- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:4.10-5.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
为了解决记忆如何把握不在场事物这一难题,索福尼亚斯澄清了表象的定义(它是表象能力的活动而非印模本身),并根据心脏的物理状态(干湿、动静)解释了人类记忆力的差异以及年幼者与老年人的健忘。
τίνος μὲν οὖν ἐστι τῶν τῆς ψυχῆς μνήμη φανερόν, ὅτι οὗπερ καὶ ἡ φαντασία, καὶ ἔστι μνημονευτὰ μὲν καθ’ αὑτὰ ὧν ἐστι φαντασία, κατὰ συμβεβηκὸς δὲ ὅσα μὴ ἄνευ φαντασίας. Ἀπορήσειε δ’ ἄν τις, πῶς ποτε τοῦ μὲν πάθους μόνου παρόντος ἐν τῇ φαντασίᾳ καὶ τοῦ ἐγκαταλείμματος, τοῦ δὲ πράγματος ἀπόντος μνημονεύει τὸ μὴ παρόν· τοῦ γὰρ πράγματος ἡ μνήμη, οὐ τοῦ τύπου. ὡς ἂν δὲ καὶ λύσεως τύχοιμεν εὐπετέστερον καὶ σαφῆ τά τε εἰρημένα καὶ τὰ ἑξῆς γένοιτο, μικρόν τι τῶν κατὰ τὴν φαντασίαν ἄνωθεν διαρθρώσωμεν πρότερον. εἴρηται μὲν γὰρ περὶ ταύτης κἀν τοῖς Περὶ ψυχῆς, οὐδὲν δ’ ἧττον καὶ νῦν πρὸς τὴν χρείαν δεῖ νοεῖν ἐγγίνεσθαι ἡμῖν ἀπὸ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ οἷον τύπον τινὰ καὶ ἀναζωγράφημα ἐν τῷ πρώτῳ αἰσθητικῷ (τὸ δέ ἐστιν ἡ καρδία), καθάπερ οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις. τὸ γοῦν τοιοῦτον ἐγκατάλειμμα, ὅπερ ὑπομένει καὶ μὴ τοῦ αἰσθητοῦ παρόντος, φαντασίαν καλοῦσι, διὸ καὶ οὕτως ταύτην ὁρίζονται τύπον ἐν ἡγεμονικῷ. μήποτε δὲ οὐχ ὁ τύπος αὐτός ἐστι φαντασία,1 ἀλλ’ ἡ περὶ τὸν τύπον τῆς φανταστικῆς δυνάμεως ἐνέργεια. ἦμεν γὰρ ἂν ἐν φαντασίᾳ καὶ μὴ ἐνεργοῦντες περὶ αὐτόν,2 ἔχοντες αὐτόν, καὶ ἅμα ἂν ἐν πλείοσι φαντασίαις καὶ τοσαύταις ὅσων καὶ τὸν τύπον σῴζομεν. ἔτι ἤτοι τὴν ἐγγινομένην νῦν καὶ τυπουμένην εἰκόνα φαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν. ἀλλ’ εἰ μὲν τὴν ἐγγινομένην, τὴν αἴσθησιν ἂν λέγοιεν τὴν κατ’ ἐνέργειαν, εἰ δὲ τὴν γεγονυῖαν καὶ σῳζομένην, τὴν μνήμην. ἀλλ’ ὡς ἐπὶ τῆς αἰσθήσεως (τὸ μὲν γάρ τι ἐκεῖ αἰσθητόν, τὸ δὲ δύναμις αἰσθητική, καὶ τρίτον αἴσθησις, ἡ περὶ τὸ αἰσθητὸν