- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:104.10-105.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌指出选定与两个极端项均不相容的事物是无用的,并通过全称否定和特称否定的具体例证论证:即便推论看似源自相反或对立的项,但由于中项必须是单一的,推论的有效性并非来自相反关系本身,而是完全可以还原为前述基于同一性的推论发现法。
πρὸς δὲ ταύτῃ καὶ ἡ τὰ ἀμφοτέροις ἀλλότρια λαμβάνουσα·1 προφανὲς γὰρ κἀνταῦθα τὸ ἄχρηστον· ἄμφω γὰρ γίνονται [αἱ] ἀποφάσεις, εἴτε κατὰ τὸ πρῶτον εἴτε κατὰ τὸ δεύτερον ποιήσει τις συλλογισμόν. Δῆλον δὲ ἐκ τῶν εἰρημένων, ὅτι οὐ δεῖ ζητεῖν, ποῖα ἐν τοῖς ἀπογεγραμμένοις ἕτερά ἐστιν, ἀλλὰ ποῖα ταὐτά, καὶ τίνα χρείαν παρέχεται τά τε ταὐτὰ ἐκ τῶν ἐκλελεγμένων ληφθέντα, καθ’ ὃν ὑφηγήμεθα τρόπον (λέγω δὲ τῶν ἑπομένων καὶ οἷς ἕπεται καὶ τῶν ἀλλοτρίων), καὶ τίνα χρείαν, εἰ ἀντ’ αὐτῶν λαμβάνοιτο τὰ ἐναντία ἀλλήλοις ἢ τὰ ἀντικείμενα· οὐδὲ γὰρ συλλογιστικὴ ἡ τῶν τοιούτων ἐκλογή, ὡς αὐτίκα δὴ μάλα δείξομεν. πρῶτον μὲν γὰρ τῆς τοῦ μέσου ὅρου εὑρέσεως χάριν ἡ ἐπίσκεψις γίνεται τῶν ἑπομένων τε καὶ τῶν λοιπῶν· τὸν δὲ μέσον ὅρον ἕνα καὶ τὸν αὐτὸν εἶναι δεῖ· οὐ γίνεται δὲ τὰ ἐναντία ἀλλήλοις ἕν. καὶ διὰ τοῦτο, ἐν οἷς συμβαίνει γίνεσθαί τινα συλλογισμὸν ληφθέντων τινῶν ἐναντίων εἶναι ἀλλήλοις ἐκ τῶν περὶ ἑκατέρου ἐκλελεγμένων, καθ’ ὃν πεποιήμεθα τὴν ἐκλογὴν τρόπον, ἢ μὴ ἐνδεχομένων τῷ αὐτῷ ὑπάρχειν, τουτέστιν ἀντικειμένων, ἃ εἴπομεν ἐν τοῖς ἐπάνω ἕτερα ἢ ἐναντία, ὑποπίπτει καὶ ταῦτα τῇ εἰρημένῃ ὑφ’ ἡμῶν ἐκλογῇ, καθ’ ἣν ἐδείκνυμεν καὶ ἐλαμβάνομεν ταὐτά τινα τῶν περὶ ἑκάτερον ἐκλελεγμένων· καὶ γὰρ ταῦτα οὐ δι’ ἄλλο τι εὑρεθήσεται συνάγοντα συλλογιζόμενά τε ἢ διά τινα τῶν προειρημένων ἡμῖν ἐκλογῶν. ταῦτα δὲ προεθέμην εἰπεῖν ὑπονοοῦντες ἴσως τινὰ ἐρεῖν,2 ὅτι δύναμαι μηδὲν τῶν ἀπογεγραμμένων