上另一条前提,即在归谬证明中也同样存在的“有益属于所有善”,那么在第二格中就以直证法推导出善不属于任何快感。因此必须重拾前述诸论,以表明直接论证与归谬论证彼此换位。那么现在我们再次使归谬论证相对于直证论证而换位;因为如果已经通过第二格直证地证明了善不属于任何快感,那么如果我们取得与此相反的“属于某种快感”,我们便再次通过归谬法证明同一课题。因为如果善属于某种快感,而有益属于所有善,那么在第一格中就再次推导出有益属于某种快感;但先前曾假设它不属于任何快感;因此善属于某种快感是假的;所以它不属于任何快感。因此通过这些已经证明,两种论证(即直证论证和归谬论证)彼此换位。而且两者都通过相同的方法展开,我指的是后随的事物、被后随的对象以及不相容的事物的方法。 既然我们仅在全称否定上练习了关于换位的论述,应当知道,在其余课题中也同样发生着相同的情况;因为在所有通过归谬法证明某种结论的推论中,都必须[取得]某种不同于两个极端词项的共同词项。但我所说的共同,并不是以中项之义指与两端相通并借自身联结两端的词项,而是指在直接论证与归谬论证中被同样采纳的词项。因此,最初假设的词项,即课题的词项(作为考察对象的善和快感),在两种论证中是相同的;除了这些词项之外的某种其他词项也必须在两种证明中被发现是相同的;显然两种证明都是由相同的词项完成的。而在设定的词项之外,有某种共同词项在两种论证中都被采纳,这从以下事实中便显而易见:因为在所提出的论证中,即直接论证和归谬论证中,都存在一个共同词项Β,即善。因为这一词项在直接论证中被真实地对Ε(即快感)加以否定,并构成了小前提;而在归谬论证中,它在结论里被对Ε(即快感)加以肯定。因此,正是针对这一共同词项产生了虚假的结论;因为先前曾被虚假地推导出:Β属于某些Ε。
- 2.0ταὐτοῦ ὄντος τοῦ ἀλλοτρίου τοῦ ἀγαθοῦ καὶ τοῦ, ᾧ ἕπεται ἡ ἡδονή
属格绝对结构,指明特称否定成立的前提条件。实质化的关系从句 τοῦ, ᾧ ἕπεται ἡ ἡδονή(“快感所后随的对象”)通过连词 καί 与 τοῦ ἀλλοτρίου τοῦ ἀγαθοῦ(“与善不相容的事物”)相连,并列作为 ταὐτοῦ ὄντος 的逻辑主语。
- 2.0κοινὸν δέ φημι οὐχὶ ἀντὶ τοῦ μέσου κοινωνίαν ἔχοντα
κοινόν 是动词 φημι 支配的谓语宾格。分词短语 κοινωνίαν ἔχοντα(“与两极端具有相通关联”)进一步阐释了 ἀντὶ τοῦ μέσου(“作为中项”);在此德米斯蒂乌斯界定说,“共有词项”并非指在单个三段论中联结两端项的内在中项,而是在直证论证与归谬论证之间被共同沿用的词项。
