← 索福尼亚斯

亚里士多德《自然诸论》评注

§40.2-42.4

梦中占卜的考察及起因、征候与巧合的区分

索福尼亚斯遵循亚里士多德的论述,考察了梦中占卜的真实性。他排除了神遣送梦境的观点,将梦与事件的关系划分为起因、征候和巧合三类;在承认梦境可以是预示身体微细变化的征候或预备清醒思想的起因的同时,他解释了涉及远方事件的梦大多只是单纯的巧合,因而多数梦境并不应验。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων οὔτε καταφρονῆσαι ῥᾴδιον οὔτε πεισθῆναι. τὸ μὲν γὰρ πάντας ἢ πολλοὺς ὑπολαμβάνειν ἔχειν τι σημειῶδες καὶ τῶν μελλόντων προμάντευμα τὰ ἐνύπνια παρέχεται πίστιν ὡς ἐξ ἐμπειρίας λεγόμενον· πείθει γὰρ ἡμᾶς, ὡς σημειώδη τὰ καθ’ ἑκάστην γινόμενα. καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ἐνυπνίοις οὐκ ἄπιστον· ἔχει γάρ τινα λόγον· μικροῦ δεῖν1 καὶ περὶ πάντων τῶν ἐνυπνίων οἰηθείη ἄν τις ὡς ἔχει τι σημειῶδες. τὸ δὲ μηδεμίαν αἰτίαν εὔλογον ὁρᾶν, καθ’ ἣν ἂν γίνοιτο, διαπιστεῖν ποιεῖ. τό τε γὰρ θεὸν εἶναι τὸν πέμποντα, πρὸς τῇ ἄλλῃ ἀλογίᾳ καὶ τὸ μὴ τοῖς βελτίστοις καὶ φρονιμωτάτοις, ἀλλὰ τοῖς τυχοῦσι πέμπειν ἄλογον.2 ἀφαιρεθείσης δὲ τῆς ἀπὸ τοῦ θεοῦ αἰτίας οὐδεμία τῶν ἄλλων εὔλογος εἶναι φαίνεται αἰτία· τὸ γὰρ περὶ τῶν ἐφ’ Ἡρακλείαις στήλαις ἢ τῶν ἐν Βορυσθένει προορᾶν τινα ὑπὲρ τὴν ἡμετέραν εἶναι δόξειεν ἂν σύνεσιν εὑρεῖν τούτων τὴν ἀρχήν. ἀνάγκη δ’ οὖν τὰ ἐνύπνια ἢ αἴτια εἶναι ἢ σημεῖα τῶν γινομένων ἢ συμπτώματα, ἢ πάντα ἢ ἔνια τούτων ἢ ἓν μόνον. λέγω δ’ αἴτιον μὲν οἷον τὴν σελήνην τοῦ ἐκλείπειν τὸν ἥλιον καὶ τὸν κόπον τοῦ πυρετοῦ, σημεῖον δὲ τῆς ἐκλείψεως τὸ τὸν ἀστέρα εἰσελθεῖν καὶ ὑποδραμεῖν, τὴν δὲ τραχύτητα τῆς γλώττης τοῦ πυρέσσειν, συμπτώματα δὲ τὸ βαδίζοντος ἐκλείπειν τὸν ἥλιον· οὔτε γὰρ σημεῖον οὔτ’ αἴτιόν ἐστιν ἡ ἐμὴ βάδισις τῆς ἐκλείψεως. διὸ τὰ συμπτώματα οὔτε ἀεὶ γίνεται οὔθ’ ὡς ἐπὶ τὸ πολύ. τοιγαροῦν τῶν ἐνυπνίων τὰ μέν εἰσι σημεῖα, τὰ δὲ αἴτια, τὰ δὲ συμπτώματα, καὶ σημεῖα μὲν δι’ ὧν παρίσταται καὶ προδηλοῦται σωματικὰ ἢ ψυχικὰ πάθη· λέγουσι γὰρ καὶ τῶν ἰατρῶν οἱ χαρίεντες, ὅτι δεῖ προσέχειν σφόδρα τοῖς ἐνυπνίοις, ὡς ἐν τούτοις ἔσται τεκμήρασθαι περὶ τοῦ μέλλοντος ἀρρωστήματος. εὔλογον δὲ οὕτως ὑπολαβεῖν καὶ τοῖς τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσι περί τινος. αἱ γὰρ μεθ’ ἡμέραν γινόμεναι κινήσεις, ἂν μὴ σφόδρα μεγάλαι ὦσι καὶ ἰσχυραί, λανθάνουσι παρὰ μείζους τὰς ἐγρηγορικάς. ἐν δὲ τῷ καθεύδειν τοὐναντίον ἅπαν· καὶ γὰρ αἱ μικραὶ μεγάλαι δοκοῦσιν εἶναι. δῆλον δὲ ἐπὶ τῶν συμβαινόντων κατὰ τοὺς ὕπνους πολλάκις· οἴονται γὰρ κεραυνοῦσθαι καὶ βροντᾶσθαι μικρῶν ἤχων ἐν τοῖς ὠσὶ γινομένων, καὶ μέλιτος καὶ γλυκέων χυμῶν ἀπολαύειν ἀκαριαίου φλέγματος ἀπορρέοντος, καὶ βαδίζειν διὰ πυρὸς καὶ θερμαίνεσθαι σφόδρα μικρᾶς θερμασίας περί τινα μέρη γινομένης. ἐπεγειρομένοις δὲ ταῦτα γίνεται τοῦτον ἔχοντα τὸν τρόπον. ὥστ’ ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί, δηλονότι καὶ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων τῶν ἐν τοῖς σώμασι μελλόντων γίνεσθαι.3 φανερὸν οὖν ὅτι ταῦτα ἀναγκαῖον ἐν τοῖς ὕπνοις εἶναι καταφανῆ μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι. Ἀλλὰ τίνων μὲν καὶ ὅπως σημεῖα τὰ ἐνύπνια, εἴρηται, ὅπως δὲ καὶ αἴτια καὶ τίνα, ἤδη ῥηθήσεται. ὅτι δὲ τῶν οἰκείων ἑκάστῳ πράξεων καὶ οὐ τῶν ἀλλοτρίων, μᾶλλον ἂν εὔλογον δόξειεν. ὥσπερ γὰρ μέλλοντες πρᾶξαί τι ἢ ἐν ταῖς πράξεσιν ὄντες ἢ πεπραγότες πολλάκις εὐθυονειρίᾳ τούτοις σύνεσμεν καὶ πράσσομεν ἀπὸ τῶν μεθ’ ἡμέραν ἀρχῶν, οὕτω πάλιν καὶ τὰς καθ’ ὕπνον κινήσεις ἀναγκαῖον πολλάκις ἀρχὴν εἶναι τῶν μεθ’ ἡμέραν πράξεων διὰ τὸ προοδοποιεῖσθαι πάλιν καὶ τούτων τὴν διάνοιαν ἐν τοῖς φάσμασι τοῖς νυκτερινοῖς. οὕτω μὲν οὖν ἐνδέχεται τῶν ἐνυπνίων ἔνια καὶ σημεῖα καὶ αἴτια εἶναι· τὰ δὲ πολλὰ συμπτώμασιν ἔοικε, μάλιστα δὲ τὰ ὑπερβατὰ πάντα4 καὶ ὧν μὴ ἐν αὐτοῖς ἡ ἀρχή, οἷον περὶ ναυμαχίας τῆς ἐν Περσίδι γινομένης καὶ τῶν ἄλλων τῶν πόρρω συμβαινόντων. περὶ γὰρ τούτων τὸν αὐτὸν τρόπον ἔχειν εἰκὸς οἷον εἰ μεμνημένου του περί τινος τύχοι τοῦτο γενόμενον. τί γὰρ κωλύει καὶ ἐν τοῖς ὕπνοις οὕτω; μᾶλλον δὲ εἰκὸς ταῦτα συμβαίνειν; ὥσπερ οὖν οὐδὲ τὸ μεμνῆσθαι περὶ τοῦδε σημεῖον οὐδ’ αἴτιον τοῦ παραγενέσθαι αὐτόν, οὕτως οὐδ’ ἐκεῖ μετὰ τὸ ἀποβῆναι τὸ ἐνύπνιον τῷ δ’ ὄντι οὔτε σημεῖον οὔτε αἴτιον ἀλλὰ σύμπτωμα. διὸ καὶ πολλὰ τῶν ἐνυπνίων οὐκ ἀποβαίνει· τὰ γὰρ συμπτώματα οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται.