ταὐτόν τι λαβών, ὅπερ ἐν πᾶσι τοῖς προβλήμασιν ὡς ἀναγκαῖον ἡμεῖς παραδεδώκαμεν, ἀλλὰ λαβὼν τούτων τινὰ ἐναντία ἢ ἁπλῶς ἕτερα ἀλλήλων καὶ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν τὰ ἀποφατικὰ προβλήματα κατασκευάσαι. οἷον ἔστω τι τῶν ἑπομένων τῷ ἀγαθῷ καὶ τῶν τῇ ἡδονῇ ἑπομένων ἐναντίον ἢ μὴ ἐνδεχόμενον τῷ αὐτῷ ὑπάρχειν· κατασκευάζω ἐκ τούτων τὸ καθόλου ἀποφατικὸν οὕτως· εἰ δὴ τὸ φερέπονον τῷ ἀγαθῷ παντὶ τῷ δὲ ἀφερεπόνῳ οὐδενί (ἐναντία γάρ), καὶ τὸ ἀγαθὸν ἄρα τῷ ἀφερεπόνῳ οὐδενί· τὸ δὲ ἀφερέπονον πάσῃ τῇ ἡδονῇ· καὶ τὸ ἀγαθὸν ἄρα οὐδεμιᾷ ἡδονῇ. ὁ οὖν ταῦτα λέγων ἠγνόηκεν, ὅτι τὸ συμπέρασμα γέγονεν ἐν τούτοις διὰ τὰς παρ’ ἡμῶν παραδοθείσας μεθόδους, οὐ διὰ τὸ ἐναντία ληφθῆναι τό τε ἑπόμενον τῷ ἀγαθῷ καὶ τὸ ἑπόμενον τῇ ἡδονῇ· ταῦτα δ’ ἦν τὸ φερέπονόν τε καὶ ἀφερέπονον. εἰ γὰρ ἔχομεν πάντα τὰ ἀλλότρια τοῦ τε ἀγαθοῦ φέρ’ εἰπεῖν καὶ τῆς ἡδονῆς, τὸ δὲ φερέπονον οὐδενὶ τῷ ἀφερεπόνῳ, καὶ διὰ τοῦτο οὐδὲ τῇ ἡδονῇ τὸ φερέπονον, ἔχομεν δὲ ἐκκείμενα πάντα τὰ τῆς ἡδονῆς ἀλλότρια, ἔσται ἄρα τὸ φερέπονον ταὐτόν τινι τῶν ἀλλοτρίων τῆς ἡδονῆς. ὥστε οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ταῦτα λέγοντες τὴν ταὐτότητα τοῦ ἑπομένου τῷ ἀγαθῷ καὶ τοῦ ἀλλοτρίου τῆς ἡδονῆς· καὶ διὰ τοῦτο ἐνόμισαν ἑτέρᾳ τινὶ μεθόδῳ συνῆχθαι τὸ συμπέρασμα. ἐπεὶ δὲ δέδεικται ἡμῖν, ὅτι, ἐν οἷς καὶ συνάγεται τὸ καθόλου ἀποφατικὸν ἐναντίων τινῶν ληφθέντων ἀλλήλοις ἢ μὴ ἐνδεχομένων τῷ αὐτῷ ὑπάρχειν, οὐ διὰ τὴν τῶν ἐναντίων συνάγεται λῆψιν ἀλλὰ διὰ τὸ ἐμπίπτειν εἰς τὴν παρ’ ἡμῶν παραδεδομένην μέθοδον, τὸ αὐτὸ τοῦτο δειχθήσεται καὶ ἐπὶ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ. συναχθείη δὲ ἂν καὶ τοῦτο ἐκ τῶν ἐναντίων οὕτως· ἐπεὶ τὸ λυσιτελὲς παντὶ μὲν τῷ ἀγαθῷ οὐδενὶ δὲ τῷ ἀλυσιτελεῖ, καὶ τὸ ἀγαθὸν ἄρα οὐδενὶ τῷ ἀλυσιτελεῖ· τὸ δὲ ἀλυσιτελὲς τινὶ ἡδονῇ· καὶ τὸ ἀγαθὸν ἄρα οὐ πάσῃ ἡδονῇ. πάλιν οὖν ἀγνοοῦσιν ἐν τούτοις, ὅτι εἰς τὴν παρ’ ἡμῶν παραδεδομένην μέθοδον ἐμπίπτουσιν. οὐδὲν γὰρ ἄλλο λέγουσι λαμβάνοντες τὸ λυσιτελὲς καὶ ἀλυσιτελὲς μηδενὶ τῷ αὐτῷ ὑπάρχειν ἢ ὅτι 〈τὸ〉 λυσιτελὲς ταὐτόν ἐστι τῶν ἀλλοτρίων τινὶ τῆς ἡδονῆς. εἰ γὰρ τὸ λυσιτελὲς οὐδενὶ τῶν ἀλυσιτελῶν, τὸ δὲ ἀλυσιτελὲς μέρος τῆς ἡδονῆς, πάντα δὲ τὰ τῆς ἡδονῆς ἀλλότρια ἐλάβομεν, ἔσται ταὐτόν τινι τῶν ἀλλοτρίων τῆς ἡδονῆς τὸ ἀλυσιτελές.3 ὥστε πάλιν διὰ τὴν ἡμετέραν μέθοδον γέγονε τὸ συμπέρασμα. φανερὸν οὖν, ὅτι, ἂν ἐναντία ἢ ἀντικείμενα ἀλλήλοις λάβωμέν τινα, οὐ διὰ τοῦτο συλλογισμὸς ἔσται τῶν ἄκρων πρὸς ἀλλήλους· οὐδὲ γὰρ μέσος τις ὅρος γίνεται ἐκ τούτων· τὰ γὰρ ἐναντία ἢ ἀντικείμενα οὐχ ἕν· ἀλλὰ [καὶ] διὰ τὸ καὶ τότε ταὐτά τινα ἀλλήλοις εὑρίσκεσθαι γίνεται συλλογισμός. καὶ γὰρ ὅτε ἐναντία τινὰ ἀλλήλοις ληφθῇ, ἔσται συλλογισμός, ὅτι ἔστιν, ὅτε ἑκάτερον αὐτῶν ἄλλῳ τινὶ ταὐτόν ἐστι, μεθ’ οὗ γινόμενον καὶ ἑνωθὲν αὐτῷ μέσος ὅρος ἔσται, καθὰ προειρήκαμεν.
除此以外,还有取得与两项均不相容的事物的选定;因为在此其无用性也是显而易见的;无论人们是按照第一格还是按照第二格进行推论,两个前提命题都成为否定的。从所说的话中显而易见,不应当探求在罗列出的事物中有哪些是不同的,而应当探求有哪些是相同的;以及按照我们所指导的方式从选定的事物中取得相同的事物会提供何种用处(我指的是后随的事物、所后随的对象和不相容的事物),以及如果不取它们而取得彼此相反或对立的事物会有何种用处;因为对这类事物的选定并不是产生推论的,正如我们当下很快就会指出的那样。因为首先,对后随事物及其他事物的考察是为了发现中项;而中项必须是一个且相同的;但彼此相反的事物不能成为一体。正因如此,如果在按照我们进行选定的方式从关于每一项所选出的事物中取得某些彼此相反的事物,或者不能属于同一事物的事物(即对立的事物,我们在前文中称之为不同的或相反的事物)时,碰巧产生了某种推论,那么这些情况也归属于我们所说的那种选定,按照那种选定,我们指明并取得了关于每一项所选出的事物中的某些相同事物;因为即使是这些情况,也不会因由别的原因、而只能通过我们前述的某种选定被发现是能够进行推论并得出结论的。