← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§105.28-107.5

归谬法与直证法中的中项选定

特米斯提乌斯总结指出通过相反者的方法最终归结为他的方法,并说明归谬法证明与直证法完全使用相同的词项与中项选定法,通过全称否定、特称肯定和全称肯定的实例对此进行了阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#11

συμβαίνει οὖν τοῖς νενομικόσιν ἄλλην ὁδὸν τῆς εὐπορίας τῶν προτάσεων εὑρηκέναι τὴν διὰ τῶν ἐναντίων ἀγνοεῖν,1 ὅτι ἐν αὐτοῖς τούτοις, οἷς λέγουσιν, ἡ ἡμετέρα πάλιν ἀναφαίνεται μέθοδος, ὥστε μὴ διὰ ταύτην καὶ μὴ διὰ τὰ παρὰ τούτων λεγόμενα συμβαίνειν τὸ συμπέρασμα. οἱ οὖν διὰ ταύτης τῆς μεθόδου συνάγεσθαί τι νομίσαντες πλείω τῆς ἀναγκαίας βαδίζουσι διά τινος κύκλου ἐπὶ τὴν ἡμετέραν περιαγόμενοι μέθοδον. Ὁμοίως δὲ τούτοις, φημὶ δὴ τοῖς δεικτικοῖς τε καὶ κατηγορικοῖς συλλογισμοῖς, καὶ διὰ τῶν αὐτῶν ἔσονται καὶ 〈οἱ〉 διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς δεικνύντες τι συλλογισμοί. ἡ γὰρ αὐτὴ μέθοδος χρήσιμος ἔσται ἡμῖν· τὸ γὰρ αὐτὸ πρόβλημα κατηγορικῶς τε ἅμα καὶ δι’ ἀδυνάτου συλλογιούμεθα καὶ διὰ τῶν αὐτῶν ὅρων, τουτέστι τῆς προειρημένης ἐκλογῆς τῶν ὅρων. καὶ ἀνάπαλιν, ὃ διὰ τοῦ ἀδυνάτου ἐδείξαμεν, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ κατηγορικῶς ἕξομεν συλλογίσασθαι. καὶ πρῶτόν γε, πῶς τὸ καθόλου ἀποφατικὸν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύμενον δι’ ἧς πεποιήμεθα ἐπιβλέψεως δείκνυται καὶ διὰ τῶν αὐτῶν ὅρων, δι’ ὧν καὶ δεικτικῶς, λέγομεν. ἔστω δὴ δι’ ἀδυνάτου δεῖξαι τὴν καθόλου ἀποφατικήν. εἰλήφθω οὖν πάλιν τι τῶν ἑπομένων τῷ ἀγαθῷ, τουτέστι τὸ ὠφέλιμον, καὶ τῶν ἀλλοτρίων τῆς ἡδονῆς, οἷον ὁ πόνος, ταὐτὸ ὑπάρχον. προέρχεται οὖν ἡ δεῖξις οὕτως· ἐπεὶ τὸ ὠφέλιμον ταὐτὸν τῷ πόνῳ, τὸ δὲ ὠφέλιμον παντὶ τῷ ἀγαθῷ, καὶ ὁ πόνος ἄρα παντὶ τῷ ἀγαθῷ [: ἐπ’ εὐθείας δεῖξις. εἰς ἀδύνατον ἀπαγωγή:], τῇ δὲ ἡδονῇ οὐδεμιᾷ. τούτων οὖν ὄντων λέγω, ὅτι τὸ ἀγαθὸν τῇ ἡδονῇ οὐδεμιᾷ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί. οὐκοῦν, ἐπεὶ τὸ μὲν ὠφέλιμον παντὶ τῷ ἀγαθῷ, τὸ δὲ ἀγαθὸν τινὶ τῶν ἡδονῶν, συνάγεται, ὅτι τὸ ὠφέλιμον τινὶ τῶν ἡδονῶν· ὑπέκειτο δὲ καὶ οὐδεμιᾷ, ὅπερ ἀδύνατον· τὸ γὰρ ὠφέλιμον ταὐτὸν ἦν τινὶ τῶν ἀλλοτρίων τῆς ἡδονῆς, τουτέστι τῷ πόνῳ. εἰ τοίνυν τῇ ὑποθέσει ταύτῃ τῇ λεγούσῃ ‘ὑπάρχει τὸ ἀγαθὸν τινὶ τῶν