关于在睡眠中发生、并且据说由梦境产生的占卜,既不容易轻视,也不容易信服。因为,众人或多数人都认为梦境具有某种征兆性,是对未来事物的预卜,这一点作为从经验中道出之事提供了可信性;因为每日发生的事情使我们确信它们是具有征兆性的。而且,关于某些事物的梦中占卜是存在的,这并非不可信,因为这具有某种合理的根据;人们甚至几乎可以认为,实际上所有的梦都具有某种征兆性。然而,看不到任何可以使之发生的合理解释,这使得人们怀疑。因为,将神视为遣送者,除了其他的非理性之外,不将梦遣送给最优秀和最有智慧的人,而是遣送给普通人,这本身就是不合理的。而一旦排除了来自神的原因,其他任何原因似乎都不合理;因为某人预见到赫拉克勒斯之柱或博里斯提尼斯发生的事情,要找出这些事情的始因,似乎超出了我们的理解能力。无论如何,梦必然要么是发生之事的起因,要么是征候,要么是巧合,或者是这全部,或者是其中几项,或者仅是其中一项。我所说的起因,例如月亮是日食的起因,疲劳是发烧的起因;而日食的征候是指星体切入并掠过下方,舌苔粗糙是发烧的征候;而巧合则是指某人在步行时太阳发生日食,因为我的步行既不是日食的征候,也不是它的起因。因此,巧合既非总是发生,也非在大多数情况下发生。于是,在梦境中,有些是征候,有些是起因,有些则是巧合;征候是指通过它们将身体或灵魂的情状呈现并预先显示出来者。因为即便是精湛的医生也说,必须极为关注梦境,因为在其中将能够推测将来的疾病。而对于工匠,以及考察某事并探究哲学之理的人来说,这样设想也是合情合理的。因为在日间发生的运动,若非极其巨大而强烈,便会因为伴随着更大的清醒运动而隐而不察。但在睡眠中一切都截然相反;因为微小的运动也被看作是巨大的。这在睡眠中常常发生的事情上也显而易见:因为当耳朵里发生微弱声响时,人们以为遭受了雷击并有雷霆轰鸣;当极微量的痰液流淌时,以为正在享用蜂蜜和甜美的汁液;而当某些部位产生轻微的热度时,以为正行经烈火并被强烈加热。而对于正醒来的人来说,这些事情也是以这种方式发生的。因此,既然一切事物的开端都是微小的,显然即将在身体中发生的疾病和其他情状的开端也是如此。由此显然,这些在睡眠中必然比在清醒时更为明显。那么,梦境是何种事物的征候以及如何成为征候,已经说过了;但它们如何也是起因以及哪些是起因,现在将要论述。而认为梦境是各人自身行动的起因而非他人行动的起因,似乎更为合理。因为正如我们在将要做某事、或正从事行动、或已经做完某事时,往往通过直梦与这些事物同在,并从白昼的始点出发去行事,同样地,睡眠中的运动往往也必然是白昼行动的起点,因为对于这些,理智的道路在夜间的显象中也再次被预先开辟了。因而,以此种方式,某些梦境既是征候又是起因是可能的;但大多数梦境类似于巧合,尤其是所有超乎常理的梦,以及那些始因不在做梦者自身的梦,比如关于发生在波斯的海战以及在远方发生的其他事情。因为关于这些,其情形很可能就像某人正忆及某事时,此事恰好发生一样。因为有什么能妨碍在睡眠中也是如此呢?或者倒不如说,发生此类事情是顺理成章的?正如忆及此人既非他到来的征候亦非起因,同样,在梦境应验之后,在那里实际上它既非征候亦非起因,而是巧合。因此许多梦境并不应验;因为巧合既非总是发生,也非在大多数情况下发生。