我之所以提议陈述这些,是因为怀疑或许有人会说:我可以不用在罗列的事物中取得任何相同之物(而我们在所有的课题中都将此作为必然之物传授),而是通过取得这些事物中某些彼此相反的、或者单纯互不相同且不可能属于同一事物的事物,来确立否定性的课题。例如,设后随善的事物与后随快感的事物中有某种事物是相反的或不可能属于同一事物的;我由这些事物如下确立全称否定:“如果耐受劳苦属于所有善,而不属于任何躲避劳苦者(因为它们是相反的),那么善也就不属于任何躲避劳苦者;而躲避劳苦属于所有快感;因此善也不属于任何快感”。那么,这样说的人没有认识到,在这些情况中结论是通过我们所传授的方法产生的,而不是因为把后随善的事物和后随快感的事物作为相反者来取得(这些事物就是耐受劳苦和躲避劳苦)。因为比方说如果我们掌握了所有与善以及与快感不相容的事物,而耐受劳苦不属于任何躲避劳苦者,且因此耐受劳苦甚至不属于快感,并且我们掌握了所有被列出的与快感不相容的事物,那么耐受劳苦就必定与快感的某种不相容事物相同。因此,说这些话的人未能察觉后随善的事物与快感的不相容事物之间的同一性;正因如此,他们以为结论是通过某种其他方法被推导出来的。既然我们已经表明,在取得彼此相反的事物或不可能属于同一事物的事物而推导出全称否定的情况下,结论的得出并不是由于采取了相反的事物,而是由于落入了我们所传授的方法之中,那么同样的情况也将在特称否定中被表明。而这也可以从相反的事物中如下推导出来:“既然有益属于所有善,而不属于任何无益者,那么善也就不属于任何无益者;而无益属于某种快感;因此善也不属于所有快感”。那么,在这些情况中他们再次没有认识到,他们落入了我们所传授的方法之中。因为他们假定有益和无益不属于任何同一事物,无非是在说有益与快感的某种不相容事物是相同的。因为如果有益不属于任何无益者,而无益是快感的一部分,且我们取得了快感的所有不相容事物,那么无益就必定与快感的某种不相容事物相同。因此,结论又是通过我们的方法产生的。由此显而易见,如果我们取得某些彼此相反或对立的事物,推论不会因此而在极端项之间产生;因为从这些事物中产生不出任何中项(因为相反或对立的事物并不是一体);相反,即便在那时也是由于某些事物被发现彼此相同,才产生了推论。因为即使取得了彼此相反的事物,之所以会有推论产生,正如我们前文所说,是因为有时它们中的每一个都与另某事物相同,在与该事物结合为一体之后它便将成为中项。
- 2.0πρὸς δὲ ταύτῃ καὶ ἡ τὰ ἀμφοτέροις ἀλλότρια λαμβάνουσα
承接上一文本块末尾谓语(ἄχρηστοι... ἐκλογαί)的省略句。ἡ... λαμβάνουσα(“取得……的选定”)作主语,需补出谓语 ἄχρηστός ἐστιν(或 ἄχρηστος ἂν εἴη)。
- 2.0ταῦτα δὲ προεθέμην εἰπεῖν ὑπονοοῦντες ἴσως τινὰ ἐρεῖν
主格复数分词 ὑπονοοῦντες 与第一人称单数主谓动词 προεθέμην 在数上不一致。这是注疏者在单数(“我”)与复数(“我们”)交替使用时产生的破格文体(anacoluthon);在构词句法上,它充当修饰主句动词的状语分词(表伴随或原因)。
- 2.0ἔσται ταὐτόν τινι τῶν ἀλλοτρίων τῆς ἡδονῆς τὸ ἀλυσιτελές
主语是置于句末的 τὸ ἀλυσιτελές(“无益”),表语是 ταὐτόν τινι τῶν ἀλλοτρίων τῆς ἡδονῆς(“与快感的某种不相容事物相同”)。尽管紧接的前句曾将“有益(τὸ λυσιτελές)”作为陈述主体,但此处是在论证小前提中的谓项 ἀλυσιτελές 必定与不相容事物清单中的某项相重合。