ἡδονῶν’ ἀδύνατόν τι ἠκολούθησε τῷ τὸ αὐτὸ τῷ αὐτῷ, τὸ ὠφέλιμον τῇ ἡδονῇ καὶ οὐδεμιᾷ καὶ τινὶ ὑπάρχειν,2 ψεῦδος ἄρα τὸ τινὶ τῇ ἡδονῇ τὸ ἀγαθὸν ὑπάρχειν, ἀληθὲς δὲ τὸ μηδενί. ὁμοίως ἕξει καὶ ἐπὶ τῆς μερικῆς καταφατικῆς. ταῖς γὰρ αὐταῖς μεθόδοις δείξομεν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τοῦτο τὸ πρόβλημα διὰ τοῦ λαμβάνειν τινὰ τῶν, οἷς ἀμφότεροι ἕπονται οἱ ὅροι, λέγω δὴ τὸ κατὰ φύσιν καὶ τὴν ὑγίειαν, ταὐτὰ ἀλλήλοις ὄντα. δείκνυμεν οὖν πάλιν διὰ τοῦ ἀδυνάτου οὕτως· λέγω γάρ, ὅτι τὸ ἀγαθὸν τινὶ ἡδονῇ ὑπάρχει. πῶς; τὸ ἀγαθὸν πάσῃ τῇ ὑγιείᾳ, ἡ ἡδονὴ πάσῃ τῇ ὑγιείᾳ, καὶ τὸ ἀγαθὸν τινὶ ἡδονῇ. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενί. ἐπεὶ οὖν τὸ ἀγαθὸν οὐδεμιᾷ τῇ ἡδονῇ, ἡ δὲ ἡδονὴ πάσῃ τῇ ὑγιείᾳ, καὶ τὸ ἀγαθὸν ἄρα οὐδεμιᾷ ὑγιείᾳ· ἀλλ’ ὑπέκειτο καὶ πάσῃ, ὅπερ ἀδύνατον· τὸ γὰρ κατὰ φύσιν, καθ’ οὗ παντὸς ἦν τὸ ἀγαθόν, ταὐτὸν τῇ ὑγιείᾳ, ὥστε καὶ τῇ ὑγιείᾳ πάσῃ ὑπάρχειν τὸ ἀγαθόν. ψευδὴς ἄρα ἡ ὑπόθεσις ἡ λέγουσα οὐδεμιᾷ ἡδονῇ τὸ ἀγαθόν· οὐκοῦν ἀληθὲς τὸ τινί, ὅπερ ἔδει δεῖξαι. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων, τοῦ τε καθόλου καταφατικοῦ καὶ τοῦ μερικοῦ ἀποφατικοῦ. ἐδεικνύομεν 〈οὖν〉 τὸ καθόλου καταφατικὸν λαμβάνοντες τά, οἷς ἕπεται τὸ ἀγαθόν, καὶ τὰ ἑπόμενα τῇ ἡδονῇ ταὐτά· οἷον τὸ ἀγαθὸν παντὶ ἀλύπῳ, τὸ ἄλυπον πάσῃ ἡδονῇ, καὶ τὸ ἀγαθὸν πάσῃ ἡδονῇ. ἔσται οὖν διὰ τῶν αὐτῶν ὅρων τὸ αὐτὸ καὶ δι’ ἀδυνάτου δεῖξαι. λέγω, ὅτι πάσῃ τῇ ἡδονῇ τὸ ἀγαθὸν ὑπάρχει. εἰ δὲ τοῦτο ψευδές, ἀληθὲς τὸ οὐ παντί. ἐπεὶ οὖν τὸ ἀγαθὸν οὐ πάσῃ ἡδονῇ, τὸ δὲ ἄλυπον πάσῃ τῇ ἡδονῇ, συνάγεται ἐν τρίτῳ σχήματι τὸ ἀγαθὸν οὐ παντὶ ἀλύπῳ· ὑπέκειτο δὲ καὶ παντί, ὅπερ ἀδύνατον. κατὰ παντὸς γὰρ τοῦ σωματικῶς ἀγαθοῦ τὸ ἀγαθόν· τὸ δὲ σωματικὸν ἀγαθὸν ταὐτὸν ἦν τῷ ἀλύπῳ· ὥστε καὶ τοῦ ἀλύπου κατὰ παντὸς τὸ ἀγαθόν. ἔστι καὶ ἐν δευτέρῳ σχήματι τὸ αὐτὸ συναγαγεῖν. ἐπεὶ γὰρ τὸ ἀγαθὸν οὐ πάσῃ ἡδονῇ, ὡς ἡ ὑπόθεσις, ἦν δὲ καὶ παντὶ τῷ ἀλύπῳ τὸ ἀγαθόν· ταὐτὸν γὰρ τῷ σωματικῷ ἀγαθῷ τὸ ἄλυπον· τῷ δὲ σωματικῷ ἀγαθῷ παντὶ τὸ ἀγαθόν· ὥστε συνάγεται τὸ ἄλυπον οὐ πάσῃ ἡδονῇ· ὑπέκειτο δὲ καὶ παντί, ὅπερ ἀδύνατον· ψευδὴς ἄρα ἡ ὑπόθεσις, ὅτι τὸ ἀγαθὸν οὐ πάσῃ τῇ ἡδονῇ, ἀληθὲς δὲ τὸ παντί.

