← 索福尼亚斯

亚里士多德《自然诸论》评注

§5.26-7.9

借助图画比喻对不在场事物的记忆与记忆的定义

索福尼亚斯阐明了在极端年龄和体质下记忆受损的原因,随后通过图画与肖像的双重性比喻,解答了人如何借助当下的承受来记忆不在场事物的疑难,并总结了记忆的定义及其所属的机能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#4

ἔοικε γὰρ ἐν τοῖς γέρουσιν ἡ καρδία, τὸ πρῶτον αἰσθητικόν, τοῖς παλαιοῖς τῶν οἰκοδομημάτων· ὥσπερ γὰρ θρύπτεται ψυχομένη καὶ τοὺς ἐν αὐτῇ τῶν πραγμάτων ἀπαλείφει τύπους, ὡς ἐκεῖνα τὴν ἀληλιμμένην τίτανον καὶ τὰ ἐν αὐτοῖς γεγραμμένα ζῷα.1 ὁμοίως δὲ καὶ οἱ λίαν ταχεῖς καὶ βραδεῖς οὐδέτεροι φαίνονται μνήμονες· οἱ μὲν γὰρ ὑγρότεροι τοῦ δέοντος, οἱ δὲ σκληρότεροι, καὶ τοῖς μὲν οὐ μένει τὸ φάντασμα ἐν τῇ ψυχῇ, τῶν δὲ οὐχ ἅπτεται. τοσαῦτα ἔξωθεν εἰς σαφήνειαν προσλαβόμενοι πάλιν τὴν κατ’ ἀρχὰς ἀπορίαν ἐκτίθεμεν· ἑτοιμότεροι γὰρ πρὸς τὴν λύσιν νῦν μᾶλλον ἢ πρότερον. εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην, πότερον τοῦτο μνημονεύει τὸ πάθος ἡ ψυχὴ ἢ ἐκεῖνο ἀφ’ οὗ ἐγένετο; εἰ μὲν γὰρ τοῦτο, τῶν ἀπόντων οὐδὲν ἂν μνημονεύοιμεν· εἰ δ’ ἐκεῖνο, πῶς αἰσθανόμενοι τοῦτο μνημονεύομεν οὗπερ μὴ αἰσθανόμεθα; ἔτι εἴτ’ ἔστιν ὅμοιον ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν ἡ τούτου αὐτοῦ αἴσθησις εἴτε ἀνόμοιον,2 διὰ τί ἂν εἴη μνήμη ἑτέρου ἀλλ’ οὐκ αὐτοῦ τούτου; ὁ γὰρ ἐνεργῶν τῇ μνήμῃ θεωρεῖ τὸ πάθος τοῦτο καὶ αἰσθάνεται τούτου. πῶς οὖν τὸ μὴ παρὸν μνημονεύει; εἴη γὰρ ἂν καὶ ὁρᾶν τὸ μὴ παρὸν καὶ ἀκούειν. ἢ ἔστιν ὡς ἐνδέχεται καὶ συμβαίνει τοῦτο; οἷον γὰρ τὸ ἐν πίνακι γεγραμμένον ζῷον καὶ ζῷόν ἐστι καὶ εἰκών, καὶ τῷ ὑποκειμένῳ ἕν, τῷ δὲ λόγῳ διάφορον, οὕτω κἀνταῦθα. καὶ ὥσπερ ἐκεῖ, ὅταν μὲν ὡς καθ’ αὑτὸ τὸ ζῷον ὁρᾷ τὸ ἐν πίνακι τὴν τέχνην θαυμάζων ἢ κακίζων μόνον, μὴ προσεννοούμενος ὅτι μίμημά ἐστιν ἄλλου, ζῷον ἁπλῶς λέγεται, ὅταν δὲ πρὸς τῷ ὁρᾶν ἀναφέρῃ καὶ προσλογίζηται ὅτι μίμημά ἐστι τοῦδε τοῦ ἀληθοῦς ζῴου, εἰκὼν λέγεται, οὕτω καὶ τὸ ἐν ἡμῖν φάντασμα δεῖ ὑπολαβεῖν καὶ αὐτό τι καθ’ αὑτὸ εἶναι καὶ ἄλλου ἐγκατάλειμμα. ᾗ μὲν οὖν καθ’ αὑτό, θεώρημα ἢ φάντασμά ἐστιν, ᾗ δὲ ἄλλου οἷον εἰκών, μνημόνευμα. ὅταν μὲν γὰρ ἐνεργῇ περὶ τὸν ἐν τῇ καρδίᾳ τύπον ἡ κοινὴ αἴσθησις ᾗ αὐτόν, θεώρημα τοῦτο, ὡς εἴρηται, ἢ φάντασμα λέγεται· ὅταν δὲ ἐνεργοῦσα προσαισθάνηται καὶ ὅτι ἄλλου ἐστίν, ἤδη τοῦτο εἰκὼν καὶ μνημόνευμα, καὶ ἡ τοιαύτη τῆς ψυχῆς ἐνέργεια μνήμη. διὰ τοῦτο ἐνίοτε ὃ διὰ μνήμης ἔχομεν, οὐκ ἴσμεν εἰ κατὰ τὸ αἰσθέσθαι συνέβη· πολλάκις γὰρ τῶν ψυχικῶν ἐξαπλουμένων νοημάτων φανταζόμεθά τινα, ὧν οὐκ ἴσμεν τὸν χρόνον ἢ τὸν τόπον ἢ παρ’ οὗ προσελάβομεν, καὶ ἀμφισβητοῦμεν, πότερον αὐτοὶ τοῦ νοήματος εὑρεταὶ ἢ μαθηταί, καὶ πότερον φαντασία ἁπλῶς τοῦτο ἢ μνήμη. οἷον ἤκουσά ποτε λόγον παρά του, μετὰ δὲ ἐννοοῦμαι τὸν λόγον, οὐκ ἐνθυμοῦμαι δὲ ἀφ’ οὗπερ ἤκουσα· ἀπορῶν οὖν λέγω, ἆρα πατὴρ τοῦ λόγου νῦν αὐτός εἰμι, ἢ πόθεν ἔχω τοῦτον; καὶ ταλαντεύομαι. ὅταν οὖν ἐνθυμηθῶ ἄλλοθέν με τὸν λόγον ἔχειν, μνήμη τότε γίνεται, νόημα δὲ πρότερον. γίνεται δὲ καὶ τοὐναντίον ἐνίοτε, οἷον συνέβη Ἀντιφέροντι τῷ Ὠρείτῃ καὶ ἄλλοις ἐξισταμένοις· τὰ γὰρ φαντάσματα ἔλεγον ὡς γενόμενα καὶ ὡς μνημονεύοντες· πάλιν οὖν ἕτεροι τὰ αἰσθήματα ὡς φαντάσματα, καὶ ἄλλοι τὸ ἔμπαλιν. τοῦτο δὲ γίνεται, ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ ἢ τὴν εἰκόνα ὡς μὴ εἰκόνα. αἱ δὲ μελέται τὴν μνήμην σῴζουσι τῷ ἐπαναμιμνῄσκειν, τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἢ τὸ θεωρεῖν πολλάκις ὡς εἰκόνα καὶ μὴ καθ’ αὑτό. τί μὲν οὖν ἐστι μνήμη καὶ τὸ μνημονεύειν, εἴρηται, ὅτι φαντάσματος ἕξις, ὄντος τοῦ τοιούτου φαντάσματος πράγματός τινος χρονισθέντος μετὰ τὴν γένεσιν,3 καὶ τίνος μορίου τῶν ἐν ἡμῖν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ καὶ ᾧ χρόνου αἰσθανόμεθα.