ἐνέργεια τῆς δυνάμεως· καὶ ἐπὶ τῆς νοήσεως δὲ τὸ μὲν νοητόν, τὸ δὲ νοῦς, τὸ δὲ νόησις), οὕτως ἔχειν καὶ περὶ τὴν φαντασίαν ὑποληπτέον· τὸ μέν τι εἶναι φανταστικόν, τὸ δὲ φανταστόν, τὸ δὲ φαντασίαν, καὶ ὥσπερ ἡ διὰ τοῦ αἰσθητικοῦ παρόντος τοῦ αἰσθητοῦ γινομένη ἐνέργεια αἴσθησίς ἐστιν, οὕτως ἡ μὴ παρόντος ἐν τῷ τύπῳ καὶ τῷ ἐγκαταλείμματι φαντασία.3 χρὴ δὲ κοινότερον τοῦ τύπου ἐπὶ τῆς φαντασίας ἀκούειν· κυρίως γὰρ ὁ κατ’ εἰσοχήν τε καὶ ἐξοχὴν ἢ τὸ τοῦ τυποῦντος ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σφραγίδων ἔχοντα. οὐχ οὕτω δὲ τὰ τῶν αἰσθητῶν ἐγκαταλείμματα ἡμῖν ἐγγίνονται· οὐδὲ γὰρ τὴν ἀρχὴν κατὰ σχῆμά τι γέγονεν ἡ τῶν αἰσθητῶν ἀντίληψις· ποῖον γὰρ σχῆμα τὸ λευκὸν ἢ χρῶμα ὅλως ἢ ὀσμή; καταχρηστικώτερον οὖν τὸν τύπον ἐνταῦθα φέρομεν τῇ ἀπορίᾳ τοῦ κυριωτέρου. τί μὲν οὖν ἐστι φαντασία εἴρηται, μνήμη δέ ἐστιν ἡ ταύτης μονὴ καὶ σωτηρία. τούτων οὕτως ὑποκειμένων, ἐπειδήπερ ἐν τῷ πρώτῳ αἰσθητηρίῳ τοὺς τύπους τῶν πραγμάτων ἐνσημαινόμεθα, ὥσπερ εἴρηται, τοῦτο δὲ τοῖς μὲν ὑγρότερον, τοῖς δὲ σκληρότερον καὶ τοῖς μὲν ἐν κινήσει, τοῖς δ’ οὔ, ἀνάγκη καὶ τοὺς τύπους τοῖς μὲν ἐγγράφεσθαι, τοῖς δὲ οὔ, καὶ τοῖς μὲν ἐπὶ πολὺ μένειν, τοῖς δὲ ἐν βραχεῖ· ὅθεν τῶν ἀνθρώπων οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον μνημονεύουσιν, οἱ δὲ ἐλάχιστον. καὶ ἐν κινήσει μὲν τοῖς τε πάμπαν νέοις καὶ τοῖς ἄγαν πρεσβυτέροις (τοῖς μὲν γὰρ αὔξει, τοῖς δὲ φθίνει, κινεῖται δέ τισι καὶ διὰ νόσον), οὐ κινεῖται δὲ τοῖς μέσως καθ’ ἡλικίαν καὶ κρᾶσιν ἔχουσιν. ὥσπερ οὖν ἐν ὕδατι ῥέοντι οὐκ ἂν ἡ ἐν τῷ δακτυλίῳ ἐνσημανθείη σφραγίς, οὕτως οὔθ’ οἷς τὸ αἰσθητήριον δι’ ἡλικίαν ἢ νόσον [ὂν] ἐν κινήσει, μνήμη γίνεται, οὔτ’ αὖ οἷς σκληρότερον, ὥσπερ οὐδὲ ἐν λίθῳ. διόπερ οἵ τε σφόδρα νέοι καὶ οἱ γέροντες ἀμνήμονές εἰσι· ῥέουσι γὰρ οἱ μὲν κατὰ τὴν αὔξησιν, οἱ δὲ διὰ τὴν φθίσιν.
