- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:43.19-44.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯阐明了平庸者、抑郁质者及狂迷者善于梦兆预见的心理与生理机制,以辨识荡漾水面中扭曲倒影之比喻说明梦境解判的技术,并总结了《论梦中占卜》而过渡到关于动物运动的论题。
ποιουσῶν οὖν τῶν εἰρημένων αἰσθήσεων φαντάσματα ἐν τῷ ἡγεμονικῷ τὸ προορᾶν γίνεται, καὶ διὰ ταῦτα συμβαίνει τὸ πάθος τοῦτο τοῖς τυχοῦσι καὶ οὐ τοῖς φρονίμοις. μεθ’ ἡμέραν τε γὰρ ἐγένετο ἂν καὶ τοῖς σοφοῖς, εἰ θεὸς ἦν ὁ πέμπων. καὶ ἔτι οὕτω γινομένου τοῦ προορᾶν εἰκὸς τοὺς τυχόντας μᾶλλον προορᾶν· ἡ γὰρ διάνοια τῶν τοιούτων οὐ φροντιστική, ἀλλ’ ὥσπερ ἔρημος καὶ κενὴ πάντων, ὧν πλήρης ἡ τῶν φιλοσοφούντων ἐστί, καὶ κινηθεῖσα κατὰ τὸ κινοῦν ἄγεται. καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον, ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἀλλ’ ἀπορραπίζονται. τῶν ξενικῶν οὖν μάλιστα αἰσθάνονται καὶ τῶν προσπιπτόντων ἔξωθεν. τὸ δέ τινας εὐθυονείρους εἶναι μάλιστα περὶ τῶν γνωρίμων καὶ προορᾶν συμβαίνει διὰ τὸ τοὺς γνωρίμους μάλιστα ὑπὲρ ἀλλήλων φροντίζειν· ὥσπερ γὰρ πόρρω ὄντων τάχιστα τῇ ὄψει γνωρίζουσι καὶ αἰσθάνονται, οὕτω καὶ ἐπὶ τῶν ἐν τῇ καρδίᾳ τύπων καὶ κινήσεων. αἱ γὰρ τῶν γνωρίμων γνωριμώτεραι κινήσεις. οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφοδρὸν κατὰ τοὺς πόρρωθεν βάλλοντας καὶ εὐστοχοῦντάς εἰσιν. ὡς γὰρ ἐκεῖνοι τὸ τοξευθέν, ὅσα καὶ χειρί,1 τῷ βέλει καὶ πόρρωθεν ὄντες κατέχουσι, καὶ οὗτοι τὸ μέλλον ὥσπερ προαρπάζουσι τῷ τάχει τῆς κινήσεως· εὐμετάβολον γὰρ ὂν τὸ φανταστικὸν αὐτοῖς ταχὺ τὸ ἐχόμενον τῆς ἀρχῆς τῶν ἐσομένων φαντάζεται. ὥσπερ γὰρ τὰ Φιλαιγίδου ποιήματα μὴ ἔχοντα μεταβολὰς προσώπων καὶ διηγημάτων μεταπτώσεις ἀεὶ ἐχόμενα τοῦ ὁμοίου λέγουσι καὶ συνείρουσιν (οἷον εἰ περὶ Ἀφροδίτης ἐν ταῖς ἀρχαῖς εἶπε, καὶ μέχρι τέλους ταύτης ἔχεται), οὕτω καὶ οἱ ἐμμανεῖς ἐχόμενα τοῦ ὁμοίου διανοοῦνται καὶ βλέπουσι. καὶ πρὸς τούτοις διὰ τὴν σφοδρότητα οὐκ ἐκκρούεται αὐτῶν ἡ κίνησις ὑφ’ ἑτέρας κινήσεως. τεχνικώτατος δ’ ἐστὶ κριτὴς ἐνυπνίων ὅστις δύναται τὰς ὁμοιότητας θεωρεῖν· τὰς γὰρ εὐθυονειρίας κρίνειν παντός ἐστι, λέγω δὴ τὰς ὁμοιότητας, ὅτι παραπλήσια συμβαίνει τὰ φαντάσματα τοῖς ἐν τοῖς ὕδασιν εἰδώλοις, καθάπερ καὶ πρότερον εἴρηται. ἐκεῖ γὰρ ἂν μὴ ἠρεμῇ τὸ ὕδωρ, ἀλλὰ πολλὴ γένηται κίνησις, οὐχ ὁμοία γίνεται ἡ ἔμφασις καὶ τὰ εἴδωλα τοῖς ἀληθινοῖς, κἀν τοῖς ὕπνοις δέ, ὅταν σφοδρὰ τυγχάνῃ καὶ συγκεχυμένη ἡ πρὸς τὴν καρδίαν καταφερομένη παλίρροια, οὔθ’ ὁμοίους οὔτε καθαροὺς τοὺς τύπους ἐᾷ φαντάζεσθαι καὶ τὰ ἐγκαταλείμματα. ἡ γὰρ κίνησις ἐκκόπτει τὰς εὐθυονειρίας. δεινὸς δὴ ἑκάτερος ἔσται κριτής, ὅ τε τὰς ἐμφάσεις συνορᾶν δυνάμενος καὶ ταχὺ διαισθάνεσθαι ἐν ὀχλουμένῳ ὕδατι καὶ τὰ πεφορημένα καὶ διεστραμμένα τῶν εἰδώλων τοῖς ἀληθινοῖς προσβιβάζειν,2 οἷον ὅτι τόδε ἀνθρώπου ἢ ἵππου καὶ μὴ τοιούτου ὀφθέντος, καὶ ὁ3 ἐν τοῖς ὕπνοις αὐτὸ τοῦτο ποιεῖν δυνάμενος. τί μὲν οὖν ἐστιν ὕπνος καὶ ἐνύπνιον, καὶ διὰ τίν’ αἰτίαν ἑκάτερον αὐτῶν γίνεται, ἔτι δὲ περὶ τῆς τῶν ἐνυπνίων μαντείας εἴρηται, περὶ δὲ κινήσεως τῆς κοινῆς τῶν ζῴων λεκτέον.