因为在老年人身上,原初感觉机能即心脏类似于古旧的建筑物;因为它在冷却时仿佛会碎裂,并抹去其内部事物的印模,正如那些建筑物剥落其涂抹的石灰及其上绘制的图画一样。同样,过于敏捷者与迟钝者似乎都不具备良好的记忆力;因为前者过于湿润,后者过于坚硬,在前者身上心象不能存留在灵魂中,而在后者身上[心象]根本无法附着。为了清晰起见,我们在外部引入了如此多的论点之后,再次陈述最初的疑难;因为我们现在比先前更容易得出解答了。既然关于记忆所发生的情形是这样的,灵魂究竟是记忆这一承受本身,还是记忆产生这一承受的那个[不在场的]对象?如果是记忆这一承受本身,我们将对不在场的事物一无所记;但如果是记忆那个对象,我们如何在感觉这承受的同时,却记忆着我们并未感知的事物?再者,无论我们内部对于这承受本身的感觉像印模或图画那样相似还是不相似,为何会是对另一事物的记忆,而不是对此承受本身的记忆呢?因为在记忆中进行活动的人观照的是这一承受并感知着它。那么,人究竟如何记忆不在场的事物呢?因为要是如此,看见和听见不在场的事物也将成为可能的了。抑或,这存在着某种可能且实际发生的方式?正如画在画板上的形象既是图画又是肖像,在作为基体上是一,在定义上却有差异,在此处也是如此。正如在那里的情形中,当人将画板上的形象作为其自身来看待,仅仅赞赏或批评其技艺,而并未附带意识到它是另一事物的摹本时,它被简单地称为“图画”;但当在观看之余又将其联系起来,并推想它是这真实生物的摹本时,它被称为“肖像”;同样,我们内部的心象也必须被理解为既是某种其自身之物,又是另一事物的残留痕迹。因此,就其自身而言,它是观照对象或心象;就其作为另一事物之肖像而言,它是记忆对象。因为当共同感觉围绕心脏中的印模、就其自身而言进行活动时,如前所述,这被称为观照对象或心象;而当它在活动中附带感知到它是属于另一事物的时,这便已经是肖像和记忆对象了,而灵魂的这种活动就是记忆。正因如此,我们有时不知道通过记忆所拥有的东西是否依凭感觉而发生;因为常常在灵魂的思想展开时,我们会想象出某些事物,却不知其时间、地点或传授者,于是疑虑自己究竟是这一思想的发现者还是学习者,以及这仅仅是表象还是记忆。例如,我曾从某人那里听过一段言论,后来我想到这段言论,却记不得是从谁那里听到的;因此在困惑中我说:“我现在自己是这段言论的创作者呢,还是从何处得到了它?”并且犹豫不决。因此,当我忆及自己是从别处得到这段言论时,那时便产生了记忆,而在此之前只是思想。有时相反的情形也会发生,正如在奥雷欧斯的安提斐隆及其他狂乱者身上所发生的那样;因为他们将心象当作实际发生的事情并如同在记忆一样谈论;于是有些人把感觉当作心象,另一些人则反其道而行之。而这发生在当有人将非肖像当作肖像来观照,或将肖像当作非肖像来观照之时。练习则通过回忆来保存记忆,这无非是屡次将其作为肖像而非作为其自身来观照。那么,记忆是什么以及记忆活动是什么,已经阐明了:即心象的具有状态,此种心象乃是其生成之后经历了一定时间的事物的[肖像];并且阐明了它属于我们之中的哪一部分:即属于原初感觉机能,以及属于我们借以感知时间的部分。