语法注4 条
  1. 4.1μικροῦ δεῖν

    用作副词性修饰语的独立不定式习惯表达,意为“几乎”、“差一点”。它修饰主句中的潜能祈愿语气 οἰηθείη ἄν,强调人们何其容易做出这样的设想。

  2. 4.1τό τε γὰρ θεὸν εἶναι τὸν πέμποντα, πρὸς τῇ ἄλλῃ ἀλογίᾳ καὶ τὸ μὴ τοῖς βελτίστοις καὶ φρονιμωτάτοις, ἀλλὰ τοῖς τυχοῦσι πέμπειν ἄλογον.

    带有冠词的不定式短语构成的并列结构。全句的表语 ἄλογον 统辖两个作为主语的不定式短语:τό ... θεὸν εἶναι τὸν πέμποντα 与 τὸ μὴ τοῖς βελτίστοις ... πέμπειν。插入的介词短语 πρὸς τῇ ἄλλῃ ἀλογίᾳ(“除了其他的荒谬之外”)引出了第二个主语。

  3. 4.1ὥστ’ ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί, δηλονότι καὶ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων τῶν ἐν τοῖς σώμασι μελλόντων γίνεσθαι.

    在 ἐπεὶ 从句中省略了系动词 εἰσί,在 δηλονότι 之后也承前省略了主语和动词(μικραί εἰσι καὶ αἱ ἀρχαί)。其基本骨架为:“既然万物的开端是微小的,显然身体中将要发生的疾病和其他情状[的开端也是微小的]”。

  4. 4.1τὰ ὑπερβατὰ πάντα

    中性复数形容词 ὑπερβατά(字面义为“跨越的、超常的”),在此指超脱于日常因果或自身能力限度之外的“离奇的、超乎寻常的”梦境。它与下文的关系从句 ὧν μὴ ἐν αὐτοῖς ἡ ἀρχή(“始因不在自身的那些”)在语义上形成并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:40.2-42.4