因此,记忆属于灵魂的哪一部分是显而易见的:表象属于哪一部分,它就属于哪一部分;依其自身可被记忆的是那些有表象的对象,而偶性地可被记忆的则是一切不能脱离表象存在的事物。但有人可能会提出疑难:在表象中仅仅存在着承受和残留痕迹,而实际事物却不在场的情况下,人究竟如何记忆不在场的事物?因为记忆是关于实际事物的,而不是关于印模的。为了让我们更容易得出解答,并且使已说的和后文的内容变得清楚,让我们先从源头对有关表象的事情稍作梳理。因为关于它,虽然在《论灵魂》中也已经讨论过,但即便在当下,为了实际需要,也必须认识到,源于关涉感觉对象的活动,在原初感觉机能(即心脏)中在我们内部产生了一种印模和描摹,正如用戒指盖印的人那样。无论如何,这样一种即便在感觉对象不在场时依然留存的残留痕迹,他们称之为表象;因此他们也将表象定义为统御部分中的印模。然而,或许印模本身并非表象,而是表象能力围绕印模所作的活动才是表象。因为〔如果印模本身是表象〕,我们即便没有围绕它进行活动,只要拥有它,便也会处于表象之中,并且会同时处于多种表象之中,乃至处于与我们所保存的印模数量相等的表象之中。再者,他们所说的表象,要么是指当下正在生成并被印刻的形象,要么是指已经生成并存在的形象。但如果指的是正在生成的形象,他们所说的将是活动状态的感觉;而如果指的是已经生成并被保存的形象,他们所说的将是记忆。相反,正如在感觉上那样(因为在那里,其一是感觉对象,其二是感觉能力,其三是感觉,即能力关涉感觉对象的活动;在思索上也是如此,其一是知解对象,其二是心灵,其三是思索),对表象也应当作同样的设想:其一是表象能力,其二是表象对象,其三是表象;正如感觉对象在场时通过感觉机能产生的活动是感觉一样,感觉对象不在场时在印模和残留痕迹中产生的活动就是表象。但对于表象中的印模,必须在更宽泛的意义上来理解;因为严格意义上的印模,乃是按照凹陷与凸起形成的东西,或是施印者的形状在被印者中生成,就像我们在印章上所见到的那样。然而感觉对象的残留痕迹在我们之中的产生并非如此;因为感觉对象的接受从一开始就不是按照某种形状发生的。因为白色、或者一般的颜色、抑或气味,会有什么样的形状呢?因此,由于缺乏更恰当的词,我们在此是转义地使用印模一词。表象是什么,已经说明了;而记忆则是表象的留存与保存。在这些被如此设定的前提下,既然如前所述,我们在原初感觉器官中被铭刻下事物的印模,而这一器官在某些人身上较湿润,在其他人身上较坚硬,在某些人身上处于运动中,在其他人身上则不然,那么必然地,印模在某些人身上能被铭刻,在其他人身上则不能;在某些人身上长久留存,在其他人身上则只留存短暂时间;因此在人类之中,有些人记忆得多,有些人记忆得少,有些人则记忆得最少。而在极年幼者和过分年长者身上,器官处于运动之中(因为前者处于生长之中,后者处于衰败之中,而在某些人身上也因疾病而运动),但在年龄和体液调和上处于中间状态的人身上,器官则不运动。因此,正如在流动的水中无法印刻戒指上的印章一样,对于因年龄或疾病而使感觉器官处于运动中的人,不会产生记忆;同样,对于器官过于坚硬的人,记忆也不会产生,正如在石头中无法印刻一样。因此,极年轻的人和老人都缺乏记忆;因为前者因生长而处于流变之中,后者则因衰退而处于流变之中。
- 1.1μήποτε δὲ οὐχ ὁ τύπος αὐτός ἐστι φαντασία
μήποτε 与直陈式连用,表示委婉的主张、推测或修正(“或许……并不是”)。在此用于审慎地提出对前文所述斯多亚派式定义(统御部分中的印模)的批评与修正。
- 1.1ἦμεν γὰρ ἂν ἐν φαντασίᾳ καὶ μὴ ἐνεργοῦντες περὶ αὐτόν, ἔχοντες αὐτόν
由未完成过去时加 ἄν(ἦμεν ἄν)构成的反事实条件句,引出归谬论证:如果印模本身就是表象,那么只要拥有印模,哪怕并未就其实施活动,人也会处于表象状态之中。
- 1.1οὕτως ἡ μὴ παρόντος ἐν τῷ τύπῳ καὶ τῷ ἐγκαταλείμματι φαντασία
在句法上与前半句“ὥσπερ ἡ διὰ τοῦ αἰσθητικοῦ παρόντος τοῦ αἰσθητοῦ γινομένη ἐνέργεια αἴσθησίς ἐστιν”完全对称。后半句承前省略了属格绝对结构中的被修饰词(τοῦ αἰσθητοῦ)、分词短语(διὰ τοῦ φανταστικοῦ γινομένη ἐνέργεια)以及系词(ἐστι)。