语法注3 条
  1. 1.1ὥσπερ γὰρ θρύπτεται ψυχομένη καὶ τοὺς ἐν αὐτῇ τῶν πραγμάτων ἀπαλείφει τύπους, ὡς ἐκεῖνα τὴν ἀληλιμμένην τίτανον καὶ τὰ ἐν αὐτοῖς γεγραμμένα ζῷα

    句法骨架由主句主语 ἡ καρδία(承前句)所支配的动词 θρύπτεται 和 ἀπαλείφει 构成,后接比喻从句 ὡς ἐκεῖνα(=τὰ παλαιὰ τῶν οἰκοδομημάτων)中的动词省略。在 ὡς ἐκεῖνα 之后省略了相当于 ἀπαλείφει(剥落、脱落)的动词,以宾格 τὴν ἀληλιμμένην τίτανον 和 τὰ ... ζῷα 作为其宾语。

  2. 1.1εἴτ’ ἔστιν ὅμοιον ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν ἡ τούτου αὐτοῦ αἴσθησις εἴτε ἀνόμοιον

    此处呈现语序倒装(hyperbaton)。语法主语为后置的名词短语 ἡ τούτου αὐτοῦ αἴσθησις,表语形容词 ὅμοιον ... εἴτε ἀνόμοιον 由连词 εἴτε ... εἴτε 连接。短语 ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν 作为插入式的比较短语修饰 ὅμοιον。

  3. 1.1ὄντος τοῦ τοιούτου φαντάσματος πράγματός τινος χρονισθέντος μετὰ τὴν γένεσιν

    属格独立结构。τοῦ τοιούτου φαντάσματος 为逻辑主语,ὄντος 为述谓分词,而 πράγματός τινος χρονισθέντος 则作为表语性属格(表示经历了一定时间、此心象为其肖像或摹本的事物)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:5.26-7.9