因此,对于那些以为通过相反者找到了提供前提命题的另一条途径的人来说,结果是他们没有认识到,在他们所说的这些事物本身之中,我们的方法再次显现出来,以至于结论既不是通过他们的方法,也不是通过他们所说的事物产生的。因此,那些以为通过这种方法推导出了某种结论的人,走了一条超出必要限度的更长道路,通过某种迂回被引回到我们的方法上来。 与这些推论(我指的是直证的和直言的推论)相似,通过归谬法证明某种结论的推论也同样将通过相同的事物成立。因为相同的方法对我们是有用的;因为我们将直言地且同时通过归谬法推导出同一个课题,并且是通过相同的词项,即通过前述对词项的选定。反之,凡是我们通过归谬法所表明的,我们将能够通过相同的词项直言地推导出来。首先,我们来谈谈通过归谬法证明的全称否定课题,如何通过我们所做的考察、且通过与直证法中所用的相同词项被证明。 那么,设要求通过归谬法证明全称否定命题。于是再次取得后随善的事物中的某种事物,即“有益”,并假设它与快感的不相容事物中的某种事物(例如“劳苦”)相同。于是论证如下展开:“既然有益与劳苦相同,而有益属于所有善,那么劳苦也就属于所有善[直证论证;归谬法:],但不属于任何快感”。那么,在这些前提下我说,善不属于任何快感。因为如果这是假的,那么属于某种快感就是真的。既然有益属于所有善,而善属于某种快感,那么就可以推导出有益属于某种快感;但先前曾假设它也不属于任何快感,这是不可能的;因为有益与快感的不相容事物中的某一种(即劳苦)是相同的。因此,如果对这个声称“善属于某种快感”的假设,由于相同的事物属于相同的事物——即有益既不属于任何快感又属于某种快感——而产生了一个不可能的结论,那么善属于某种快感就是假的,而不属于任何快感则是真的。 在特称肯定中情况也将类似。因为通过相同的方法,我们将通过取得两端项都后随的对象(我指的是“顺应自然”和“健康”)彼此相同,从而通过归谬法证明这一课题。于是我们再次通过归谬法如下证明:因为我说,善属于某种快感。如何证明?善属于所有健康,快感属于所有健康,善属于某种快感。因为如果这是假的,那么不属于任何快感就是真的。既然善不属于任何快感,而快感属于所有健康,那么善也就不属于任何健康;但先前曾假设它也属于所有健康,这是不可能的;因为善对其一切均成立的“顺应自然”与健康相同,以至于善也属于所有健康。因此,声称善不属于任何快感的假设是假的;所以属于某种快感是真的,这正是所要证明的。 在其他课题中,即全称肯定和特称否定中,情况也同样如此。我们曾通过将善所后随的对象与后随快感的事物取为相同者来证明全称肯定:例如,善属于所有无痛苦,无痛苦属于所有快感,善属于所有快感。因此,通过相同的词项也同样可以通过归谬法证明同一课题。我说,善属于所有快感。但如果这是假的,那么不属于所有快感就是真的。既然善不属于所有快感,而无痛苦属于所有快感,那么在第三格中就推导出善不属于所有无痛苦;但先前曾假设它也属于所有无痛苦,这是不可能的。因为善对所有身体之善成立;而身体之善与无痛苦相同;以至于善对所有无痛苦也成立。在第二格中也可以推导出相同的结果。因为既然如假设所言善不属于所有快感,而且善也属于所有无痛苦(因为无痛苦与身体之善相同,而善属于所有身体之善),所以推导出无痛苦不属于所有快感;但先前曾假设它也属于所有快感,这是不可能的;因此,善不属于所有快感的假设是假的,而属于所有快感则是真的。

语法注2 条
  1. 2.0συμβαίνει οὖν τοῖς νενομικόσιν ἄλλην ὁδὸν τῆς εὐπορίας τῶν προτάσεων εὑρηκέναι τὴν διὰ τῶν ἐναντίων ἀγνοεῖν

    非人称动词 συμβαίνει 支配不定式 ἀγνοεῖν,与格分词 τοῖς νενομικόσιν 为其逻辑主语(即“对于那些以为……的人来说,发生了未能认识到……”)。宾格短语 τὴν διὰ τῶν ἐναντίων 作为 ἄλλην ὁδὸν τῆς εὐπορίας τῶν προτάσεων 的同位成分,具体指明所谓的另一条途径。

  2. 2.0τῷ τὸ αὐτὸ τῷ αὐτῷ, τὸ ὠφέλιμον τῇ ἡδονῇ καὶ οὐδεμιᾷ καὶ τινὶ ὑπάρχειν

    不带介词的定冠词与格不定式 τῷ... ὑπάρχειν 表示原因(原因与格),解释了前面的 ἀδύνατόν τι ἠκολούθησε(“不可能的后果随着……产生”)。主语为 τὸ αὐτό(同位语为 τὸ ὠφέλιμον),宾语为 τῷ αὐτῷ(同位语为 τῇ ἡδονῇ),而 καὶ οὐδεμιᾷ καὶ τινὶ 则作为述谓限定,指明了“既不属于任何又属于某种”这一矛盾的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:105.28-107.5