因此,当上述的感觉在支配中枢中产生表象时,预见便发生了;由于这些缘故,这种体验发生在凡夫俗子身上,而非明智之人身上。因为如果是神派遣的话,它在白昼也会发生,并且也会发生在智者身上。再者,既然预见是以这种方式发生的,那么凡常之人更有可能预见也是合情合理的;因为这类人的思想并不善于思索,而是仿佛空旷且缺乏一切充满于哲学家思想中的事物,一旦被推动,便随着推动者而被引导。而某些迷乱之人能够预见的原因在于,他们自身的固有运动不产生干扰,反而被击退。因此他们最能感知异己的运动以及从外部冲击而来的运动。某些人尤其在关于熟人的事上能做直梦并预见,其发生的原因在于熟人之间最互相关切;因为正如人们在远处时凭视力能最迅速地认出并感知熟人一样,对于心房中的印模和运动也是如此。因为熟人的运动更为可辨。另一方面,抑郁质的人由于其强烈性,就像那些从远处投射且击中目标的人。因为正如后者即使在远处也用箭矢抓住被射之物,宛如亲手抓取一般,前者也以其运动的疾速仿佛预先抓取未来;因为他们的想象机能极易变动,能够迅速想象出与将发生之事的始因紧密相随者。因为正如菲莱吉德斯的诗作没有人物的更迭和叙事的转换,始终讲述并串联着与相似者相随之物(例如他在开篇谈及阿佛洛狄忒,便直到终篇都紧抓住这位女神不放),狂乱的人也同样思考并看见与相似者相随之物。此外,由于其强烈性,他们的运动不被其他运动所打乱。最精通技艺的梦境解判者,乃是能够审视相似性的人;因为解判直梦是任何人都能做到的。我所谓的相似性,是指正如之前所说的那样,表象的生成与水中的影像极为相近。因为在那里,如果水面不安静而产生巨大的扰动,倒影和影像便与真实之物不再相似;在睡眠中亦是如此,当下行至心脏的回流变得剧烈而混乱时,便不容许印模和残留物被想象为相似且清晰的。因为扰动击碎了直梦。这样,两者都将是高明的解判者:既包括能够在激荡的水中纵览倒影并迅速察觉,把动荡且扭曲的影像与真实之物相联系的人(例如断定这尽管看似不类,却是人或马的影像),也包括在睡眠中能够做同样事情的人。那么,睡眠和梦是什么,它们各自由于什么原因而产生,以及关于梦中的预言,都已谈毕;接下来必须论述动物的共同运动。
- 4.2ὅσα καὶ χειρί
副词性使用的 ὅσα 引导的紧缩比较结构,意为“宛如用手[直接抓取]一般”。生动地描绘了弓箭手虽身在远处,却能用箭矢如亲手抓取般掌控命中目标的形态。
- 4.2τὰ πεφορημένα καὶ διεστραμμένα τῶν εἰδώλων τοῖς ἀληθινοῖς προσβιβάζειν
动词 προσβιβάζειν 在此意为“使相联系/归并”,支配宾格补足语(τὰ πεφορημένα καὶ διεστραμμένα τῶν εἰδώλων)与与格补足语(τοῖς ἀληθινοῖς)。部分属格 τῶν εἰδώλων 修饰中性复数宾格分词。
- 4.2δεινὸς δὴ ἑκάτερος ἔσται κριτής, ὅ τε... καὶ ὁ...
主语 ἑκάτερος(“两者中的每一个”)由后接的相关并列结构 ὅ τε... καὶ ὁ...(“既包括……又包括……”)作为同位语展开。前者指在激荡水中辨认扭曲倒影之人,后者指在睡梦中进行同样判定的解梦者,二者并列为高明的判定者(δεινὸς κριτής)。
