- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:42.5-43.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯解释了梦境并非神遣而是源于自然的精灵性,将未应验的征兆归因于更有支配性的其他原因的介入,并针对远距离的预知梦反驳了德谟克利特的影像说,提出了微弱运动通过空气传播并在睡眠中被感知的心身物理机制。
Ὅλως δὲ ἐπεὶ καὶ τῶν ἄλλων ζῴων ὀνειρώττει τινά, θεόπεμπτα μὲν οὐκ ἂν εἴη τὰ ἐνύπνια οὐδὲ γέγονε τούτου χάριν, δαιμόνια μέντοι· ἡ γὰρ φύσις δαιμονία, οὐ θεία. σημεῖον δέ· πάνυ γὰρ εὐτελεῖς ἄνθρωποι προορατικοί εἰσι καὶ εὐθυόνειροι, ὡς οὐ θεοῦ πέμποντος, ἀλλ’ ὅσων ὥσπερανεὶ λάλος ἡ φύσις ἐστὶ καὶ μελαγχολικὴ παντοδαπὰς τὰς ὄψεις ὁρώντων·1 διὰ δὲ τὸ πολλὰ καὶ παντοδαπὰ κινεῖσθαι ἐπιτυγχάνουσιν, ὥσπερ ἔνιοι ἁρπάζουσιν ἐρίζοντες οὐχ ἓν ἀλλὰ πολλά, εἰ πολλὰ τὰ ῥιπτούμενα εἴη· καὶ ὥσπερ λέγεται ‘εἰ πολλὰ βάλοις, ἄλλοτε ἀλλοῖον βαλεῖς’, καὶ ἐπὶ τούτων συμβαίνει τοῦτο. ὅτι δ’ οὐκ ἀποβαίνει πολλὰ τῶν ἐνυπνίων, οὐδὲν ἄτοπον· οὐδὲ γὰρ τῶν ἐν τοῖς σώμασι σημείων καὶ τῶν οὐρανίων, οἷον τὰ τῶν ὑδάτων καὶ τῶν πνευμάτων· ἂν γὰρ ἄλλη κυριωτέρα ταύτης συμβῇ κίνησις, ἀφ’ ἧς μελλούσης ἐγένετο τὸ σημεῖον, οὐ γίνεται. ἰδὼν γάρ τις ἐν ὕπνῳ διέρχεσθαι βόρβορον μεθ’ ἡμέρας νενόσηκεν (τῶν γὰρ ἐντὸς σεσημμένων χυμῶν ἀρχομένων κινεῖσθαι κατὰ τὴν νύκτα ἠρεμῶν ἐλάμβανεν αἴσθησιν), καὶ ἐπὶ πυρὸς διαβαίνειν, καὶ μετ’ ὀλίγον ἐπύρεξεν. ἄλλοτε δ’ αὖ ταῦτα ἰδὼν οὐκ ἐνόσησε τῷ τὴν φύσιν διεγερθεῖσαν καὶ τοὺς χυμοὺς πέψασαν ἀπεῖρξαι τῷ πάθει τὴν εἴσοδον. καὶ τὴν περὶ σελήνην ἅλω καὶ βροχῆς καὶ πνευμάτων ποιούμεθα σύμβολον, πολλάκις δὲ συνισταμένης οὐδὲν συνέβη τούτων διὰ τὴν ἀντιπερίστασιν τοῦ περιέχοντος κρατηθέντος ὑπὸ τῆς ἐναντίας κινήσεως. καὶ πολλὰ βουλευθέντα καλῶς τῶν πραχθῆναι δεόντων διελύθη δι’ ἄλλας κυριωτέρας ἀρχάς. ὅλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν, οὐδὲ τὸ αὐτὸ ἐσόμενον καὶ μέλλον, ἀλλ’ ὅμως ἀρχάς τε λεκτέον εἶναι, ἀφ’ ὧν οὐκ ἐπετελέσθη, καὶ σημεῖα πέφυκε ταῦτά τινων οὐ γενομένων. Περὶ δὲ τῶν μὴ τοιαύτας ἀρχὰς ἐχόντων ἐνυπνίων μηδὲ τῶν ἐφ’ ἃ ἡμεῖς κύριοι, ἀλλ’ ὑπερορίας ἢ τοῖς χρόνοις ἢ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν ἢ καὶ τῶν ἐγγὺς μὲν πραττομένων καὶ παρὰ γείτονος ἴσως, μὴ μέντοι γε ἐν αὐτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν εἰδότων τὸ ἐνύπνιον, εἰ μὴ γίνεται τὸ προορᾶν ἀπὸ συμπτώματος, ἑτέρως ἄν ἔχοι μᾶλλον ἢ ὡς λέγει Δημόκριτος. εἴδωλα γὰρ ἐκεῖνος καὶ ἀπορροίας αἰτιᾶται, ὧν τὰ μέν φησιν ἀγαθοποιά, τὰ δὲ κακοποιά, ὑπερμεγέθη τε εἶναι καὶ δύσφθαρτα, ἐμπελάζειν δὲ τοῖς ἀνθρώποις καὶ προσημαίνειν τὰ μέλλοντα θεωρούμενα ἔστιν οἷς καὶ φωνὰς ἀφιέντα μόνον αἰσθητὰς ἐν ὕπνῳ τοῖς ἐπαΐουσιν, ὅθεν καὶ εὐλόχων τυχεῖν εἰδώλων ἐπεύχεται. ἀλλ’ ἡμεῖς τὸ μὲν εἴδωλα λέγειν φέρεσθαι καὶ πάμπαν ἀπαγορεύομεν, κινήσεις δέ τινας μᾶλλον ἀντὶ τούτων εἰσάγομεν ἀπ’ ἀρχῶν τῶν μελλόντων γίνεσθαι καὶ λόγων καὶ πράξεων, ὑφ’ ὧν σχηματιζομένου τοῦ ἀέρος καὶ διὰ τῶν ὤτων ἢ τῶν μυκτήρων προσπιπτουσῶν ἐν τοῖς ὕπνοις τῇ καρδίᾳ προορᾶν τὸ μέλλον.2 ὥσπερ γὰρ ὅταν τι κινήσῃ τὸ ὕδωρ ἢ τὸν ἀέρα, τοῦθ’ ἕτερον ἐκίνησε, παυσαμένου δ’ ἐκείνου συμβαίνει τὴν αὐτὴν κίνησιν προϊέναι μέχρι τινός, τοῦ κινήσαντος οὐ παρόντος, οὕτως οὐδὲν κωλύει κίνησίν τινα καὶ αἴσθησιν ἀφικνεῖσθαι πρὸς τὰς ψυχὰς τὰς ἐνυπνιαζούσας, ἀφ’ ὧν ἐκεῖνος ποιεῖ τὰ εἴδωλα καὶ τὰς ἀπορροίας, καὶ ὅποι δὴ ἔτυχεν ἀφικνουμένας μᾶλλον αἰσθητὰς εἶναι νύκτωρ διὰ τὸ μεθ’ ἡμέραν φερομένας διαλύεσθαι μᾶλλον (ἀταραχωδέστερος γὰρ ὁ ἀὴρ τῆς νυκτὸς διὰ τὸ νηνεμωτέρας εἶναι τὰς νύκτας), καὶ ἐν τῷ σώματι ποιεῖν αἴσθησιν διὰ τὸν ὕπνον· τῶν γὰρ μικρῶν κινήσεων καθεύδοντες μᾶλλον ἢ ἐγρηγορότες αἰσθανόμεθα.
总的来说,既然其他动物中也有做梦的,那么梦境就不可能是神所遣送的,也不是为了这个目的而生成的,然而它们是精灵性的;因为自然是精灵性的,而非神性的。并且有证据表明这一点:因为极其卑微的人具有预见力并能做直梦,这表明并非神在遣送,而是在那些其天性可以说是多言且具忧郁质、看到形形色色景象的人们身上发生的;由于产生许多五花八门的运动,他们便能碰巧言中,正如某些人在竞争时,如果投掷之物繁多,他们所抓取的便不止一个而是许多;正如人们所说的那样,“如果你多次投掷,在不同的时候就会击中不同的东西”,在这些人身上也发生着这种情形。 许多梦境没有应验,这毫不奇怪;因为身体中的征候和天象上的征候,比如水和风的征候,也并不[全都应验]。因为如果发生了另一场比在将要发生时引发了该征候的那场运动更为支配性的运动,那件事就不会发生。实际上,有人在睡梦中看见自己穿过污泥,几天后便患了病(因为在夜间处于静止状态时,他感知到了体内腐败的体液开始运动),又看见自己在火上行走,不久便发了烧。但在另一次,他虽然看见了这些却没有患病,这是因为天性奋起并消化了体液,阻断了病症的侵入。我们也将月晕作为风雨的标志,然而往往在它凝聚时,由于包围的大气受到相反运动的克制而发生抗聚,这些预兆中却没有一样发生。许多应当做的事虽然深思熟虑,却因其他更为支配性的始因而被瓦解。因为总的来说,并非所有将要发生的事都会发生,将要发生者与未来的事也并非同一回事;但尽管如此,仍然必须说存在着未能使之成就的始因,而这些就是某些未曾发生之事的自然征候。 至于那些不具有此类始因、也不属于我们所能支配之事,而是在时间、空间或规模上远超边界的梦,或者即便是在附近、或许在邻近处发生的事情,但在做梦者自身中却没有始因的梦,如果预见不是源于巧合,那么以不同于德谟克利特所说的另一种方式来解释会更为合宜。因为德谟克利特归因于影像和流出物,他说其中有些是行善的,有些是作恶的,它们极其巨大且难以毁灭,它们临近人类并预示未来的事情,被某些人看见,并发出仅在睡眠中对懂得它们的人才能感知的声音;因此他也祈求能遇到吉祥的影像。但我们完全拒绝说影像是被运送过来的,而是引入代替它们的某些运动,这些运动源于将要发生的言论与行动的始因;空气受其塑造,并在睡眠中通过耳朵或鼻孔冲击心脏,使[人]能够预见未来。因为正如某物推动水或空气时,这物又推动另一物,即使推动者停止了,而在推动者不在场的情况下同样的运动仍会持续推进到一定程度,同样地,没有什么妨碍某种运动和知觉到达做梦的灵魂——德谟克利特就是从这些运动中造出影像和流出物的——无论这些运动偶然到达何处,在夜间它们都更为显著,因为在日间运送的运动更容易消散(因为夜间的风更为平息,夜间的空气更为安宁),并且由于睡眠在身体中产生知觉;因为我们在睡眠中比在清醒时更能感知到微小的运动。
- 4.2ὡς οὐ θεοῦ πέμποντος, ἀλλ’ ὅσων ὥσπερανεὶ λάλος ἡ φύσις ἐστὶ καὶ μελαγχολικὴ παντοδαπὰς τὰς ὄψεις ὁρώντων
在连词 ὡς 引导的属格独立结构(οὐ θεοῦ πέμποντος)之后,由 ἀλλ’ 引出的后半句 ὅσων... ὁρώντων 同样沿用了属格结构。关系代词 ὅσων 省略了指示代词先行词(ἀλλὰ [τούτων] ὅσων... ὁρώντων),指代那些经历幻象的人(“并非因为神在遣送,而是在那些其天性……的人们身上”)。
- 4.2ὑφ’ ὧν σχηματιζομένου τοῦ ἀέρος καὶ διὰ τῶν ὤτων ἢ τῶν μυκτήρων προσπιπτουσῶν ἐν τοῖς ὕπνοις τῇ καρδίᾳ προορᾶν τὸ μέλλον
句末的不定式 προορᾶν 作为表示结果或目的的不定式,从属于主要动词 εἰσάγομεν(“我们引入某些运动……以便[人]预见未来”)。属格独立分词结构 σχηματιζομένου τοῦ ἀέρος 与阴性复数分词 προσπιπτουσῶν 说明了这些运动冲击心脏并最终导致预见的物理中介过程。
